< Acts 25 >

1 Now, Festus entered the province, and after three days, he went from Caesarea up to Jerusalem.
Φῆστος οὖν ἐπιβὰς τῇ ἐπαρχείᾳ μετὰ τρεῖς ἡμέρας ἀνέβη εἰς Ἱεροσόλυμα ἀπὸ Καισαρείας,
2 The chief priest and the prominent Jews brought accusations against Paul, and they urged him
ἐνεφάνισάν ⸀τεαὐτῷ ⸂οἱ ἀρχιερεῖς καὶ οἱ πρῶτοι τῶν Ἰουδαίων κατὰ τοῦ Παύλου, καὶ παρεκάλουν αὐτὸν
3 and asked him for a favor that would put Paul in danger—that Festus might summon Paul to Jerusalem so that they could kill him along the way.
αἰτούμενοι χάριν κατʼ αὐτοῦ ὅπως μεταπέμψηται αὐτὸν εἰς Ἰερουσαλήμ, ἐνέδραν ποιοῦντες ἀνελεῖν αὐτὸν κατὰ τὴν ὁδόν.
4 Festus answered that Paul was being held at Caesarea, and that he himself was going there soon.
ὁ μὲν οὖν Φῆστος ἀπεκρίθη τηρεῖσθαι τὸν Παῦλον ⸂εἰς Καισάρειαν, ἑαυτὸν δὲ μέλλειν ἐν τάχει ἐκπορεύεσθαι·
5 “Therefore, those who can,” he said, “should go there with us. If there is something wrong with the man, you should accuse him.”
Οἱ οὖν ⸂ἐν ὑμῖν, φησίν, δυνατοὶ⸃ συγκαταβάντες εἴ τί ἐστιν ἐν τῷ ἀνδρὶ ⸀ἄτοπον κατηγορείτωσαν αὐτοῦ.
6 Festus stayed not more than eight or ten days and then he went down to Caesarea, and on the next day he sat in the judgment seat and commanded Paul to be brought to him.
Διατρίψας δὲ ἐν αὐτοῖς ἡμέρας ⸂οὐ πλείους ὀκτὼ ἢ δέκα, καταβὰς εἰς Καισάρειαν, τῇ ἐπαύριον καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσεν τὸν Παῦλον ἀχθῆναι.
7 When he arrived, the Jews from Jerusalem stood nearby, and they brought many serious charges which they could not prove.
παραγενομένου δὲ αὐτοῦ περιέστησαν ⸀αὐτὸνοἱ ἀπὸ Ἱεροσολύμων καταβεβηκότες Ἰουδαῖοι, πολλὰ καὶ βαρέα αἰτιώματα ⸀καταφέροντεςἃ οὐκ ἴσχυον ἀποδεῖξαι,
8 Paul defended himself and said, “I have done nothing wrong against the law of the Jews or against the temple or against Caesar.”
⸂τοῦ Παύλου ἀπολογουμένου ὅτι Οὔτε εἰς τὸν νόμον τῶν Ἰουδαίων οὔτε εἰς τὸ ἱερὸν οὔτε εἰς Καίσαρά τι ἥμαρτον.
9 But Festus wanted to gain the favor of the Jews, and so he answered Paul and said, “Do you want to go up to Jerusalem and to be judged by me about these things there?”
ὁ Φῆστος δὲ ⸂θέλων τοῖς Ἰουδαίοις χάριν καταθέσθαι ἀποκριθεὶς τῷ Παύλῳ εἶπεν· Θέλεις εἰς Ἱεροσόλυμα ἀναβὰς ἐκεῖ περὶ τούτων ⸀κριθῆναιἐπʼ ἐμοῦ;
10 Paul said, “I stand before the judgment seat of Caesar where I must be judged. I have wronged no Jews, just as you also very well know.
