< Acts 9 >

1 And Saul yet brethynge oute threatnynges and slaughter agaynst ye disciples of the lorde went vnto ye hye preste
Ὁ δὲ Σαῦλος ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ,
2 and desyred of him letters to Damasco to ye synagoges: that yf he founde eny of this waye whether they were men or wemen he myght bringe them bounde vnto Ierusalem.
ᾐτήσατο παρ᾽ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ.
3 But as he went on his iorney it fortuned yt he drue nye to Damasco and sodenly ther shyned rounde about him a lyght fro heven.
ἐν δὲ τῷ πορεύεσθαι ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης (τε *N(k)O*) αὐτὸν περιήστραψεν φῶς (ἐκ *N(k)O*) τοῦ οὐρανοῦ·
4 And he fell to ye erth and hearde a voyce sayinge to him: Saul Saul why persecutest thou me?
καὶ πεσὼν ἐπὶ τὴν γῆν ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ· Σαοὺλ Σαούλ, τί με διώκεις;
5 And he sayde what arte thou lorde? And the lorde sayd I am Iesus whom thou persecutest it shalbe harde for ye to kycke agaynst ye pricke.
εἶπεν δέ· τίς εἶ, κύριε; ὁ δέ (κύριος εἶπεν· *k*) ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις (σκληρόν σοι πρὸς κέντρα λακτίζειν· *K*)
6 And he bothe tremblynge and astonyed sayde: Lorde what wilt thou have me to do? And ye Lorde sayde vnto him: aryse and goo into the cite and it shalbe tolde the what thou shalt do.
(τρέμων τε καὶ θαμβῶν εἶπεν κύριε τί μέ θέλεις ποιῆσαι καὶ ὅ κύριος πρός αὐτόν *K*) (ἀλλ᾽ *NO*) ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι (ὅ *N(o)*) (τί *NK(o)*) σε δεῖ ποιεῖν.
7 The men which iornayed with him stode amased for they herde a voyce but sawe no man.
οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες.
8 And Saul arose from the erth and opened his eyes but sawe no man. Then ledde they him by the honde and brought him into Damasco.
ἠγέρθη δὲ (ὁ *k*) Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων (δὲ *NK(o)*) τῶν ὀφθαλμῶν αὐτοῦ (οὐδὲν *N(k)O*) ἔβλεπεν· χειραγωγοῦντες δὲ αὐτὸν εἰσήγαγον εἰς Δαμασκόν.
9 And he was. iii. dayes with out syght and nether ate nor dranke.
καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
10 And ther was a certayne disciple at Damasco named Ananias and to him sayde the lorde in a vision: Ananias. And the he sayde: beholde I am here lorde.
Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ κύριος· Ἁνανία. ὁ δὲ εἶπεν· ἰδοὺ ἐγώ, κύριε.
11 And the lorde sayde to him: aryse and goo into the strete which is called strayght and seke in the housse of Iudas after one called Saul of Tharsus. For beholde he prayeth
ὁ δὲ κύριος πρὸς αὐτόν· (ἀναστὰς *NK(o)*) πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην εὐθεῖαν καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα· ἰδοὺ γὰρ προσεύχεται
12 and hath sene in a vision a man named Ananias comynge in to him and puttynge his hondes on him that he myght receave his syght.
καὶ εἶδεν ἄνδρα ἐν ὁράματι Ἁνανίαν ὀνόματι εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ (τὰς *no*) (χεῖρας, *N(K)O*) ὅπως ἀναβλέψῃ.
13 Then Ananias answered: Lorde I have hearde by many of this man how moche evell he hath done to thy sainctes at Ierusalem
Ἀπεκρίθη δὲ (ὁ *k*) Ἁνανίας· κύριε, (ἤκουσα *N(k)O*) ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἰερουσαλήμ·
14 and here he hath auctorite of the hye prestes to bynde all that call on thy name.
καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.
15 The lorde sayde vnto him: Goo thy wayes: for he is a chosen vessell vnto me to beare my name before the gentyls and kynges and the chyldren of Israel.
Εἶπεν δὲ πρὸς αὐτὸν ὁ κύριος· πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον (τῶν *o*) ἐθνῶν (τε *no*) καὶ βασιλέων υἱῶν τε Ἰσραήλ.
16 For I will shewe him how great thinges he must suffre for my names sake.
ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.
17 Ananias went his waye and entryd into ye housse and put his hondes on him and sayde: brother Saul the lorde that apperyd vnto the in the waye as thou camst hath sent me that thou myghtest receave thy syght and be filled with the holy goost.
Ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπ᾽ αὐτὸν τὰς χεῖρας εἶπεν· Σαοὺλ ἀδελφέ, ὁ κύριος ἀπέσταλκέν με, Ἰησοῦς ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς πνεύματος ἁγίου.
18 And immediatly ther fell from his eyes as it had bene scales and he receaved syght and arose and was baptised
καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν (ὡς *N(k)O*) λεπίδες, ἀνέβλεψέν τε (παραχρῆμα *K*) καὶ ἀναστὰς ἐβαπτίσθη,
19 and receaved meate and was comforted. Then was Saul a certayne daye wt the disciples which were at Damasco.
