< 1 John 5 >
1 Whoever believes that Jesus is the Christ is born from God, and whoever loves a father also loves the child born from him.
Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ Χριστὸς ἐκ τοῦ θεοῦ γεγέννηται, καὶ πᾶς ὁ ἀγαπῶν τὸν γεννήσαντα ἀγαπᾷ καὶ τὸν γεγεννημένον ἐξ αὐτοῦ.
2 Because of this we know that we love God's children, when we love God and do his commandments.
ἐν τούτῳ γινώσκομεν ὅτι ἀγαπῶμεν τὰ τέκνα τοῦ θεοῦ, ὅταν τὸν θεὸν ἀγαπῶμεν καὶ τὰς ἐντολὰς αὐτοῦ (ποιῶμεν. *N(k)O*)
3 For this is love for God: that we keep his commandments. And his commandments are not burdensome.
αὕτη γάρ ἐστιν ἡ ἀγάπη τοῦ θεοῦ, ἵνα τὰς ἐντολὰς αὐτοῦ τηρῶμεν· καὶ αἱ ἐντολαὶ αὐτοῦ βαρεῖαι οὐκ εἰσίν.
4 For everyone who is born from God overcomes the world. And this is the victory that has overcome the world, even our faith.
ὅτι πᾶν τὸ γεγεννημένον ἐκ τοῦ θεοῦ νικᾷ τὸν κόσμον· καὶ αὕτη ἐστὶν ἡ νίκη ἡ νικήσασα τὸν κόσμον, ἡ πίστις ἡμῶν.
5 Who is the one who overcomes the world? The one who believes that Jesus is the Son of God.
τίς (δέ *no*) ἐστιν ὁ νικῶν τὸν κόσμον εἰ μὴ ὁ πιστεύων ὅτι Ἰησοῦς ἐστιν ὁ υἱὸς τοῦ θεοῦ;
6 This is the one who came by water and blood: Jesus Christ. He came not only by water, but also by water and blood.
οὗτός ἐστιν ὁ ἐλθὼν δι᾽ ὕδατος καὶ αἵματος, Ἰησοῦς (ὁ *k*) Χριστός· οὐκ ἐν τῷ ὕδατι μόνον, ἀλλ᾽ ἐν τῷ ὕδατι καὶ (ἐν *no*) τῷ αἵματι· καὶ τὸ πνεῦμά ἐστιν τὸ μαρτυροῦν, ὅτι τὸ πνεῦμά ἐστιν ἡ ἀλήθεια·
7 For there are three who bear witness:
ὅτι τρεῖς εἰσιν οἱ μαρτυροῦντες, (ἕν τῷ οὐρανῷ ὁ πατήρ ὁ λόγος καὶ τὸ ἅγιον πνεῦμα καὶ οὗτοι οἱ τρεῖς ἕν εἰσιν *K*)
8 the Spirit, the water, and the blood. These three are in agreement.
(καὶ τρεῖς εἰσιν οἱ μαρτυροῦντες ἕν τῇ γῇ, *K*) τὸ πνεῦμα καὶ τὸ ὕδωρ καὶ τὸ αἷμα, καὶ οἱ τρεῖς εἰς τὸ ἕν εἰσιν.
9 If we receive the witness of men, the witness of God is greater. For the testimony of God is this, that he has borne witness concerning his Son.
εἰ τὴν μαρτυρίαν τῶν ἀνθρώπων λαμβάνομεν, ἡ μαρτυρία τοῦ θεοῦ μείζων ἐστίν, ὅτι αὕτη ἐστὶν ἡ μαρτυρία τοῦ θεοῦ (ὅτι *N(k)O*) μεμαρτύρηκεν περὶ τοῦ υἱοῦ αὐτοῦ.
10 Anyone who believes in the Son of God has the testimony in himself. Anyone who does not believe God has made him out to be a liar, because he has not believed the witness that God has given concerning his Son.
ὁ πιστεύων εἰς τὸν υἱὸν τοῦ θεοῦ ἔχει τὴν μαρτυρίαν ἐν (ἑαυτῷ· *NK(o)*) ὁ μὴ πιστεύων τῷ θεῷ ψεύστην πεποίηκεν αὐτόν, ὅτι οὐ πεπίστευκεν εἰς τὴν μαρτυρίαν ἣν μεμαρτύρηκεν ὁ θεὸς περὶ τοῦ υἱοῦ αὐτοῦ.