εἶπεν δὲ ὁ Παῦλος· ⸂Ἐπὶ τοῦ βήματος Καίσαρος ἑστώς εἰμι, οὗ με δεῖ κρίνεσθαι. Ἰουδαίους οὐδὲν ⸀ἠδίκησα ὡς καὶ σὺ κάλλιον ἐπιγινώσκεις.
11 Though if I have done wrong and if I have done what is worthy of death, I do not refuse to die. But if their accusations are nothing, no one may hand me over to them. I appeal to Caesar.”
εἰ μὲν ⸀οὖνἀδικῶ καὶ ἄξιον θανάτου πέπραχά τι, οὐ παραιτοῦμαι τὸ ἀποθανεῖν· εἰ δὲ οὐδέν ἐστιν ὧν οὗτοι κατηγοροῦσίν μου, οὐδείς με δύναται αὐτοῖς χαρίσασθαι· Καίσαρα ἐπικαλοῦμαι.
12 After Festus talked with the council, he answered, “You have appealed to Caesar. To Caesar you will go!”
τότε ὁ Φῆστος συλλαλήσας μετὰ τοῦ συμβουλίου ἀπεκρίθη· Καίσαρα ἐπικέκλησαι, ἐπὶ Καίσαρα πορεύσῃ.
13 Now after some days, King Agrippa and Bernice arrived at Caesarea to pay an official visit to Festus.
Ἡμερῶν δὲ διαγενομένων τινῶν Ἀγρίππας ὁ βασιλεὺς καὶ Βερνίκη κατήντησαν εἰς Καισάρειαν ἀσπασάμενοι τὸν Φῆστον.
14 After he had been there for many days, Festus presented Paul's case to the king; he said, “A certain man was left behind here by Felix as a prisoner.
ὡς δὲ πλείους ἡμέρας ⸀διέτριβονἐκεῖ, ὁ Φῆστος τῷ βασιλεῖ ἀνέθετο τὰ κατὰ τὸν Παῦλον λέγων· Ἀνήρ τίς ἐστιν καταλελειμμένος ὑπὸ Φήλικος δέσμιος,
15 When I was in Jerusalem, the chief priests and the elders of the Jews brought charges against this man to me, and they asked for a sentence of condemnation against him.
περὶ οὗ γενομένου μου εἰς Ἱεροσόλυμα ἐνεφάνισαν οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τῶν Ἰουδαίων, αἰτούμενοι κατʼ αὐτοῦ ⸀καταδίκην
16 I answered them that it was not the custom of the Romans to hand over anyone before the accused had faced his accusers and had an opportunity to defend himself against the charges.
πρὸς οὓς ἀπεκρίθην ὅτι οὐκ ἔστιν ἔθος Ῥωμαίοις χαρίζεσθαί τινα ⸀ἄνθρωπονπρὶν ἢ ὁ κατηγορούμενος κατὰ πρόσωπον ἔχοι τοὺς κατηγόρους τόπον τε ἀπολογίας λάβοι περὶ τοῦ ἐγκλήματος.
17 Therefore, when they came together here, I did not wait, but the next day I sat in the judgment seat and I ordered the man to be brought in.
συνελθόντων ⸀οὖνἐνθάδε ἀναβολὴν μηδεμίαν ποιησάμενος τῇ ἑξῆς καθίσας ἐπὶ τοῦ βήματος ἐκέλευσα ἀχθῆναι τὸν ἄνδρα·
18 When the accusers stood up and accused him, I thought that none of the charges that they brought against him were serious.
περὶ οὗ σταθέντες οἱ κατήγοροι οὐδεμίαν αἰτίαν ⸀ἔφερονὧν ⸂ἐγὼ ὑπενόουν ⸀πονηρῶν
19 Instead, they had certain disputes with him about their own religion and about a certain Jesus who was dead, whom Paul claims to be alive.
ζητήματα δέ τινα περὶ τῆς ἰδίας δεισιδαιμονίας εἶχον πρὸς αὐτὸν καὶ περί τινος Ἰησοῦ τεθνηκότος, ὃν ἔφασκεν ὁ Παῦλος ζῆν.
