< Matthew 3 >

1 In those days John the Baptist came preaching in the wilderness of Judea saying,
Ἐν δὲ ταῖς ἡμέραις ἐκείναις παραγίνεται Ἰωάννης ὁ βαπτιστὴς κηρύσσων ἐν τῇ ἐρήμῳ τῆς Ἰουδαίας
2 “Repent, for the kingdom of heaven is near.”
καὶ λέγων· μετανοεῖτε· ἤγγικεν γὰρ ἡ βασιλεία τῶν οὐρανῶν.
3 For this is he who was spoken of by Isaiah the prophet, saying, “The voice of one calling out in the wilderness, 'Make ready the way of the Lord, make his paths straight.'”
οὗτος γάρ ἐστιν ὁ ῥηθεὶς (διὰ *N(k)O*) Ἠσαΐου τοῦ προφήτου λέγοντος· φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ ἑτοιμάσατε τὴν ὁδὸν κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους αὐτοῦ.
4 Now John wore clothing of camel's hair and a leather belt around his waist. His food was locusts and wild honey.
Αὐτὸς δὲ ὁ Ἰωάννης εἶχεν τὸ ἔνδυμα αὐτοῦ ἀπὸ τριχῶν καμήλου καὶ ζώνην δερματίνην περὶ τὴν ὀσφὺν αὐτοῦ· ἡ δὲ τροφὴ ἦν αὐτοῦ ἀκρίδες καὶ μέλι ἄγριον.
5 Then Jerusalem, all Judea, and all the region around the Jordan River went out to him.
Τότε ἐξεπορεύετο πρὸς αὐτὸν Ἱεροσόλυμα καὶ πᾶσα ἡ Ἰουδαία καὶ πᾶσα ἡ περίχωρος τοῦ Ἰορδάνου,
6 They were baptized by him in the Jordan River, as they confessed their sins.
καὶ ἐβαπτίζοντο ἐν τῷ Ἰορδάνῃ (ποταμῷ *no*) ὑπ᾽ αὐτοῦ ἐξομολογούμενοι τὰς ἁμαρτίας αὐτῶν.
7 But when he saw many of the Pharisees and Sadducees coming to him for baptism, he said to them, “You offspring of vipers, who warned you to flee from the wrath that is coming?
Ἰδὼν δὲ πολλοὺς τῶν Φαρισαίων καὶ Σαδδουκαίων ἐρχομένους ἐπὶ τὸ βάπτισμα αὐτοῦ εἶπεν αὐτοῖς· γεννήματα ἐχιδνῶν, τίς ὑπέδειξεν ὑμῖν φυγεῖν ἀπὸ τῆς μελλούσης ὀργῆς;
8 Bear fruit worthy of repentance.
ποιήσατε οὖν (καρπὸν ἄξιον *N(k)O*) τῆς μετανοίας.
9 Do not think of saying among yourselves, 'We have Abraham for our father.' For I say to you that God is able to raise up children for Abraham even out of these stones.
καὶ μὴ δόξητε λέγειν ἐν ἑαυτοῖς· πατέρα ἔχομεν τὸν Ἀβραάμ· λέγω γὰρ ὑμῖν ὅτι δύναται ὁ θεὸς ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
10 Already the ax has been placed against the root of the trees. So every tree that does not produce good fruit is chopped down and thrown into the fire.
Ἤδη δὲ (καὶ *k*) ἡ ἀξίνη πρὸς τὴν ῥίζαν τῶν δένδρων κεῖται. πᾶν οὖν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται.
11 I baptize you with water for repentance. But he who comes after me is mightier than I, and I am not worthy even to carry his sandals. He will baptize you with the Holy Spirit and with fire.
ἐγὼ μὲν ὑμᾶς βαπτίζω ἐν ὕδατι εἰς μετάνοιαν, ὁ δὲ ὀπίσω μου ἐρχόμενος ἰσχυρότερός μού ἐστὶν οὗ οὐκ εἰμὶ ἱκανὸς τὰ ὑποδήματα βαστάσαι· αὐτὸς ὑμᾶς βαπτίσει ἐν πνεύματι ἁγίῳ καὶ πυρί·
12 His winnowing fork is in his hand to thoroughly clear off his threshing floor and to gather his wheat into the storehouse. But he will burn up the chaff with fire that can never be put out.”
οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ, καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον αὐτοῦ εἰς τὴν ἀποθήκην (αὐτοῦ, *o*) τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ.
13 Then Jesus came from Galilee to the Jordan River to be baptized by John.
Τότε παραγίνεται ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην τοῦ βαπτισθῆναι ὑπ᾽ αὐτοῦ.
14 But John kept trying to stop him, saying, “I need to be baptized by you, and do you come to me?”
ὁ δὲ Ἰωάννης διεκώλυεν αὐτὸν λέγων· ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρός με;
15 Jesus responded and said to him, “Permit it now, for it is right for us to fulfill all righteousness.” Then John permitted him.
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν πρὸς (αὐτόν· *NK(o)*) ἄφες ἄρτι· οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. τότε ἀφίησιν αὐτόν.
16 After he was baptized, Jesus came up immediately from the water, and behold, the heavens were opened to him. He saw the Spirit of God coming down like a dove and resting upon him.
(Καὶ *k*) Βαπτισθεὶς (δὲ *no*) ὁ Ἰησοῦς εὐθὺς ἀνέβη ἀπὸ τοῦ ὕδατος. καὶ ἰδοὺ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοί, καὶ εἶδεν τὸ πνεῦμα τοῦ θεοῦ καταβαῖνον ὡσεὶ περιστερὰν καὶ ἐρχόμενον ἐπ᾽ αὐτόν.
17 Behold, a voice came out of the heavens saying, “This is my beloved Son. I am very pleased with him.”
καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητὸς ἐν ᾧ εὐδόκησα.

< Matthew 3 >