< Hebrews 7 >
1 It was this Melchizedek, king of Salem, priest of God Most High, who met Abraham returning from the slaughter of the kings and blessed him.
Οὗτος γὰρ ὁ Μελχισέδεκ, βασιλεὺς Σαλήμ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου, (ὁ *N(k)O*) συναντήσας Ἀβραὰμ ὑποστρέφοντι ἀπὸ τῆς κοπῆς τῶν βασιλέων καὶ εὐλογήσας αὐτόν,
2 It was to him that Abraham gave a tenth of everything. His name “Melchizedek” means “king of righteousness.” His other title is “king of Salem,” that is, “king of peace.”
ᾧ καὶ δεκάτην ἀπὸ πάντων ἐμέρισεν Ἀβραάμ, πρῶτον μὲν ἑρμηνευόμενος βασιλεὺς δικαιοσύνης ἔπειτα δὲ καὶ βασιλεὺς Σαλήμ, ὅ ἐστιν βασιλεὺς εἰρήνης,
3 He is without father, without mother, without ancestors, with neither beginning of days nor end of life. Instead, he resembles the Son of God, because he remains a priest forever.
ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές.
4 See how great this man was to whom the patriarch Abraham gave a tenth of the things that he had taken in battle.
Θεωρεῖτε δὲ πηλίκος οὗτος, ᾧ καὶ δεκάτην Ἀβραὰμ ἔδωκεν ἐκ τῶν ἀκροθινίων ὁ πατριάρχης.
5 The sons of Levi who receive the priesthood have a command from the law to collect tithes from the people, that is, from their brothers, even though they, too, have come from Abraham's body.
καὶ οἱ μὲν ἐκ τῶν υἱῶν Λευὶ τὴν ἱερατείαν λαμβάνοντες ἐντολὴν ἔχουσιν ἀποδεκατοῦν τὸν λαὸν κατὰ τὸν νόμον, τοῦτ᾽ ἔστιν τοὺς ἀδελφοὺς αὐτῶν, καίπερ ἐξεληλυθότας ἐκ τῆς ὀσφύος Ἀβραάμ.
6 But Melchizedek, whose descent was not traced from them, received tithes from Abraham, and blessed him, the one who had the promises.
ὁ δὲ μὴ γενεαλογούμενος ἐξ αὐτῶν δεδεκάτωκεν (τὸν *k*) Ἀβραάμ· καὶ τὸν ἔχοντα τὰς ἐπαγγελίας εὐλόγηκεν.
7 There is no denying that the lesser person is blessed by the greater person.
χωρὶς δὲ πάσης ἀντιλογίας· τὸ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.
8 In this case, mortal men receive tithes, but in that case it is testified that he lives on.
καὶ ὧδε μὲν δεκάτας ἀποθνῄσκοντες ἄνθρωποι λαμβάνουσιν ἐκεῖ δὲ μαρτυρούμενος ὅτι ζῇ.
9 And, in a manner of speaking, Levi, who received tithes, also paid tithes through Abraham,
καὶ ὡς ἔπος εἰπεῖν· δι᾽ Ἀβραὰμ καὶ Λευὶ ὁ δεκάτας λαμβάνων δεδεκάτωται.
10 because Levi was in the body of his ancestor when Melchizedek met Abraham.
ἔτι γὰρ ἐν τῇ ὀσφύϊ τοῦ πατρὸς ἦν ὅτε συνήντησεν αὐτῷ (ὁ *k*) Μελχισέδεκ.
11 Now if perfection were possible through the Levitical priesthood (for under it the people received the law), what further need would there have been for another priest to arise after the manner of Melchizedek, and not be considered to be after the manner of Aaron?
Εἰ μὲν οὖν τελείωσις διὰ τῆς Λευιτικῆς ἱερωσύνης ἦν, ὁ λαὸς γὰρ ἐπ᾽ (αὐτῆς νενομοθέτηται, *N(k)O*) τίς ἔτι χρεία κατὰ τὴν τάξιν Μελχισέδεκ ἕτερον ἀνίστασθαι ἱερέα καὶ οὐ κατὰ τὴν τάξιν Ἀαρὼν λέγεσθαι;
12 For when the priesthood is changed, the law must also be changed.
μετατιθεμένης γὰρ τῆς ἱερωσύνης ἐξ ἀνάγκης καὶ νόμου μετάθεσις γίνεται.
13 For the one about whom these things are said belongs to another tribe, from which no one has ever served at the altar.
