< John 1 >
1 In the beginning was the Word, and the Word was with God, and the Word was God.
Ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος.
2 This one was in the beginning with God.
οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν.
3 All things were made through him, and without him there was not one thing made that has been made.
πάντα δι᾽ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἓν ὃ γέγονεν.
4 In him was life, and the life was the light of men.
ἐν αὐτῷ ζωὴ ἦν, καὶ ἡ ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων,
5 The light shines in the darkness, and the darkness did not overcome it.
καὶ τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνει, καὶ ἡ σκοτία αὐτὸ οὐ κατέλαβεν.
6 There was a man who was sent from God, whose name was John.
Ἐγένετο ἄνθρωπος ἀπεσταλμένος παρὰ θεοῦ, ὄνομα αὐτῷ Ἰωάννης.
7 He came as a witness to testify about the light, that all might believe through him.
οὗτος ἦλθεν εἰς μαρτυρίαν ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός, ἵνα πάντες πιστεύσωσιν δι᾽ αὐτοῦ.
8 John was not the light, but came that he might testify about the light.
οὐκ ἦν ἐκεῖνος τὸ φῶς, ἀλλ᾽ ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτός.
9 The true light, which gives light to all men, was coming into the world.
ἦν τὸ φῶς τὸ ἀληθινὸν ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
10 He was in the world, and the world was made through him, and the world did not know him.
ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι᾽ αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω.
11 He came to his own, and his own did not receive him.
εἰς τὰ ἴδια ἦλθεν, καὶ οἱ ἴδιοι αὐτὸν οὐ παρέλαβον.
12 But to as many as received him, who believed in his name, he gave the right to become children of God.
ὅσοι δὲ ἔλαβον αὐτόν, ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα θεοῦ γενέσθαι, τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα αὐτοῦ,
13 These were not born of blood, nor of the will of the flesh, nor of the will of man, but of God.
οἳ οὐκ ἐξ αἱμάτων οὐδὲ ἐκ θελήματος σαρκὸς οὐδὲ ἐκ θελήματος ἀνδρὸς ἀλλ᾽ ἐκ θεοῦ ἐγεννήθησαν.
14 The Word became flesh and lived among us. We have seen his glory, glory as of the one and only who came from the Father, full of grace and truth.
καὶ ὁ λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς μονογενοῦς παρὰ πατρός, πλήρης χάριτος καὶ ἀληθείας.
15 John testified about him and cried out, saying, “This was the one of whom I said, 'He who comes after me is greater than I am, for he was before me.'”
Ἰωάννης μαρτυρεῖ περὶ αὐτοῦ καὶ κέκραγεν λέγων· οὗτος ἦν (ὃν εἶπον· *NK(o)*) ὁ ὀπίσω μου ἐρχόμενος ἔμπροσθέν μου γέγονεν, ὅτι πρῶτός μου ἦν.
16 For from his fullness we have all received grace after grace.
(ὅτι *N(K)O*) ἐκ τοῦ πληρώματος αὐτοῦ ἡμεῖς πάντες ἐλάβομεν καὶ χάριν ἀντὶ χάριτος.
17 For the law was given through Moses. Grace and truth came through Jesus Christ.
ὅτι ὁ νόμος διὰ Μωϋσέως ἐδόθη, ἡ χάρις καὶ ἡ ἀλήθεια διὰ Ἰησοῦ Χριστοῦ ἐγένετο.
18 No one has seen God at any time. The one and only God, who is at the side of the Father, he has made him known.
Θεὸν οὐδεὶς ἑώρακεν πώποτε· (ὁ *ko*) μονογενὴς (θεὸς *N(K)O*) ὁ ὢν εἰς τὸν κόλπον τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο.
19 This is the testimony of John when the Jews sent priests and Levites to him from Jerusalem to ask him, “Who are you?”
καὶ αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ Ἰωάννου ὅτε ἀπέστειλαν (πρὸς αὐτὸν *no*) οἱ Ἰουδαῖοι ἐξ Ἱεροσολύμων ἱερεῖς καὶ Λευίτας ἵνα ἐρωτήσωσιν αὐτόν· σὺ τίς εἶ;
20 He confessed—he did not deny, but confessed—”I am not the Christ.”
καὶ ὡμολόγησεν καὶ οὐκ ἠρνήσατο καὶ ὡμολόγησεν ὅτι ἐγὼ οὐκ εἰμὶ ὁ χριστός.
21 So they asked him, “What are you then? Are you Elijah?” He said, “I am not.” They said, “Are you the prophet?” He answered, “No.”
Καὶ ἠρώτησαν αὐτόν· τί οὖν; σὺ Ἠλίας εἶ; καὶ λέγει· οὐκ εἰμί. ὁ προφήτης εἶ σύ; καὶ ἀπεκρίθη· οὔ.
22 Then they said to him, “Who are you, so that we may give an answer to those who sent us? What do you say about yourself?”
εἶπαν οὖν αὐτῷ· τίς εἶ; ἵνα ἀπόκρισιν δῶμεν τοῖς πέμψασιν ἡμᾶς· τί λέγεις περὶ σεαυτοῦ;
23 He said, “I am a voice, crying in the wilderness: 'Make the way of the Lord straight,' just as Isaiah the prophet said.”