20 I was not certain about how to investigate this matter, and so I asked him if he was willing to go to Jerusalem to stand trial there about these charges.
ἀπορούμενος δὲ ἐγὼ τὴν περὶ ⸀τούτωνζήτησιν ἔλεγον εἰ βούλοιτο πορεύεσθαι εἰς ⸀Ἱεροσόλυμακἀκεῖ κρίνεσθαι περὶ τούτων.
21 But when Paul appealed to be kept in custody while awaiting the decision of the emperor, I ordered him to be held in custody until I could send him to Caesar.”
τοῦ δὲ Παύλου ἐπικαλεσαμένου τηρηθῆναι αὐτὸν εἰς τὴν τοῦ Σεβαστοῦ διάγνωσιν, ἐκέλευσα τηρεῖσθαι αὐτὸν ἕως οὗ ⸀ἀναπέμψωαὐτὸν πρὸς Καίσαρα.
22 Agrippa spoke to Festus, “I would also like to listen to this man.” “Tomorrow,” Festus said, “you will hear him.”
Ἀγρίππας δὲ πρὸς τὸν ⸀Φῆστον Ἐβουλόμην καὶ αὐτὸς τοῦ ἀνθρώπου ἀκοῦσαι. ⸀Αὔριον φησίν, ἀκούσῃ αὐτοῦ.
23 So on the next day, Agrippa and Bernice came with much ceremony; they came into the hall with the military officers and with the prominent men of the city. When Festus spoke the command, Paul was brought to them.
Τῇ οὖν ἐπαύριον ἐλθόντος τοῦ Ἀγρίππα καὶ τῆς Βερνίκης μετὰ πολλῆς φαντασίας καὶ εἰσελθόντων εἰς τὸ ἀκροατήριον σύν ⸀τεχιλιάρχοις καὶ ἀνδράσιν τοῖς κατʼ ⸀ἐξοχὴντῆς πόλεως καὶ κελεύσαντος τοῦ Φήστου ἤχθη ὁ Παῦλος.
24 Festus said, “King Agrippa, and all you men who are here with us, you see this man; all the multitude of Jews consulted with me in Jerusalem and here also, and they shouted to me that he should no longer live.
καί φησιν ὁ Φῆστος· Ἀγρίππα βασιλεῦ καὶ πάντες οἱ συμπαρόντες ἡμῖν ἄνδρες, θεωρεῖτε τοῦτον περὶ οὗ ⸀ἅπαντὸ πλῆθος τῶν Ἰουδαίων ⸀ἐνέτυχόνμοι ἔν τε Ἱεροσολύμοις καὶ ἐνθάδε, ⸀βοῶντεςμὴ δεῖν ⸂αὐτὸν ζῆν μηκέτι.
25 I learned that he had done nothing worthy of death; but because he appealed to the emperor, I decided to send him.
ἐγὼ δὲ ⸀κατελαβόμηνμηδὲν ἄξιον ⸂αὐτὸν θανάτου πεπραχέναι, ⸀αὐτοῦδὲ τούτου ἐπικαλεσαμένου τὸν Σεβαστὸν ἔκρινα ⸀πέμπειν
26 But I do not have something definite to write to the emperor. For this reason, I have brought him to you, especially to you, King Agrippa, so that I might have something more to write about the case.
περὶ οὗ ἀσφαλές τι γράψαι τῷ κυρίῳ οὐκ ἔχω· διὸ προήγαγον αὐτὸν ἐφʼ ὑμῶν καὶ μάλιστα ἐπὶ σοῦ, βασιλεῦ Ἀγρίππα, ὅπως τῆς ἀνακρίσεως γενομένης σχῶ τί ⸀γράψω
27 For it seems unreasonable for me to send a prisoner and to not also state the charges against him.”
ἄλογον γάρ μοι δοκεῖ πέμποντα δέσμιον μὴ καὶ τὰς κατʼ αὐτοῦ αἰτίας σημᾶναι.

< Acts 25 >