< Luke 9 >
1 He called the twelve together and gave them power and authority over all the demons and to cure diseases.
Συγκαλεσάμενος δὲ τοὺς δώδεκα (μαθητὰς αὑτοῦ, *K*) ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν
2 He sent them out to preach the kingdom of God and to heal the sick.
καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι τοὺς (ἀσθενεῖς. *N(k)O*)
3 He said to them, “Take nothing for your journey—no staff, no wallet, no bread, no money, and no extra tunic.
καὶ εἶπεν πρὸς αὐτούς· μηδὲν αἴρετε εἰς τὴν ὁδόν· μήτε (ῥάβδον *N(K)O*) μήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον μήτε ἀνὰ δύο χιτῶνας ἔχειν.
4 Whatever house you enter, stay there until you leave.
καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε.
5 Wherever they do not receive you, when you leave that town, shake off the dust from your feet as a testimony against them.”
καὶ ὅσοι (ἂν *NK(o)*) μὴ (δέχωνται *N(k)O*) ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης (καὶ *k*) τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν (ἀποτινάσσετε *N(k)O*) εἰς μαρτύριον ἐπ᾽ αὐτούς.
6 Then they departed and went through the villages, proclaiming the good news and healing everywhere.
ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
7 Now Herod the tetrarch heard about all that was happening, and he was perplexed, because it was said by some that John had risen from the dead,
Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ γινόμενα (ὑπ᾽ αὐτοῦ *K*) πάντα καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης (ἠγέρθη *N(k)O*) ἐκ νεκρῶν,
8 and others said that Elijah had appeared, and still others that one of the prophets of long ago had risen.
ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης (τις *N(k)O*) τῶν ἀρχαίων ἀνέστη.
9 Herod said, “I beheaded John. Who is this about whom I hear such things?” And so he tried to see him.
(Καὶ *k*) Εἶπεν (δὲ *no*) (ὁ *ko*) Ἡρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος περὶ οὗ (ἐγὼ *ko*) ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
10 When the apostles returned, they told him everything they had done. Then he took them with him, and they went away privately to a town called Bethsaida.
Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ᾽ ἰδίαν εἰς (τόπον ἔρημον *K*) (πόλιν καλουμένην *N(k)O*) Βηθσαϊδά.
11 But when the crowds heard about this, they followed him. He welcomed them and spoke to them about the kingdom of God, and he cured those who needed healing.
οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ (ἀποδεξάμενος *N(k)O*) αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
12 Now the day was about to come to an end, and the twelve came to him and said, “Send the crowd away that they may go into the surrounding villages and countryside to find lodging and food, because we are here in an isolated place.”
Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν. προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ· ἀπόλυσον τὸν ὄχλον ἵνα (πορευθέντες *N(k)O*) εἰς τὰς κύκλῳ κώμας καὶ (τοὺς *ko*) ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν· ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.
13 But he said to them, “You give them something to eat.” They said, “We have no more than five loaves of bread and two fish—unless we go and buy food for all these people.”
Εἶπεν δὲ πρὸς αὐτούς· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπαν· οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.
14 (There were about five thousand men.) He said to his disciples, “Have them sit down in groups of about fifty each.”
ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. Εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· κατακλίνατε αὐτοὺς κλισίας (ὡσεὶ *NO*) ἀνὰ πεντήκοντα.
15 So they did this, and made the people sit down.
καὶ ἐποίησαν οὕτως καὶ (κατέκλιναν *N(K)O*) ἅπαντας.
16 Taking the five loaves and the two fish, he looked up to heaven, he blessed them and broke them into pieces, and he gave them to the disciples to set before the crowd.
λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς (παραθεῖναι *N(k)O*) τῷ ὄχλῳ.
17 They all ate and were satisfied, and what was left over was picked up—twelve baskets of broken pieces.
καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
18 It came about while Jesus was praying by himself, the disciples were with him. He questioned them, saying, “Who do the crowds say that I am?”
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι;
19 They answered, “John the Baptist. But others say Elijah, and others say that one of the prophets from long ago has risen.”
οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
20 Then he said to them, “But who do you say that I am?” Peter answered, “The Christ of God.”
εἶπεν δὲ αὐτοῖς· ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; (ὁ *k*) Πέτρος δὲ ἀποκριθεὶς εἶπεν· τὸν χριστὸν τοῦ θεοῦ.
