< Galatians 5 >
1 For freedom Christ has set us free. Stand firm, therefore, and do not again be put under the control of a yoke of slavery.
τῇ ἐλευθερίᾳ (ᾗ *k*) ἡμᾶς Χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
2 Look, I, Paul, say to you that if you let yourselves be circumcised, Christ will not benefit you in any way.
Ἴδε ἐγὼ Παῦλος λέγω ὑμῖν ὅτι ἐὰν περιτέμνησθε, Χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει·
3 I testify again to every man who lets himself be circumcised that he is obligated to obey the whole law.
μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι.
4 You are cut off from Christ, you who would be justified by the law; you no longer experience grace.
κατηργήθητε ἀπὸ (τοῦ *k*) Χριστοῦ οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε.
5 For through the Spirit, by faith, we eagerly wait for the hope of righteousness.
ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα.
6 In Christ Jesus neither circumcision nor uncircumcision means anything, but only faith working through love.
ἐν γὰρ Χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει οὔτε ἀκροβυστία ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη.
7 You were running well. Who prevented you from obeying the truth?
ἐτρέχετε καλῶς· τίς ὑμᾶς (ἐνέκοψεν *N(k)O*) τῇ ἀληθείᾳ μὴ πείθεσθαι;
8 This persuasion does not come from him who calls you!
ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς.
9 A little yeast makes the whole batch of dough rise.
μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ.
10 I have confidence in the Lord that you will take no other view. The one who is troubling you will pay the penalty, whoever he is.
ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα ὅστις (ἐὰν *N(k)O*) ᾖ.
11 Brothers, if I still proclaim circumcision, why am I still being persecuted? In that case the stumbling block of the cross has been removed.
Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ.
12 As for those who are disturbing you, I wish they would castrate themselves!
ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
13 For you were called to freedom, brothers. But do not use your freedom as an opportunity for the sinful nature; rather, through love serve one another.
ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις.
14 For the whole law is fulfilled in one command: “You must love your neighbor as yourself.”
ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ (πεπλήρωται, *N(k)O*) ἐν τῷ ἀγαπήσεις τὸν πλησίον σου ὡς (σεαυτόν. *NK(O)*)
15 But if you bite and devour one another, watch out that you are not consumed by one another.
εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπ᾽ ἀλλήλων ἀναλωθῆτε.
16 But I say, walk by the Spirit and you will not carry out the desires of the sinful nature.
Λέγω δέ, πνεύματι περιπατεῖτε καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε.
17 For the desires of the sinful nature are against the Spirit, and the desires of the Spirit are against the sinful nature. For these are in conflict with each other, so that you cannot do the things you want.
ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα (γὰρ *N(k)O*) ἀλλήλοις ἀντίκειται, ἵνα μὴ ἃ (ἐὰν *N(k)O*) θέλητε, ταῦτα ποιῆτε.
18 But if you are led by the Spirit, you are not under the law.
εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον.
19 Now the works of the sinful nature are evident: sexual immorality, impurity, depravity,
φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκὸς ἅτινά ἐστιν (μοιχεία *K*) πορνεία, ἀκαθαρσία, ἀσέλγεια,
20 idolatry, sorcery, hostilities, strife, jealousy, outbursts of anger, rivalry, dissension, divisions,
εἰδωλολατρία, (φαρμακεία, *NK(o)*) ἔχθραι, ἔρις, (ζῆλος, *N(k)O*) θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις,
21 envy, drunkenness, drunken celebrations, and things like these. I warn you, as I warned you before, that those who practice such things will not inherit the kingdom of God.
φθόνοι, (φόνοι, *KO*) μέθαι, κῶμοι, καὶ τὰ ὅμοια τούτοις· ἃ προλέγω ὑμῖν καθὼς (καὶ *k*) προεῖπον ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν.
22 But the fruit of the Spirit is love, joy, peace, patience, kindness, goodness, faith,
ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις,
23 gentleness, and self-control; against such things there is no law.
πραΰτης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος.
24 Those who belong to Christ Jesus have crucified the sinful nature with its passions and desires.
οἱ δὲ τοῦ Χριστοῦ (Ἰησοῦ *NO*) τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.
25 If we live by the Spirit, let us also walk by the Spirit.
εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν.
26 Let us not become conceited, provoking one another, envying one another.
μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.