< Luke 19 >
1 Jesus entered and was passing through Jericho.
Καὶ εἰσελθὼν, διήρχετο τὴν Ἰεριχώ.
2 Behold, there was a man there named Zacchaeus. He was a chief tax collector and was rich.
Καὶ ἰδοὺ, ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος, καὶ αὐτὸς ἦν ἀρχιτελώνης, καὶ αὐτὸς πλούσιος.
3 He was trying to see who Jesus was, but could not see over the crowd, because he was small in height.
Καὶ ἐζήτει ἰδεῖν τὸν ˚Ἰησοῦν τίς ἐστιν, καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου, ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν.
4 So he ran on ahead of the people and climbed up into a sycamore tree to see him, because Jesus was about to pass that way.
Καὶ προδραμὼν ἔμπροσθεν, ἀνέβη ἐπὶ συκομορέαν, ἵνα ἴδῃ αὐτόν, ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι.
5 When Jesus came to the place, he looked up and said to him, “Zacchaeus, come down quickly, for today I must stay at your house.”
Καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας, ὁ ˚Ἰησοῦς εἶπεν πρὸς αὐτόν, “Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἴκῳ σου δεῖ με μεῖναι.”
6 So he hurried and came down and welcomed him joyfully.
Καὶ σπεύσας, κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων.
7 When everyone saw this, they all complained, saying, “He has gone in to visit a man who is a sinner.”
Καὶ ἰδόντες, πάντες διεγόγγυζον λέγοντες, ὅτι “Παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι.”
8 Zacchaeus stood and said to the Lord, “Look, Lord, the half of my goods I give to the poor, and if I have cheated anyone of anything, I will restore four times the amount.”
Σταθεὶς δὲ, Ζακχαῖος εἶπεν πρὸς τὸν ˚Κύριον, “Ἰδοὺ, τὰ ἡμίσιά μου τῶν ὑπαρχόντων, ˚Κύριε, τοῖς πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα, ἀποδίδωμι τετραπλοῦν.”
9 Jesus said to him, “Today salvation has come to this house, because he too is a son of Abraham.
Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ˚Ἰησοῦς, ὅτι “Σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ ἐστιν.
10 For the Son of Man came to seek and to save the people who are lost.”
Ἦλθεν γὰρ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός.”
11 As they heard these things, he continued speaking and told a parable, because he was near to Jerusalem, and they thought that the kingdom of God was about to appear immediately.
Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς, εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι Ἰερουσαλὴμ αὐτὸν, καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει ἡ Βασιλεία τοῦ ˚Θεοῦ ἀναφαίνεσθαι.
12 He said therefore, “A certain nobleman went into a far country to receive for himself a kingdom and then to return.
Εἶπεν οὖν, “Ἄνθρωπός τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν, λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι.
13 He called ten of his servants, and gave them ten minas, and said to them, 'Conduct business until I come back.'
Καλέσας δὲ δέκα δούλους ἑαυτοῦ, ἔδωκεν αὐτοῖς δέκα μνᾶς, καὶ εἶπεν πρὸς αὐτούς, ‘Πραγματεύσασθαι ἐν ᾧ ἔρχομαι.’
14 But his citizens hated him and sent a delegation after him, saying, 'We will not have this man rule over us.'
Οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτόν, καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες, ‘Οὐ θέλομεν τοῦτον βασιλεῦσαι ἐφʼ ἡμᾶς.’
15 It happened when he came back again, having received the kingdom, he commanded the servants to whom he had given the money to be called to him, that he might know what profit they had made by doing business.
Καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν, λαβόντα τὴν βασιλείαν, καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τί διεπραγματεύσαντο.
16 The first came before him, saying, 'Lord, your mina has made ten minas more.'
Παρεγένετο δὲ ὁ πρῶτος λέγων, ‘Κύριε, ἡ μνᾶ σου, δέκα προσηργάσατο μνᾶς.’
17 The nobleman said to him, 'Well done, good servant. Because you were faithful in very little, you will have authority over ten cities.'
Καὶ εἶπεν αὐτῷ, ‘Εὖ ἀγαθὲ δοῦλε! Ὅτι ἐν ἐλαχίστῳ, πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων.’
18 The second came, saying, 'Your mina, lord, has made five minas.'
Καὶ ἦλθεν ὁ δεύτερος λέγων, ‘Ἡ μνᾶ σου, Κύριε, ἐποίησεν πέντε μνᾶς.’
19 The nobleman said to him, 'You take charge over five cities.'
Εἶπεν δὲ καὶ τούτῳ, ‘Καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων.’
20 Another came, saying, 'Lord, here is your mina, which I kept safely in a cloth,
Καὶ ὁ ἕτερος ἦλθεν λέγων, ‘Κύριε, ἰδοὺ, ἡ μνᾶ σου, ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ.
21 for I was afraid of you, because you are a demanding person. You take up what you did not put in, and you reap what you did not sow.'
Ἐφοβούμην γάρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις ὃ οὐκ ἔθηκας, καὶ θερίζεις ὃ οὐκ ἔσπειρας.’
22 The nobleman said to him, 'By your own words I will judge you, you wicked servant. You knew that I am a demanding person, that I take up what I did not put in, and that I reaped what I did not sow.