ἔφη· ἐγὼ φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ· εὐθύνατε τὴν ὁδὸν κυρίου· καθὼς εἶπεν Ἠσαΐας ὁ προφήτης.
24 Now some from the Pharisees were sent,
καὶ (οἱ *k*) ἀπεσταλμένοι ἦσαν ἐκ τῶν Φαρισαίων
25 and they asked him and said to him, “Why do you baptize then if you are not the Christ nor Elijah nor the prophet?”
καὶ ἠρώτησαν αὐτὸν καὶ εἶπαν αὐτῷ· τί οὖν βαπτίζεις εἰ σὺ οὐκ εἶ ὁ χριστὸς (οὐδὲ *N(k)O*) Ἠλίας (οὐδὲ *N(k)O*) ὁ προφήτης;
26 John answered them, saying, “I baptize with water. But among you stands someone you do not know.
ἀπεκρίθη αὐτοῖς ὁ Ἰωάννης λέγων· ἐγὼ βαπτίζω ἐν ὕδατι· μέσος (δὲ *k*) ὑμῶν (ἕστηκεν *NK(o)*) ὃν ὑμεῖς οὐκ οἴδατε,
27 He is the one who comes after me, the strap of whose sandal I am not worthy to untie.”
(αὐτός ἐστιν *k*) ὁ ὀπίσω μου ἐρχόμενος, (ὃς ἔμπροσθέν μου γέγονεν· *K*) οὗ οὐκ εἰμὶ ἐγὼ ἄξιος ἵνα λύσω αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος.
28 These things were done in Bethany on the other side of the Jordan, where John was baptizing.
ταῦτα ἐν (Βηθανίᾳ *N(k)O*) ἐγένετο πέραν τοῦ Ἰορδάνου ὅπου ἦν (ὁ *no*) Ἰωάννης βαπτίζων.
29 The next day John saw Jesus coming to him and said, “Look, there is the Lamb of God, who takes away the sin of the world!
Τῇ ἐπαύριον βλέπει (ὁ Ἰωάννης *k*) τὸν Ἰησοῦν ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου.
30 This is the one of whom I said, 'The one who comes after me is more than me, for he was before me.'
οὗτός ἐστιν (ὑπὲρ *N(k)O*) οὗ ἐγὼ εἶπον· ὀπίσω μου ἔρχεται ἀνὴρ ὃς ἔμπροσθέν μου γέγονεν ὅτι πρῶτός μου ἦν.
31 I did not know him, but it was so that he could be revealed to Israel that I came baptizing with water.”
κἀγὼ κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ἵνα φανερωθῇ τῷ Ἰσραήλ, διὰ τοῦτο ἦλθον ἐγὼ ἐν (τῷ *k*) ὕδατι βαπτίζων.
32 John testified, saying, “I saw the Spirit descending like a dove from heaven, and it stayed upon him.
καὶ ἐμαρτύρησεν Ἰωάννης λέγων ὅτι τεθέαμαι τὸ πνεῦμα καταβαῖνον (ὡς *N(k)O*) περιστερὰν ἐξ οὐρανοῦ, καὶ ἔμεινεν ἐπ᾽ αὐτόν.
33 I did not recognize him, but he who sent me to baptize in water said to me, 'Upon whom you shall see the Spirit descending and remaining on him, he is the one baptizing in the Holy Spirit.'
κἀγὼ κἀγὼ οὐκ ᾔδειν αὐτόν, ἀλλ᾽ ὁ πέμψας με βαπτίζειν ἐν ὕδατι, ἐκεῖνός μοι εἶπεν· ἐφ᾽ ὃν ἂν ἴδῃς τὸ πνεῦμα καταβαῖνον καὶ μένον ἐπ᾽ αὐτόν, οὗτός ἐστιν ὁ βαπτίζων ἐν πνεύματι ἁγίῳ.
34 I have both seen and testified that this is the Son of God.”
κἀγὼ κἀγὼ ἑώρακα καὶ μεμαρτύρηκα ὅτι οὗτός ἐστιν ὁ (υἱὸς *NK(O)*) τοῦ θεοῦ.
35 Again, the next day, as John was standing with two of his disciples,
Τῇ ἐπαύριον πάλιν εἱστήκει ὁ Ἰωάννης καὶ ἐκ τῶν μαθητῶν αὐτοῦ δύο.
36 they saw Jesus walking by, and John said, “Look, the Lamb of God!”
καὶ ἐμβλέψας τῷ Ἰησοῦ περιπατοῦντι λέγει· ἴδε ὁ ἀμνὸς τοῦ θεοῦ.
37 His two disciples heard him say this and they followed Jesus.
καὶ ἤκουσαν οἱ δύο μαθηταὶ αὐτοῦ λαλοῦντος καὶ ἠκολούθησαν τῷ Ἰησοῦ.
38 Then Jesus turned and saw them following him and said to them, “What do you want?” They replied, “Rabbi (which translated means teacher), where are you staying?”
