< Acts 18 >

1 After these things Paul left Athens and went to Corinth.
⸀Μετὰταῦτα ⸀χωρισθεὶςἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον.
2 There he met a Jew named Aquila, a native of Pontus, who had recently come from Italy with his wife Priscilla, because Claudius had commanded all the Jews to leave Rome. Paul went to them,
καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ διὰ τὸ ⸀διατεταχέναιΚλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ⸀ἀπὸτῆς Ῥώμης, προσῆλθεν αὐτοῖς,
3 and because he worked at the same trade, he stayed with them and worked, for they were tentmakers by trade.
καὶ διὰ τὸ ὁμότεχνον εἶναι ἔμενεν παρʼ αὐτοῖς καὶ ⸀ἠργάζετο ἦσαν γὰρ σκηνοποιοὶ ⸂τῇ τέχνῃ.
4 So Paul reasoned in the synagogue every Sabbath. He persuaded both Jews and Greeks.
διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.
5 But when Silas and Timothy came down from Macedonia, Paul was compelled by the Spirit to testify to the Jews that Jesus was the Christ.
Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος, συνείχετο τῷ ⸀λόγῳὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις ⸀εἶναιτὸν χριστὸν Ἰησοῦν.
6 When the Jews opposed and insulted him, Paul shook out his garment at them and said to them, “May your blood be upon your own heads; I am innocent. From now on I will go to the Gentiles.”
ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων ἐκτιναξάμενος τὰ ἱμάτια εἶπεν πρὸς αὐτούς· Τὸ αἷμα ὑμῶν ἐπὶ τὴν κεφαλὴν ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι.
7 Then he left from there and went to the house of Titius Justus, a man who worshiped God. His house was next to the synagogue.
καὶ μεταβὰς ἐκεῖθεν ⸀εἰσῆλθενεἰς οἰκίαν τινὸς ὀνόματι ⸀ΤιτίουἸούστου σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ.
8 Crispus, the leader of the synagogue, believed in the Lord, together with all those who lived in his house; and many of the Corinthians who heard about it believed and were baptized.
Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ, καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο.
9 The Lord said to Paul in the night in a vision, “Do not be afraid, but speak and do not be silent.
εἶπεν δὲ ὁ κύριος ⸂ἐν νυκτὶ διʼ ὁράματος τῷ Παύλῳ· Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς,
10 For I am with you, and no one will try to harm you, for I have many people in this city.”
διότι ἐγώ εἰμι μετὰ σοῦ καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε, διότι λαός ἐστί μοι πολὺς ἐν τῇ πόλει ταύτῃ.
11 Paul lived there for a year and six months, teaching the word of God among them.
ἐκάθισεν ⸀δὲἐνιαυτὸν καὶ μῆνας ἓξ διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.
12 But when Gallio became governor of Achaia, the Jews rose up together against Paul and brought him before the judgment seat;
Γαλλίωνος δὲ ⸂ἀνθυπάτου ὄντος τῆς Ἀχαΐας κατεπέστησαν ⸂ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι τῷ Παύλῳ καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα,
13 they said, “This man persuades people to worship God contrary to the law.”
λέγοντες ὅτι Παρὰ τὸν νόμον ⸂ἀναπείθει οὗτος τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν.
14 Yet when Paul was about to speak, Gallio said to the Jews, “You Jews, if indeed it were a matter of wrong or a crime, it would be reasonable to deal with you.
μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους· Εἰ ⸀μὲνἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἀνεσχόμην ὑμῶν·
15 But since these are questions about words and names and your own law, settle it yourselves. I do not wish to be a judge of these matters.”
εἰ δὲ ⸀ζητήματάἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθʼ ὑμᾶς, ὄψεσθε αὐτοί· ⸀κριτὴςἐγὼ τούτων οὐ βούλομαι εἶναι.
16 Gallio made them leave the judgment seat.
καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος.
17 So they all seized Sosthenes, the ruler of the synagogue, and beat him in front of the judgment seat. But Gallio did not care what they did.
ἐπιλαβόμενοι δὲ ⸀πάντεςΣωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος· καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ⸀ἔμελεν
18 Paul, after staying there for many more days, left the brothers and sailed for Syria with Priscilla and Aquila. Before he left the seaport, Cenchrea, he had his hair cut off because of a vow he had taken.
Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανὰς τοῖς ἀδελφοῖς ἀποταξάμενος ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ⸂ἐν Κεγχρεαῖς τὴν κεφαλήν, εἶχεν γὰρ εὐχήν.
19 When they came to Ephesus, Paul left Priscilla and Aquila there, but he himself went into the synagogue and reasoned with the Jews.
⸀κατήντησανδὲ εἰς Ἔφεσον, κἀκείνους κατέλιπεν αὐτοῦ, αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν ⸀διελέξατοτοῖς Ἰουδαίοις.
20 When they asked Paul to stay a longer time, he declined.
ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον ⸀μεῖναιοὐκ ἐπένευσεν,
21 But taking his leave of them, he said, “I will return again to you if it is God's will.” He then set sail from Ephesus.
⸂ἀλλὰ ἀποταξάμενος καὶ ⸀εἰπών ⸀Πάλιν ἀνακάμψω πρὸς ὑμᾶς τοῦ θεοῦ θέλοντος ἀνήχθη ἀπὸ τῆς Ἐφέσου,
22 When Paul had landed at Caesarea, he went up and greeted the Jerusalem church and then went down to Antioch.
καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν,
23 After having spent some time there, Paul departed and went through the regions of Galatia and Phrygia and strengthened all the disciples.
καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ⸀στηρίζωνπάντας τοὺς μαθητάς.
24 Now a certain Jew named Apollos, an Alexandrian by birth, came to Ephesus. He was eloquent in speech and mighty in the scriptures.
Ἰουδαῖος δέ τις Ἀπολλῶς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς.
25 Apollos had been instructed in the teachings of the Lord. Being fervent in spirit, he spoke and taught accurately the things concerning Jesus, but he knew only the baptism of John.
οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ τοῦ ⸀Ἰησοῦ ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου.
26 Apollos began to speak boldly in the synagogue. But when Priscilla and Aquila heard him, they took him aside and explained to him the way of God more accurately.
οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ· ἀκούσαντες δὲ αὐτοῦ ⸂Πρίσκιλλα καὶ Ἀκύλας προσελάβοντο αὐτὸν καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ⸂ὁδὸν τοῦ θεοῦ.
27 When he desired to pass over into Achaia, the brothers encouraged him and wrote to the disciples in Achaia to welcome him. When he arrived, he greatly helped those who believed by grace.
βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος·
28 Apollos powerfully refuted the Jews in public debate, showing by the scriptures that Jesus is the Christ.
εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν Ἰησοῦν.

< Acts 18 >