< Galatians 1 >
1 Paul, an apostle—not an apostle from men nor by human agency, but through Jesus Christ and God the Father, who raised him from the dead—
Παῦλος ἀπόστολος οὐκ ἀπ᾽ ἀνθρώπων οὐδὲ δι᾽ ἀνθρώπου, ἀλλὰ διὰ Ἰησοῦ χριστοῦ καὶ θεοῦ πατρὸς τοῦ ἐγείραντος αὐτὸν ἐκ νεκρῶν,
2 and all the brothers with me, to the churches of Galatia:
καὶ οἱ σὺν ἐμοὶ πάντες ἀδελφοί, ταῖς ἐκκλησίαις τῆς Γαλατίας·
3 Grace to you and peace from God our Father and the Lord Jesus Christ,
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ,
4 who gave himself for our sins so that he might deliver us from this present evil age, according to the will of our God and Father, (aiōn )
τοῦ δόντος ἑαυτὸν περὶ τῶν ἁμαρτιῶν ἡμῶν, ὅπως ἐξέληται ἡμᾶς ἐκ τοῦ αἰῶνος τοῦ ἐνεστῶτος πονηροῦ, κατὰ τὸ θέλημα τοῦ θεοῦ καὶ πατρὸς ἡμῶν, (aiōn )
5 to him be the glory forever and ever. Amen. (aiōn )
ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ἀμήν. (aiōn )
6 I am amazed that you are turning away so quickly from him who called you by the grace of Christ. I am amazed that you are turning to a different gospel.
Θαυμάζω ὅτι οὕτως ταχέως μετατίθεσθε ἀπὸ τοῦ καλέσαντος ὑμᾶς ἐν χάριτι χριστοῦ εἰς ἕτερον εὐαγγέλιον,
7 This is not to say that there is another gospel, but there are some men who cause you trouble and want to change the gospel of Christ.
ὃ οὐκ ἔστιν ἄλλο, εἰ μή τινές εἰσιν οἱ ταράσσοντες ὑμᾶς καὶ θέλοντες μεταστρέψαι τὸ εὐαγγέλιον τοῦ χριστοῦ.
8 But even if we or an angel from heaven should proclaim to you a gospel other than the one we proclaimed to you, let him be cursed.
ἀλλὰ καὶ ἐὰν ἡμεῖς ἢ ἄγγελος ἐξ οὐρανοῦ εὐαγγελίζηται ὑμῖν παρ᾽ ὃ εὐηγγελισάμεθα ὑμῖν, ἀνάθεμα ἔστω.
9 As we have said before, so now I say again, “If someone proclaims to you a gospel other than the one you received, let him be cursed.”
ὡς προειρήκαμεν, καὶ ἄρτι πάλιν λέγω, εἴ τις ὑμᾶς εὐαγγελίζεται παρ᾽ ὃ παρελάβετε, ἀνάθεμα ἔστω.
10 For am I now seeking the approval of men or God? Am I seeking to please men? If I am still trying to please men, I am not a servant of Christ.
ἄρτι γὰρ ἀνθρώπους πείθω, ἢ τὸν θεόν; ἢ ζητῶ ἀνθρώποις ἀρέσκειν; εἰ ἔτι ἀνθρώποις ἤρεσκον, χριστοῦ δοῦλος οὐκ ἂν ἤμην.
11 For I want you to know, brothers, that the gospel I proclaimed is not man's gospel.
Γνωρίζω γὰρ ὑμῖν, ἀδελφοί, τὸ εὐαγγέλιον τὸ εὐαγγελισθὲν ὑπ᾽ ἐμοῦ, ὅτι οὐκ ἔστιν κατὰ ἄνθρωπον·
12 I did not receive it from any man, nor was I taught it. Instead, it was by revelation of Jesus Christ to me.
οὐδὲ γὰρ ἐγὼ παρὰ ἀνθρώπου παρέλαβον αὐτὸ οὐδὲ ἐδιδάχθην, ἀλλὰ δι᾽ ἀποκαλύψεως Ἰησοῦ χριστοῦ.
13 You have heard about my former life in Judaism, how I was persecuting the church of God beyond measure and that I was trying to destroy it.
ἠκούσατε γὰρ τὴν ἐμὴν ἀναστροφήν ποτε ἐν τῷ Ἰουδαϊσμῷ, ὅτι καθ᾽ ὑπερβολὴν ἐδίωκον τὴν ἐκκλησίαν τοῦ θεοῦ καὶ ἐπόρθουν αὐτήν·
14 I advanced in Judaism beyond many of those who were my own age, from out of my own people. That is how extremely zealous I was for the traditions of my fathers.
καὶ προέκοπτον ἐν τῷ Ἰουδαϊσμῷ ὑπὲρ πολλοὺς συνηλικιώτας ἐν τῷ γένει μου, περισσοτέρως ζηλωτὴς ὑπάρχων τῶν πατρικῶν μου παραδόσεων.
15 But when God, who had set me apart from my mother's womb, and who called me through his grace,
ὅτε δὲ εὐδόκησεν ὁ θεὸς ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου καὶ καλέσας διὰ τῆς χάριτος αὐτοῦ
16 was pleased to reveal his Son in me, so that I would proclaim him among the Gentiles, I did not immediately consult with flesh and blood.
ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί, ἵνα εὐαγγελίζωμαι αὐτὸν ἐν τοῖς ἔθνεσιν, εὐθέως οὐ προσανεθέμην σαρκὶ καὶ αἵματι,
17 I did not go up to Jerusalem to those who had become apostles before me. Instead, I went to Arabia and then returned to Damascus.
οὐδὲ ἀνῆλθον εἰς Ἱεροσόλυμα πρὸς τοὺς πρὸ ἐμοῦ ἀποστόλους, ἀλλὰ ἀπῆλθον εἰς Ἀραβίαν, καὶ πάλιν ὑπέστρεψα εἰς Δαμασκόν.
18 Then after three years I went up to Jerusalem to get to know Cephas and I stayed with him fifteen days.
ἔπειτα μετὰ ἔτη τρία ἀνῆλθον εἰς Ἱεροσόλυμα ἱστορῆσαι Κηφᾶν, καὶ ἐπέμεινα πρὸς αὐτὸν ἡμέρας δεκαπέντε·
19 But I saw none of the other apostles except James, the Lord's brother.
ἕτερον δὲ τῶν ἀποστόλων οὐκ εἶδον, εἰ μὴ Ἰάκωβον τὸν ἀδελφὸν τοῦ κυρίου.
20 In what I write to you, I assure you before God, that I am not lying.
ἃ δὲ γράφω ὑμῖν, ἰδοὺ ἐνώπιον τοῦ θεοῦ ὅτι οὐ ψεύδομαι.
21 Then I went to the regions of Syria and Cilicia.
ἔπειτα ἦλθον εἰς τὰ κλίματα τῆς Συρίας καὶ τῆς Κιλικίας·
22 I was still not personally known to the churches of Judea that are in Christ.
ἤμην δὲ ἀγνοούμενος τῷ προσώπῳ ταῖς ἐκκλησίαις τῆς Ἰουδαίας ταῖς ἐν χριστῷ,
23 They only heard it being said, “The man who once persecuted us is now proclaiming the faith he once tried to destroy.”
μόνον δὲ ἀκούοντες ἦσαν ὅτι Ὁ διώκων ἡμᾶς ποτὲ νῦν εὐαγγελίζεται τὴν πίστιν ἥν ποτε ἐπόρθει·
24 So they glorified God because of me.
καὶ ἐδόξαζον ἐν ἐμοὶ τὸν θεόν.