< James 2 >
1 My brothers, do not hold to faith in our Lord Jesus Christ, the Lord of glory, with favoritism toward certain people.
Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης.
2 Suppose that someone enters your meeting wearing gold rings and fine clothes, and there also enters a poor man in dirty clothes.
ἐὰν γὰρ εἰσέλθῃ εἰς (τὴν *k*) συναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι
3 If you look at the person wearing fine clothes and say, “You sit here in a good place,” but you say to the poor man, “You stand over there” or “Sit at my feet,”
(καὶ *ko*) ἐπιβλέψητε (δὲ *no*) ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ εἴπητε (αὐτῷ· *k*) σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε· σὺ στῆθι ἐκεῖ ἢ κάθου (ὧδε *k*) ὑπὸ τὸ ὑποπόδιόν μου,
4 are you not judging among yourselves? Have you not become judges with evil thoughts?
(καὶ *ko*) οὐ διεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν;
5 Listen, my beloved brothers, did not God choose the poor of the world to be rich in faith and to be heirs of the kingdom that he promised to those who love him?
ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί, οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς (τῷ κόσμῳ *N(k)O*) (τούτου *k*) πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν;
6 But you have dishonored the poor! Is it not the rich who oppress you? Are they not the ones who drag you to court?
ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια;
7 Do they not insult the good name by which you have been called?
οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφ᾽ ὑμᾶς;
8 If, however, you fulfill the royal law according to the scripture, “You shall love your neighbor as yourself,” you do well.
εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν· ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε·
9 But if you favor certain people, you are committing sin, and you are convicted by the law as lawbreakers.
εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται.
10 For whoever obeys the whole law, except that he stumbles in just a single way, has become guilty of breaking the whole law.
ὅστις γὰρ ὅλον τὸν νόμον (τηρήσῃ, πταίσῃ *N(k)O*) δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος.
11 For the one who said, “Do not commit adultery,” also said, “Do not murder.” If you do not commit adultery, but if you do commit murder, you have become a lawbreaker.
ὁ γὰρ εἰπὼν μὴ (μοιχεύσῃς, *NK(o)*) εἶπεν καὶ μὴ (φονεύσῃς. *NK(o)*) εἰ δὲ οὐ (μοιχεύεις φονεύεις *N(k)O*) δέ, γέγονας παραβάτης νόμου.
12 So speak and act as those who will be judged by means of the law of freedom.
οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι.
13 For judgment comes without mercy to those who have shown no mercy. Mercy triumphs over judgment.
ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος· (καὶ *k*) (κατακαυχᾶται ἔλεος *NK(o)*) κρίσεως.
14 What good is it, my brothers, if someone says he has faith, but he has no works? Can that faith save him?
Τί τὸ ὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν, ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν;
15 Suppose that a brother or sister is badly clothed and lacks food for the day.
ἐὰν (δὲ *k*) ἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ λειπόμενοι (ὦσιν *ko*) τῆς ἐφημέρου τροφῆς,
16 Suppose that one of you says to them, “Go in peace, stay warm and be filled.” If you do not give them the things necessary for the body, what good is that?
εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί τὸ ὄφελος;
17 In the same way faith by itself, if it does not have works, is dead.
οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ἔχῃ ἔργα, νεκρά ἐστιν καθ᾽ ἑαυτήν.
18 Yet someone may say, “You have faith, and I have works.” Show me your faith without works, and I will show you my faith by my works.
Ἀλλ᾽ ἐρεῖ τις· σὺ πίστιν ἔχεις, κἀγὼ κἀγὼ ἔργα ἔχω· δεῖξόν μοι τὴν πίστιν σου (χωρὶς *N(k)O*) τῶν ἔργων (σου, *k*) κἀγώ κἀγώ σοι δείξω ἐκ τῶν ἔργων μου τὴν πίστιν (μου. *k*)
19 You believe that there is one God; you do well. But even the demons believe that, and they tremble.
σὺ πιστεύεις ὅτι εἷς ἐστιν ὁ θεός· καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν.
20 Do you want to know, foolish man, that faith without works is useless?
θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων (ἀργή *N(K)O*) ἐστιν;
21 Was not Abraham our father justified by works when he offered up Isaac his son on the altar?
Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον;
22 You see that faith worked with his works, and that by works his faith was fully developed.
βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη;
23 The scripture was fulfilled that says, “Abraham believed God, and it was counted to him as righteousness,” and he was called a friend of God.
καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην καὶ φίλος θεοῦ ἐκλήθη.
24 You see that it is by works that a man is justified, and not only by faith.
ὁρᾶτε (τοίνυν *K*) ὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον.
25 In the same way also, was not Rahab the prostitute justified by works, when she welcomed the messengers and sent them away by another road?
Ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα;
26 For as the body apart from the spirit is dead, even so faith apart from works is dead.
ὥσπερ γὰρ τὸ σῶμα χωρὶς πνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις χωρὶς (τῶν *ko*) ἔργων νεκρά ἐστιν.