< 2 Timothy 4 >

1 I give this solemn command before God and Christ Jesus, who will judge the living and the dead, and because of his appearing and his kingdom:
Διαμαρτύρομαι ἐνώπιον τοῦ θεοῦ καὶ χριστοῦ Ἰησοῦ, τοῦ μέλλοντος κρίνειν ζῶντας καὶ νεκρούς, καὶ τὴν ἐπιφάνειαν αὐτοῦ καὶ τὴν βασιλείαν αὐτοῦ,
2 Preach the word; be ready when it is convenient and when it is not. Reprove, rebuke, exhort, with all patience and teaching.
κήρυξον τὸν λόγον, ἐπίστηθι εὐκαίρως ἀκαίρως, ἔλεγξον, ἐπιτίμησον, παρακάλεσον, ἐν πάσῃ μακροθυμίᾳ καὶ διδαχῇ.
3 For the time will come when people will not endure sound teaching. Instead, they will heap up for themselves teachers according to their own desires, who say what their itching ears want to hear.
ἔσται γὰρ καιρὸς ὅτε τῆς ὑγιαινούσης διδασκαλίας οὐκ ἀνέξονται, ἀλλὰ κατὰ τὰς ἰδίας ἐπιθυμίας ἑαυτοῖς ἐπισωρεύσουσιν διδασκάλους, κνηθόμενοι τὴν ἀκοήν·
4 They will turn their hearing away from the truth, and they will turn aside to myths.
καὶ ἀπὸ μὲν τῆς ἀληθείας τὴν ἀκοὴν ἀποστρέψουσιν, ἐπὶ δὲ τοὺς μύθους ἐκτραπήσονται.
5 But you, be sober-minded in all things. Suffer hardship; do the work of an evangelist; fulfill your service.
σὺ δὲ νῆφε ἐν πᾶσιν, κακοπάθησον, ἔργον ποίησον εὐαγγελιστοῦ, τὴν διακονίαν σου πληροφόρησον.
6 For I am already being poured out. The time of my departure has come.
ἐγὼ γὰρ ἤδη σπένδομαι, καὶ ὁ καιρὸς τῆς ἀναλύσεώς μου ἐφέστηκεν.
7 I have competed in the good contest; I have finished the race; I have kept the faith.
τὸν καλὸν ἀγῶνα ἠγώνισμαι, τὸν δρόμον τετέλεκα, τὴν πίστιν τετήρηκα·
8 The crown of righteousness has been reserved for me, which the Lord, the righteous judge, will give to me on that day, and not to me only, but also to all those who have loved his appearing.
λοιπὸν ἀπόκειταί μοι ὁ τῆς δικαιοσύνης στέφανος, ὃν ἀποδώσει μοι ὁ κύριος ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὁ δίκαιος κριτής· οὐ μόνον δὲ ἐμοί, ἀλλὰ καὶ πᾶσιν τοῖς ἠγαπηκόσιν τὴν ἐπιφάνειαν αὐτοῦ.
9 Do your best to come to me quickly.
Σπούδασον ἐλθεῖν πρός με ταχέως.
10 For Demas has left me. He loves this present world and has gone to Thessalonica. Crescens went to Galatia, and Titus went to Dalmatia. (aiōn g165)
Δημᾶς γάρ με ἐγκατέλιπεν ἀγαπήσας τὸν νῦν αἰῶνα, καὶ ἐπορεύθη εἰς Θεσσαλονίκην· Κρήσκης εἰς Γαλατίαν, Τίτος εἰς Δαλματίαν· (aiōn g165)
11 Only Luke is with me. Get Mark and bring him with you because he is useful to me in the work.
Λουκᾶς ἐστιν μόνος μετ᾽ ἐμοῦ. Μάρκον ἀναλαβὼν ἄγε μετὰ σεαυτοῦ· ἔστιν γάρ μοι εὔχρηστος εἰς διακονίαν.
12 Tychicus I sent to Ephesus.
Τυχικὸν δὲ ἀπέστειλα εἰς Ἔφεσον.
13 The cloak that I left at Troas with Carpus, bring it when you come, and the books, especially the parchments.
τὸν φελόνην ὃν ἀπέλιπον ἐν Τρωάδι παρὰ Κάρπῳ, ἐρχόμενος φέρε, καὶ τὰ βιβλία, μάλιστα τὰς μεμβράνας.
14 Alexander the coppersmith displayed many evil deeds against me. The Lord will repay him according to his deeds.
Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ ἐνεδείξατο· ἀποδώσει αὐτῷ ὁ κύριος κατὰ τὰ ἔργα αὐτοῦ·
15 You also should guard yourself against him, because he greatly opposed our words.
ὃν καὶ σὺ φυλάσσου· λίαν γὰρ ἀντέστη τοῖς ἡμετέροις λόγοις.
16 At my first defense, no one stood with me. Instead, everyone left me. May it not be counted against them.
ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο, ἀλλὰ πάντες με ἐγκατάλιπον· μὴ αὐτοῖς λογισθείη.
17 But the Lord stood by me and strengthened me so that, through me, the message might be fully proclaimed, and that all the Gentiles might hear it; and that I was rescued out of the lion's mouth.
ὁ δὲ κύριός μοι παρέστῃ, καὶ ἐνεδυνάμωσέν με, ἵνα δι᾽ ἐμοῦ τὸ κή ρυγμα πληροφορηθῇ, καὶ ἀκούσωσιν πάντα τὰ ἔθνη, καὶ ἐρύσθην ἐκ στόματος λέοντος.
18 The Lord will rescue me from every evil deed and will save me for his heavenly kingdom. To him be the glory forever and ever. Amen. (aiōn g165)
ῥύσεταί με ὁ κύριος ἀπὸ παντὸς ἔργου πονηροῦ, καὶ σώσει εἰς τὴν βασιλείαν αὐτοῦ τὴν ἐπουράνιον· ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. (aiōn g165)
19 Greet Priscilla, Aquila, and the house of Onesiphorus.
Ἄσπασαι Πρίσκαν καὶ Ἀκύλαν καὶ τὸν Ὀνησιφόρου οἶκον.
20 Erastus remained at Corinth, but Trophimus I left sick at Miletus.
Ἔραστος ἔμεινεν ἐν Κορίνθῳ· Τρόφιμον δὲ ἀπέλιπον ἐν Μιλήτῳ ἀσθενοῦντα.
21 Do your best to come before winter. Eubulus greets you, also Pudens, Linus, Claudia, and all the brothers.
Σπούδασον πρὸ χειμῶνος ἐλθεῖν. Ἀσπάζεταί σε Εὔβουλος καὶ Πούδης καὶ Λῖνος καὶ Κλαυδία, καὶ οἱ ἀδελφοὶ πάντες.
22 May the Lord be with your spirit. May grace be with you.
Ὁ κύριος μετὰ τοῦ πνεύματός σου. ἡ χάρις μεθ᾽ ὑμῶν. ΠΡΟΣ ΤΙΜΟΘΕΟΝ Βʹ.

< 2 Timothy 4 >