Στραφεὶς δὲ ὁ Ἰησοῦς καὶ θεασάμενος αὐτοὺς ἀκολουθοῦντας λέγει αὐτοῖς· τί ζητεῖτε; οἱ δὲ εἶπαν αὐτῷ· ῥαββί, ὃ λέγεται (μεθερμηνευόμενον *N(k)O*) διδάσκαλε, ποῦ μένεις;
39 He said to them, “Come and see.” Then they came and saw where he was staying; they stayed with him that day, for it was about the tenth hour.
λέγει αὐτοῖς· ἔρχεσθε καὶ (ὄψεσθε. *N(k)O*) ἦλθαν (οὖν *NO*) καὶ εἶδαν ποῦ μένει, καὶ παρ᾽ αὐτῷ ἔμειναν τὴν ἡμέραν ἐκείνην· ὥρα (δέ *k*) ἦν ὡς δεκάτη.
40 One of the two who heard John speak and then followed Jesus was Andrew, the brother of Simon Peter.
ἦν Ἀνδρέας ὁ ἀδελφὸς Σίμωνος Πέτρου εἷς ἐκ τῶν δύο τῶν ἀκουσάντων παρὰ Ἰωάννου καὶ ἀκολουθησάντων αὐτῷ.
41 He first found his own brother Simon and said to him, “We have found the Messiah” (which translated is: Christ).
Εὑρίσκει οὗτος (πρῶτον *N(k)O*) τὸν ἀδελφὸν τὸν ἴδιον Σίμωνα καὶ λέγει αὐτῷ· εὑρήκαμεν τὸν Μεσσίαν, ὅ ἐστιν μεθερμηνευόμενον (ὅ *k*) χριστός.
42 He brought him to Jesus, and Jesus looked at him and said, “You are Simon son of John. You will be called Cephas” (which is translated Peter).
(καὶ *k*) ἤγαγεν αὐτὸν πρὸς τὸν Ἰησοῦν. ἐμβλέψας (δὲ *k*) αὐτῷ ὁ Ἰησοῦς εἶπεν· σὺ εἶ Σίμων ὁ υἱὸς (Ἰωάννου· *N(K)O*) σὺ κληθήσῃ Κηφᾶς, ὃ ἑρμηνεύεται Πέτρος.
43 The next day, when Jesus wanted to leave to go to Galilee, he found Philip and said to him, “Follow me.”
Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν καὶ εὑρίσκει Φίλιππον καὶ λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀκολούθει μοι.
44 Now Philip was from Bethsaida, the city of Andrew and Peter.
ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδά, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
45 Philip found Nathaniel and said to him, “He of whom Moses wrote in the law, and the prophets, we have found him: Jesus son of Joseph, from Nazareth.”
Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ καὶ λέγει αὐτῷ· ὃν ἔγραψεν Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν (τὸν *ko*) υἱὸν τοῦ Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ.
46 Nathaniel said to him, “Can any good thing come out of Nazareth?” Philip said to him, “Come and see.”
καὶ εἶπεν αὐτῷ Ναθαναήλ· ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; λέγει αὐτῷ (ὁ *no*) Φίλιππος· ἔρχου καὶ ἴδε.
47 Jesus saw Nathaniel coming to him and said about him, “See, a true Israelite, in whom is no deceit!”
Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν καὶ λέγει περὶ αὐτοῦ· ἴδε ἀληθῶς Ἰσραηλίτης ἐν ᾧ δόλος οὐκ ἔστιν.
48 Nathaniel said to him, “How do you know me?” Jesus answered and said to him, “Before Philip called you, when you were under the fig tree, I saw you.”
λέγει αὐτῷ Ναθαναήλ· πόθεν με γινώσκεις; ἀπεκρίθη (ὁ *k*) Ἰησοῦς καὶ εἶπεν αὐτῷ· πρὸ τοῦ σε Φίλιππον φωνῆσαι ὄντα ὑπὸ τὴν συκῆν εἶδόν σε.
49 Nathaniel replied, “Rabbi, you are the Son of God! You are the King of Israel!”
ἀπεκρίθη αὐτῷ Ναθαναήλ (καὶ λέγει· *k*) ῥαββί, σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ, σὺ (ὁ *k*) βασιλεὺς εἶ τοῦ Ἰσραήλ.
50 Jesus replied and said to him, “Because I said to you, 'I saw you underneath the fig tree,' do you believe? You will see greater things than this.”
Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῷ· ὅτι εἶπόν σοι (ὅτι *no*) εἶδόν σε ὑποκάτω τῆς συκῆς, πιστεύεις; μείζω τούτων ὄψῃ.
51 Then he said, “Truly, truly, I say to you, you will see the heavens opened, and the angels of God ascending and descending upon the Son of Man.”
καὶ λέγει αὐτῷ· ἀμὴν ἀμὴν λέγω ὑμῖν (ἀπ᾽ ἄρτι, *K*) ὄψεσθε τὸν οὐρανὸν ἀνεῳγότα καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ ἀναβαίνοντας καὶ καταβαίνοντας ἐπὶ τὸν υἱὸν τοῦ ἀνθρώπου.