11 And the witness is this: God gave us eternal life, and this life is in his Son. (aiōnios )
καὶ αὕτη ἐστὶν ἡ μαρτυρία ὅτι ζωὴν αἰώνιον ἔδωκεν ἡμῖν ὁ θεός· καὶ αὕτη ἡ ζωὴ ἐν τῷ υἱῷ αὐτοῦ ἐστιν. (aiōnios )
12 The one who has the Son has life. The one who does not have the Son of God does not have life.
ὁ ἔχων τὸν υἱὸν ἔχει τὴν ζωήν· ὁ μὴ ἔχων τὸν υἱὸν τοῦ θεοῦ τὴν ζωὴν οὐκ ἔχει.
13 I have written to you these things so that you will know that you have eternal life—to you who believe in the name of the Son of God. (aiōnios )
Ταῦτα ἔγραψα ὑμῖν (τοῖς πιστεύουσιν εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ, *K*) ἵνα εἰδῆτε ὅτι ζωὴν ἔχετε αἰώνιον, (καὶ ἵνα *K*) (τοῖς *no*) (πιστεύουσιν *N(k)O*) εἰς τὸ ὄνομα τοῦ υἱοῦ τοῦ θεοῦ. (aiōnios )
14 Also, this is the confidence we have before him, that if we ask anything according to his will, he hears us.
καὶ αὕτη ἐστὶν ἡ παρρησία ἣν ἔχομεν πρὸς αὐτόν, ὅτι ἐάν τι αἰτώμεθα κατὰ τὸ θέλημα αὐτοῦ ἀκούει ἡμῶν·
15 Also, if we know that he hears us—whatever we ask of him—we know that we have whatever we have asked of him.
καὶ ἐὰν οἴδαμεν ὅτι ἀκούει ἡμῶν ὃ (ἐὰν *N(k)O*) αἰτώμεθα, οἴδαμεν ὅτι ἔχομεν τὰ αἰτήματα ἃ ᾐτήκαμεν (ἀπ᾽ *N(k)O*) αὐτοῦ.
16 If anyone sees his brother commit a sin that does not result in death, he must pray, and God will give him life. I refer to those whose sin does not result in death. There is a sin that results in death; I am not saying that he should pray about that.
Ἐάν τις ἴδῃ τὸν ἀδελφὸν αὐτοῦ ἁμαρτάνοντα ἁμαρτίαν μὴ πρὸς θάνατον, αἰτήσει καὶ δώσει αὐτῷ ζωήν, τοῖς ἁμαρτάνουσιν μὴ πρὸς θάνατον. Ἔστιν ἁμαρτία πρὸς θάνατον· οὐ περὶ ἐκείνης λέγω ἵνα ἐρωτήσῃ.
17 All unrighteousness is sin, but there is sin that does not result in death.
πᾶσα ἀδικία ἁμαρτία ἐστίν, καὶ ἔστιν ἁμαρτία οὐ πρὸς θάνατον.
18 We know that whoever is born from God does not sin. But the one who was born from God keeps him safe, and the evil one cannot harm him.
οἴδαμεν ὅτι πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ, οὐχ ἁμαρτάνει· ἀλλ᾽ ὁ γεννηθεὶς ἐκ τοῦ θεοῦ τηρεῖ (ἑαυτόν, *NK(o)*) καὶ ὁ πονηρὸς οὐχ ἅπτεται αὐτοῦ.
19 We know that we are from God, and we know that the whole world lies in the power of the evil one.
οἴδαμεν ὅτι ἐκ τοῦ θεοῦ ἐσμεν καὶ ὁ κόσμος ὅλος ἐν τῷ πονηρῷ κεῖται.
20 But we know that the Son of God has come and has given us understanding, so that we may know him who is true. Also, we are in him who is true, in his Son Jesus Christ. This one is the true God and eternal life. (aiōnios )
οἴδαμεν δὲ ὅτι ὁ υἱὸς τοῦ θεοῦ ἥκει καὶ δέδωκεν ἡμῖν διάνοιαν ἵνα (γινώσκωμεν *NK(o)*) τὸν ἀληθινόν, καὶ ἐσμὲν ἐν τῷ ἀληθινῷ, ἐν τῷ υἱῷ αὐτοῦ Ἰησοῦ Χριστῷ. οὗτός ἐστιν ὁ ἀληθινὸς θεὸς καὶ (ἥ *k*) ζωὴ αἰώνιος. (aiōnios )
21 Children, keep yourselves from idols.
τεκνία, φυλάξατε (ἑαυτὰ *N(k)O*) ἀπὸ τῶν εἰδώλων (ἀμήν. *KO*)