ἐφ᾽ ὃν γὰρ λέγεται ταῦτα, φυλῆς ἑτέρας μετέσχηκεν, ἀφ᾽ ἧς οὐδεὶς προσέσχηκεν τῷ θυσιαστηρίῳ.
14 Now clearly, it is from Judah that our Lord was born, a tribe that Moses never mentioned concerning priests.
πρόδηλον γὰρ ὅτι ἐξ Ἰούδα ἀνατέταλκεν ὁ κύριος ἡμῶν εἰς ἣν φυλὴν περὶ (ἱερέων *N(K)O*) οὐδὲν Μωϋσῆς ἐλάλησεν.
15 What we say is clearer yet if another priest arises in the likeness of Melchizedek.
Καὶ περισσότερον ἔτι κατάδηλόν ἐστιν, εἰ κατὰ τὴν ὁμοιότητα Μελχισέδεκ ἀνίσταται ἱερεὺς ἕτερος,
16 It was not based on the law of fleshly descent that he became a priest, but instead was based on the power of an everlasting life.
ὃς οὐ κατὰ νόμον ἐντολῆς (σαρκίνης *N(k)O*) γέγονεν ἀλλὰ κατὰ δύναμιν ζωῆς ἀκαταλύτου·
17 For scripture witnesses about him: “You are a priest forever after the manner of Melchizedek.” (aiōn )
(μαρτυρεῖται *N(k)O*) γὰρ ὅτι σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισέδεκ. (aiōn )
18 For the former regulation is set aside because it is weak and useless,
Ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές,
19 (for the law made nothing perfect), and a better hope is introduced, through which we come near to God.
οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος δι᾽ ἧς ἐγγίζομεν τῷ θεῷ.
20 And it was not without an oath! Others became priests without any oath,
καὶ καθ᾽ ὅσον οὐ χωρὶς ὁρκωμοσίας.
21 but he became a priest when God said to him, “The Lord has sworn and he will not change his mind: 'You are a priest forever.'” (aiōn )
οἱ μὲν γὰρ χωρὶς ὁρκωμοσίας εἰσὶν ἱερεῖς γεγονότες, ὁ δὲ μετὰ ὁρκωμοσίας διὰ τοῦ λέγοντος πρὸς αὐτόν· ὤμοσεν κύριος καὶ οὐ μεταμεληθήσεται· σὺ ἱερεὺς εἰς τὸν αἰῶνα (κατὰ τὴν τάξιν Μελχισεδέκ· *K*) (aiōn )
22 By this also Jesus has given the guarantee of a better covenant.
κατὰ τοσοῦτο (καὶ *no*) κρείττονος διαθήκης γέγονεν ἔγγυος Ἰησοῦς.
23 The former priests were many in number, since death prevented them from continuing in office.
Καὶ οἱ μὲν πλείονές εἰσιν γεγονότες ἱερεῖς διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν·
24 But because Jesus continues to live forever, he has a permanent priesthood. (aiōn )
ὁ δὲ διὰ τὸ μένειν αὐτὸν εἰς τὸν αἰῶνα ἀπαράβατον ἔχει τὴν ἱερωσύνην· (aiōn )
25 Therefore he is also able to save completely those who approach God through him, because he always lives to intercede for them.
ὅθεν καὶ σῴζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι᾽ αὐτοῦ τῷ θεῷ πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν.
26 For such a high priest is suitable for us. He is sinless, blameless, pure, separated from sinners, and has become higher than the heavens.
Τοιοῦτος γὰρ ἡμῖν (καὶ *no*) ἔπρεπεν ἀρχιερεύς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος·
27 He does not need, unlike the high priests, to offer up daily sacrifices, first for his own sins, and then for the sins of the people. He did this once for all, when he offered himself.
ὃς οὐκ ἔχει καθ᾽ ἡμέραν ἀνάγκην ὥσπερ οἱ ἀρχιερεῖς πρότερον ὑπὲρ τῶν ἰδίων ἁμαρτιῶν θυσίας ἀναφέρειν ἔπειτα τῶν τοῦ λαοῦ· τοῦτο γὰρ ἐποίησεν ἐφάπαξ ἑαυτὸν ἀνενέγκας.
28 For the law appoints as high priests men who have weaknesses. But the word of the oath, which came after the law, appointed a Son, who has been made perfect forever. (aiōn )
ὁ νόμος γὰρ ἀνθρώπους καθίστησιν ἀρχιερεῖς ἔχοντας ἀσθένειαν, ὁ λόγος δὲ τῆς ὁρκωμοσίας τῆς μετὰ τὸν νόμον υἱὸν εἰς τὸν αἰῶνα τετελειωμένον. (aiōn )