< Revelation 22 +

1 And he shewed me a pure ryver of water of lyfe clere as cristall: procedynge oute of the seate of God and of the lambe.
Καὶ ἔδειξέ μοι ποταμὸν ὕδατος ζωῆς λαμπρὸν ὡς κρύσταλλον, ἐκπορευόμενον ἐκ τοῦ θρόνου τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου.
2 In the myddes of the strete of it and of ether syde of ye ryver was there wode of lyfe: which bare xii maner of frutes: and gave frute every moneth: and the leves of the wodde served to heale the people with all.
ἐν μέσῳ τῆς πλατείας αὐτῆς καὶ τοῦ ποταμοῦ ἐντεῦθεν καὶ ἐκεῖθεν ξύλον ζωῆς, ποιοῦν καρποὺς δώδεκα, κατὰ μῆνα ἕκαστον ἀποδιδοῦν τὸν καρπὸν αὐτοῦ, καὶ τὰ φύλλα τοῦ ξύλου εἰς θεραπείαν τῶν ἐθνῶν.
3 And there shalbe no more cursse but the seate of god and the lambe shalbe in it: and his servauntes shall serve him:
καὶ πᾶν κατάθεμα οὐκ ἔσται ἔτι· καὶ ὁ θρόνος τοῦ Θεοῦ καὶ τοῦ ἀρνίου ἐν αὐτῇ ἔσται, καὶ οἱ δοῦλοι αὐτοῦ λατρεύσουσιν αὐτῷ
4 And shall se his face and his name shalbe in their forheddes.
καὶ ὄψονται τὸ πρόσωπον αὐτοῦ, καὶ τὸ ὄνομα αὐτοῦ ἐπὶ τῶν μετώπων αὐτῶν.
5 And there shall be no nyght there and they nede no candle nether light of the sunne: for the lorde God geveth them light and they shall raygne for evermore. (aiōn g165)
καὶ νὺξ οὐκ ἔσται ἔτι, καὶ οὐ χρεία λύχνου καὶ φωτὸς ἡλίου, ὅτι Κύριος ὁ Θεὸς φωτιεῖ αὐτούς, καὶ βασιλεύσουσιν εἰς τοὺς αἰῶνας τῶν αἰώνων. (aiōn g165)
6 And he sayde vnto me: these sayinges are faythfull and true. And the lorde god of saynctes and prophetes sent his angell to shewe vnto his servauntes the thynges which muste shortly be fulfylled.
Καὶ λέγει μοι· οὗτοι οἱ λόγοι πιστοὶ καὶ ἀληθινοί, καὶ Κύριος ὁ Θεὸς τῶν πνευμάτων τῶν προφητῶν ἀπέστειλε τὸν ἄγγελον αὐτοῦ δεῖξαι τοῖς δούλοις αὐτοῦ ἃ δεῖ γενέσθαι ἐν τάχει.
7 Beholde I come shortly. Happy is he that kepeth the sayinge of ye prophesy of this boke.
καὶ ἰδοὺ ἔρχομαι ταχύ. μακάριος ὁ τηρῶν τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου.
8 I am Ihon which sawe these thynges and herde them. And when I had herde and sene I fell doune to worshippe before the fete of the angell which shewed me these thynges.
Κἀγὼ Ἰωάννης ὁ ἀκούων καὶ βλέπων ταῦτα. καὶ ὅτε ἤκουσα καὶ ἔβλεψα, ἔπεσα προσκυνῆσαι ἔμπροσθεν τῶν ποδῶν τοῦ ἀγγέλου τοῦ δεικνύοντός μοι ταῦτα.
9 And he sayd vnto me: se thou do it not for I am thy feloweservaunt and the feloweservaunt of thy brethren the prophettes and of them which kepe the sayinges of this boke. But worshippe God.
καὶ λέγει μοι· ὅρα μή· σύνδουλός σού εἰμι καὶ τῶν ἀδελφῶν σου τῶν προφητῶν καὶ τῶν τηρούντων τοὺς λόγους τοῦ βιβλίου τούτου· τῷ Θεῷ προσκύνησον.
10 And he sayde vnto me: seale not the sayinges of prophesy of this boke. For the tyme is at honde.
Καὶ λέγει μοι· μὴ σφραγίσῃς τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου· ὁ καιρὸς γὰρ ἐγγύς ἐστιν.
11 He that doeth evyl let him do evyl still: and he which is fylthy let him be fylthy still: and he that is righteous let him be more righteous: and he that is holy let him be more holy.