Λέγει αὐτῷ, ‘Ἐκ τοῦ στόματός σου κρίνω σε, πονηρὲ δοῦλε. ἬΙδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων ὃ οὐκ ἔθηκα, καὶ θερίζων ὃ οὐκ ἔσπειρα;
23 Then why did you not put my money in the bank, so that when I returned I would have collected it with interest?'
Καὶ διὰ τί οὐκ ἔδωκάς μου τὸ ἀργύριον ἐπὶ τράπεζαν, κἀγὼ ἐλθὼν, σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα;’
24 The nobleman said to them that stood by, 'Take away from him the mina, and give it to him that has the ten minas.'
Καὶ τοῖς παρεστῶσιν εἶπεν, ‘Ἄρατε ἀπʼ αὐτοῦ τὴν μνᾶν, καὶ δότε τῷ, τὰς δέκα μνᾶς ἔχοντι.’
25 They said to him, 'Lord, he has ten minas.'
Καὶ εἶπαν αὐτῷ, ‘Κύριε, ἔχει δέκα μνᾶς.’
26 'I say to you, that everyone who has will be given more, but from him that has not, even that which he has will be taken away.
Λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι, δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται.
27 But these enemies of mine, those who did not want me to reign over them, bring them here and kill them before me.'”
Πλὴν τοὺς ἐχθρούς μου τούτους, τοὺς μὴ θελήσαντάς με βασιλεῦσαι ἐπʼ αὐτοὺς, ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθέν μου.”
28 When he had said these things, he went on ahead, going up to Jerusalem.
Καὶ εἰπὼν ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἱεροσόλυμα.
29 It came about that when he came near to Bethphage and Bethany, to the hill that is called Olivet, he sent two of the disciples,
Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανιὰ, πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν
30 saying, “Go into the next village. As you enter, you will find a colt that has never been ridden. Untie it and bring it to me.
λέγων, “Ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν ᾗ εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον, ἐφʼ ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, καὶ λύσαντες αὐτὸν, ἀγάγετε.
31 If anyone asks you, 'Why are you untying it?' say, 'The Lord has need of it.'”
Καὶ ἐάν τις ὑμᾶς ἐρωτᾷ, ‘Διὰ τί λύετε;’ Οὕτως ἐρεῖτε, ὅτι ‘Ὁ ˚Κύριος αὐτοῦ χρείαν ἔχει.’”
32 Those who were sent went and found the colt just as Jesus had told them.
Ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς.
33 As they were untying the colt, the owners said to them, “Why are you untying the colt?”
Λυόντων δὲ αὐτῶν τὸν πῶλον, εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτούς, “Τί λύετε τὸν πῶλον;”
34 They said, “The Lord has need of it.”
Οἱ δὲ εἶπαν, ὅτι “Ὁ ˚Κύριος αὐτοῦ χρείαν ἔχει.”
35 They brought it to Jesus, and they threw their cloaks upon the colt and set Jesus on it.
Καὶ ἤγαγον αὐτὸν πρὸς τὸν ˚Ἰησοῦν, καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον, ἐπεβίβασαν τὸν ˚Ἰησοῦν.
36 As he went, they spread their cloaks on the road.
Πορευομένου δὲ αὐτοῦ, ὑπεστρώννυον τὰ ἱμάτια ἑαυτῶν ἐν τῇ ὁδῷ.
37 As he was now approaching the place where the Mount of Olives descends, the whole multitude of the disciples began to rejoice and praise God with a loud voice for all the mighty works which they had seen,
Ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ Ὄρους τῶν Ἐλαιῶν, ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν ˚Θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων
38 saying, “Blessed is the king who comes in the name of the Lord! Peace in heaven and glory in the highest!”
λέγοντες, “‘Εὐλογημένος ὁ ἐρχόμενος ὁ βασιλεὺς ἐν ὀνόματι ˚Κυρίου’· ἐν οὐρανῷ εἰρήνη καὶ δόξα ἐν ὑψίστοις.”
39 Some of the Pharisees in the multitude said to him, “Teacher, rebuke your disciples.”
Καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτόν, “Διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου.”
40 Jesus answered and said, “I tell you, if these were silent, the stones would cry out.”
Καὶ ἀποκριθεὶς εἶπεν, “Λέγω ὑμῖν ὅτι ἐὰν οὗτοι σιωπήσουσιν, οἱ λίθοι κράξουσιν.”
41 When Jesus approached the city, he wept over it,
Καὶ ὡς ἤγγισεν, ἰδὼν τὴν πόλιν, ἔκλαυσεν ἐπʼ αὐτήν
42 saying, “If only you had known in this day, even you, the things which bring you peace! But now they are hidden from your eyes.
λέγων, ὅτι “Εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ, καὶ σὺ, τὰ πρὸς εἰρήνην· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου.
43 For the days will come upon you when your enemies will build a barricade around you, and surround you, and press in on you from every side.
Ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σὲ, καὶ περιβαλοῦσιν οἱ ἐχθροί σου χάρακά σοι, καὶ περικυκλώσουσίν σε καὶ συνέξουσίν σε πάντοθεν,
44 They will strike you down to the ground and your children with you. They will not leave one stone upon another, because you did not recognize it when God was trying to save you.”
καὶ ἐδαφιοῦσίν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθʼ ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου.”
45 Jesus entered the temple and began to cast out those who were selling,
Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν, ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας,
46 saying to them, “It is written, 'My house will be a house of prayer,' but you have made it a den of robbers.”
λέγων αὐτοῖς, “Γέγραπται, ‘Ὁ οἶκός μου οἶκος προσευχῆς’, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε ‘σπήλαιον λῃστῶν’.”
47 So Jesus was teaching daily in the temple. The chief priests and the scribes and the leaders of the people wanted to kill him,
Καὶ ἦν διδάσκων τὸ καθʼ ἡμέραν ἐν τῷ ἱερῷ· οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ,
48 but they could not find a way to do it, because all the people were listening to him intently.
καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν, ὁ λαὸς γὰρ ἅπας ἐξεκρέμετο αὐτοῦ ἀκούων.