21 But he strongly warned them to tell this to no one,
ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ (λέγειν *N(k)O*) τοῦτο
22 saying, “The Son of Man must suffer many things and be rejected by the elders and chief priests and scribes, and he will be killed and on the third day be raised.”
εἰπὼν ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ (ἐγερθῆναι. *NK(o)*)
23 Then he said to them all, “If anyone wants to come after me, he must deny himself and take up his cross daily and follow me.
Ἔλεγεν δὲ πρὸς πάντας· εἴ τις θέλει ὀπίσω μου (ἔρχεσθαι, ἀρνησάσθω *N(k)O*) ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾽ ἡμέραν καὶ ἀκολουθείτω μοι.
24 Whoever would save his life will lose it, but whoever loses his life for my sake will save it.
ὃς γὰρ (ἂν *NK(o)*) θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.
25 What good is it for a person to gain the whole world, and yet lose or forfeit himself?
τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;
26 Whoever is ashamed of me and my words, of him will the Son of Man be ashamed when he comes in his own glory, and the glory of the Father and of the holy angels.
ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.
27 But I say to you truly, there are some standing here who will not taste death before they see the kingdom of God.”
λέγω δὲ ὑμῖν ἀληθῶς εἰσίν τινες τῶν (αὐτοῦ *N(k)O*) ἑστηκότων οἳ οὐ μὴ (γεύσωνται *N(k)O*) θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.
28 Now about eight days after Jesus said these words, he took with him Peter and John and James and went up on the mountain to pray.
Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ, καὶ παραλαβὼν (τὸν *k*) Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
29 As he was praying, the form of his face was changed, and his clothes became brilliant white.
καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
30 Behold, two men were talking with him, Moses and Elijah,
καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας·
31 who appeared in glorious splendor. They spoke about his departure, which he was about to bring to completion in Jerusalem.
οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ.
32 Now Peter and those who were with him were heavy with sleep, but when they became fully awake, they saw his glory and the two men who were standing with him.
ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ. διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.
33 As they were going away from Jesus, Peter said to him, “Master, it is good for us to be here. Let us make three shelters, one for you, one for Moses, and one for Elijah.” (He did not know what he was saying.)
Καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾽ αὐτοῦ εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν· ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ· μὴ εἰδὼς ὃ λέγει.
34 As he was saying this, a cloud came and overshadowed them, and they were afraid as they entered into the cloud.
ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ (ἐπεσκίαζεν *N(k)O*) αὐτούς. ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν (αὐτοὺς *N(k)O*) εἰς τὴν νεφέλην.
35 A voice came out of the cloud, saying, “This is my Son, the one who is chosen; listen to him.”
καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· οὗτός ἐστιν ὁ υἱός μου ὁ (ἐκλελεγμένος, *N(K)O*) αὐτοῦ ἀκούετε.
36 When the voice had spoken, Jesus was found alone. They kept silent and told no one in those days anything of what they had seen.
Καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη (ὁ *k*) Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.
37 Now on the next day, when they came down from the mountain, a large crowd met him.
Ἐγένετο δὲ (ἐν *ko*) τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς.
38 Behold, a man from the crowd cried out, saying, “Teacher, I beg you to look at my son, for he is my only child.
καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου (ἐβόησεν *N(k)O*) λέγων· διδάσκαλε, δέομαί σου (ἐπιβλέψαι *N(k)O*) ἐπὶ τὸν υἱόν μου ὅτι μονογενής μοί ἐστιν·
39 You see, a spirit takes control over him and he suddenly screams; it causes him to have convulsions so that he foams at the mouth. It hardly ever leaves him and it bruises him badly.
καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτὸν καὶ ἐξαίφνης κράζει καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ (μόγις *NK(o)*) ἀποχωρεῖ ἀπ᾽ αὐτοῦ συντρῖβον αὐτόν.
40 I begged your disciples to force it out, but they could not.”
καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα (ἐκβάλωσιν *N(k)O*) αὐτό, καὶ οὐκ ἠδυνήθησαν.
41 Jesus answered and said, “You unbelieving and depraved generation, how long must I be with you and put up with you? Bring your son here.”
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ὧδε τὸν υἱόν σου.
42 While the boy was coming, the demon threw him to the ground and shook him with convulsions. But Jesus rebuked the unclean spirit and healed the boy, and gave him back to his father.
ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν. ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
43 Then they were all amazed at the greatness of God. While they all were marveling at everything he was doing, he said to his disciples,
ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς (ἐποίει *N(k)O*) (ὁ *k*) (Ἰησοῦς, *K*) εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ·
44 “Let these words go deeply into your ears: The Son of Man will be betrayed into the hands of men.”
θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.
45 But they did not understand this statement. It was hidden from them, so they could not know its meaning, and yet they were afraid to ask about this statement.
οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό. καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
46 Then an argument started among them about which of them would be the greatest.
Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς τὸ τίς ἂν εἴη μείζων αὐτῶν.
47 But Jesus, knowing the reasoning in their hearts, took a little child and put him by his side
ὁ δὲ Ἰησοῦς (εἰδὼς *N(k)O*) τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος (παιδίον *N(k)O*) ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῷ
48 and said to them, “Whoever welcomes this child in my name, welcomes me; and whoever welcomes me, welcomes the one who sent me. For whoever is least among you all is the one who is great.”
καὶ εἶπεν αὐτοῖς· ὃς (ἐὰν *NK(o)*) δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς (ἂν *N(k)O*) ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός (ἐστιν *N(k)O*) μέγας.
49 John answered, “Master, we saw someone forcing out demons in your name and we prevented him, because he does not follow along with us.”
ἀποκριθεὶς δὲ (ὁ *k*) Ἰωάννης εἶπεν· ἐπιστάτα, εἴδομέν τινα (ἐν *N(k)O*) τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια καὶ (ἐκωλύομεν *N(k)O*) αὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν.
50 “Do not stop him,” Jesus said, “because whoever is not against you is for you.”
(Καὶ *k*) Εἶπεν (δὲ *no*) πρὸς αὐτὸν ὁ Ἰησοῦς· μὴ κωλύετε· ὃς γὰρ οὐκ ἔστιν καθ᾽ (ὑμῶν *N(K)O*) ὑπὲρ (ὑμῶν *N(K)O*) ἐστιν.
51 When the days drew near for him to be taken up, he set his face to go to Jerusalem.
Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ πρόσωπον (αὐτοῦ *ko*) ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ.
52 He sent messengers on ahead of him, and they went and entered into a Samaritan village to prepare everything for him.
καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν (ὡς *N(k)O*) ἑτοιμάσαι αὐτῷ.
53 But the people there did not welcome him, because he had set his face to go to Jerusalem.
καὶ οὐκ ἐδέξαντο αὐτὸν ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ.
54 When the disciples James and John saw this, they said, “Lord, do you want us to command fire to come down from heaven and destroy them?”
ἰδόντες δὲ οἱ μαθηταὶ (αὐτοῦ *ko*) Ἰάκωβος καὶ Ἰωάννης εἶπαν· κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι αὐτούς (ὡς καὶ Ἠλίας ἐποίησεν; *K*)
55 But he turned and rebuked them,
στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς (καὶ εἶπεν, οὐκ οἰδατε οἵου πνεύματός ἐστε ὑμεῖς. *K*)
56 and they went on to another village.
(ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. *K*) καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
57 As they were going along the road, someone said to him, “I will follow you wherever you go.”
(Καὶ *no*) (ἐγένετο *KO*) (δὲ *k*) πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν· ἀκολουθήσω σοι ὅπου (ἐὰν *N(k)O*) ἀπέρχῃ (κύριε. *K*)
58 Jesus said to him, “Foxes have holes, and birds in the sky have nests, but the Son of Man has nowhere to lay his head.”
καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
59 Then he said to another, “Follow me.” But he said, “Lord, first let me go and bury my father.”
Εἶπεν δὲ πρὸς ἕτερον· ἀκολούθει μοι. ὁ δὲ εἶπεν· κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.
60 But he said to him, “Leave the dead to bury their own dead. But as for you, go and proclaim far and wide the kingdom of God.”
Εἶπεν δὲ αὐτῷ (ὁ *k*) (Ἰησοῦς· *K*) ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς. σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ.
61 Then someone else said, “I will follow you, Lord, but first let me say goodbye to those in my home.”
Εἶπεν δὲ καὶ ἕτερος· ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.
62 Jesus replied to him, “No one who puts his hand to the plow and looks back is fit for the kingdom of God.”
εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς· οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα (αὐτοῦ *ko*) ἐπ᾽ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν (εἰς *k*) (τῇ βασιλείᾳ *N(k)O*) τοῦ θεοῦ.