ὁ ἀδικῶν ἀδικησάτω ἔτι, καὶ ὁ ῥυπαρὸς ῥυπαρευθήτω ἔτι, καὶ ὁ δίκαιος δικαιοσύνην ποιησάτω ἔτι, καὶ ὁ ἅγιος ἁγιασθήτω ἔτι.
12 And beholde I come shortly and my rewarde with me to geve every man accordinge as his dedes shalbe.
Ἰδοὺ ἔρχομαι ταχύ, καὶ ὁ μισθός μου μετ᾽ ἐμοῦ, ἀποδοῦναι ἑκάστῳ ὡς τὸ ἔργον ἔσται αὐτοῦ.
13 I am Alpha and Omega the begynninge and the ende: the fyrst and the last.
ἐγὼ τὸ Α καὶ τὸ Ω, ὁ πρῶτος καὶ ὁ ἔσχατος, ἀρχὴ καὶ τέλος.
14 Blessed are they that do hys commaundmentes that their power maye be in the tree of lyfe and maye entre in thorow the gates into the cite.
Μακάριοι οἱ ποιοῦντες τὰς ἐντολὰς αὐτοῦ, ἵνα ἔσται ἡ ἐξουσία αὐτῶν ἐπὶ τὸ ξύλον τῆς ζωῆς, καὶ τοῖς πυλῶσιν εἰσέλθωσιν εἰς τὴν πόλιν.
15 For without shalbe dogges and inchauters and whormongers and mortherers and ydolaters and whosoever loveth or makith lesynges.
ἔξω οἱ κύνες καὶ οἱ φαρμακοὶ καὶ οἱ πόρνοι καὶ οἱ φονεῖς καὶ οἱ εἰδωλολάτραι καὶ πᾶς [ὁ] φιλῶν καὶ ποιῶν ψεῦδος.
16 I Iesus sent myne angell to testyfye vnto you these thynges in the congregacions. I am the rote and the generacion of David and the bright mornynge starre.
Ἐγὼ Ἰησοῦς ἔπεμψα τὸν ἄγγελόν μου μαρτυρῆσαι ὑμῖν ταῦτα ἐπὶ ταῖς ἐκκλησίαις. ἐγώ εἰμι ἡ ῥίζα καὶ τὸ γένος Δαυΐδ, ὁ ἀστὴρ ὁ λαμπρὸς ὁ πρωϊνός.
17 And the sprete and the bryde sayde come. And let him that heareth saye also come. And let him that is athyrst come. And let whosoever wyll take of the water of lyfe fre.
Καὶ τὸ Πνεῦμα καὶ ἡ νύμφη λέγουσιν· ἔρχου. καὶ ὁ ἀκούων εἰπάτω· ἔρχου. καὶ ὁ διψῶν ἐρχέσθω, καὶ ὁ θέλων λαβέτω ὕδωρ ζωῆς δωρεάν.
18 I testifye vnto every man that heareth the wordes of prophesy of thys boke. yf eny man shall adde vnto these thynges god shall adde vnto him the plages that are wrytten in this boke.
Μαρτυρῶ ἐγὼ παντὶ τῷ ἀκούοντι τοὺς λόγους τῆς προφητείας τοῦ βιβλίου τούτου. ἐάν τις ἐπιθῇ ἐπὶ ταῦτα, ἐπιθήσει ὁ Θεὸς ἐπ᾽ αὐτὸν τὰς πληγὰς τὰς γεγραμμένας ἐν τῷ βιβλίῳ τούτῳ·
19 And yf eny man shall mynyshe of the wordes of ye boke of this prophesy god shall take a waye his parte out of the boke of lyfe and oute of ye holy citie and fro thoo thynge which are written in this boke.
καὶ ἐάν τις ἀφέλῃ ἀπὸ τῶν λόγων τοῦ βιβλίου τῆς προφητείας ταύτης, ἀφελεῖ ὁ Θεὸς τὸ μέρος αὐτοῦ ἀπὸ τοῦ ξύλου τῆς ζωῆς καὶ ἐκ τῆς πόλεως τῆς ἁγίας, τῶν γεγραμμένων ἐν τῷ βιβλίῳ τούτῳ.
20 He which testifyeth these thinges sayth: be it I come quyckly Amen. Even soo: come lorde Iesu.
Λέγει ὁ μαρτυρῶν ταῦτα· ναὶ ἔρχομαι ταχύ. ἀμήν, ναὶ ἔρχου, Κύριε Ἰησοῦ.
21 The grace of oure lorde Iesu Christ be with you all. Amen.
Ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ [Χριστοῦ] μετὰ πάντων τῶν ἁγίων· ἀμήν.

< Revelation 22 +