καὶ λαβὼν τροφὴν (ἐνίσχυσεν. *NK(o)*) Ἐγένετο δὲ (ὁ Σαῦλος *k*) μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινάς·
20 And streyght waye he preached Christ in the synagoges how that he was the sonne of God.
καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς ἐκήρυσσεν τὸν (Ἰησοῦν, *N(K)O*) ὅτι οὗτός ἐστιν ὁ υἱὸς τοῦ θεοῦ.
21 All that hearde him were amased and sayde: is not this he that spoyled the which called on this name in Ierusalem and came hyther for ye entent that he shuld bringe the bounde vnto the hye prestes?
ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες καὶ ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ πορθήσας (εἰς *N(k)O*) Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο; καὶ ὧδε εἰς τοῦτο ἐληλύθει ἵνα δεδεμένους αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς.
22 But Saul encreased in stregth and confounded the Iewes which dwelte at Damasco affirminge that this was very Christ.
Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο καὶ συνέχυννεν τοὺς Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ χριστός.
23 And after a good whyle ye Iewes toke counsell to gether to kyll him.
ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
24 But their layinge awayte was knowen of Saul. And they watched at the gates daye and nyght to kyll him.
ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. (παρετηροῦντο δὲ *N(k)O*) (καὶ *no*) τὰς πύλας ἡμέρας τε καὶ νυκτός, ὅπως αὐτὸν ἀνέλωσιν·
25 Then ye disciples toke him by night and put him thorow the wall and let him doune in a basket.
λαβόντες δὲ οἱ μαθηταὶ (αὐτοῦ *NO*) νυκτὸς διὰ τοῦ τείχους καθῆκαν αὐτὸν χαλάσαντες ἐν σπυρίδι.
26 And when Saul was come to Ierusalem he assayde to cople him silfe with ye discyples and they were all afrayde of hym and beleued not that he was a disciple.
Παραγενόμενος δὲ (ὁ Σαῦλος *k*) (εἰς *NK(o)*) Ἰερουσαλὴμ (ἐπείραζεν *N(k)O*) κολλᾶσθαι τοῖς μαθηταῖς· καὶ πάντες ἐφοβοῦντο αὐτὸν μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.
27 But Bernabas toke hym and brought hym to ye apostles and declared to the how he had sene ye Lorde in ye waye and had spoke wyth hym: and how he had done boldely at damasco in the name of Iesu.
Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν ἤγαγεν πρὸς τοὺς ἀποστόλους καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν κύριον καὶ ὅτι ἐλάλησεν αὐτῷ καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι τοῦ Ἰησοῦ.
28 And he had his conuersacion with them at Ierusalem
καὶ ἦν μετ᾽ αὐτῶν εἰσπορευόμενος καὶ ἐκπορευόμενος (εἰς *N(k)O*) Ἰερουσαλήμ,
29 and quit hym silfe boldly in the name of the lorde Iesu. And he spake and disputed wyth the grekes: and they went aboute to slee hym.
(καὶ *k*) παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ κυρίου (Ἰησοῦ, *K*) ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν.
30 But when the brethren knew of that they brought hym to cesarea and sent hym forth to Tharsus.
ἐπιγνόντες δὲ οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
31 Then had ye congregacios rest thorowoute all Iewry and galile and Samary and were edified and walked in the feare of the lorde and multiplied by the comforte of the holy gost.
(Ἡ *N(k)O*) μὲν οὖν (ἐκκλησία *N(K)O*) καθ᾽ ὅλης τῆς Ἰουδαίας καὶ Γαλιλαίας καὶ Σαμαρείας (εἶχεν *N(k)O*) εἰρήνην, (οἰκοδομουμένη *N(k)O*) καὶ (πορευομένη *N(k)O*) τῷ φόβῳ τοῦ κυρίου, καὶ τῇ παρακλήσει τοῦ ἁγίου πνεύματος (ἐπληθύνετο. *N(k)O*)
32 And it chaunsed yt as Peter walked throughoute all quarters he ca to ye saynctes which dwelt at Lydda
Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα.
33 and there he foude a certayne ma namyd Eneas whych had kepte hys bed viii. yere sicke of the palsie.
εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ (κραβάττου *N(k)O*) ὃς ἦν παραλελυμένος.
34 Then sayde Peter vnto hym: Eneas Iesus Christ make ye whole. Aryse and make thy beed. And he arose immedyatly.
καὶ εἶπεν αὐτῷ ὁ Πέτρος· Αἰνέα, ἰᾶταί σε Ἰησοῦς (ὁ *k*) Χριστός· ἀνάστηθι καὶ στρῶσον σεαυτῷ. καὶ εὐθέως ἀνέστη·
35 And all that dwelt at lydda and assaron sawe hym and tourned to the lorde.
καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν (Σαρῶνα, *NK(o)*) οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν κύριον.
36 Ther was at Ioppe a certayne woma (whiche was a disciple named Tabitha which by interpretacion is called dorcas) the same was full of good workes and almes dedes which she did.
Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται Δορκάς· αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν καὶ ἐλεημοσυνῶν ὧν ἐποίει·
37 And it chaunsed in those dayes that she was sicke and dyed. When they had wesshed her and layd her in a chamber:
ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν· λούσαντες δὲ ἔθηκαν αὐτὴν ἐν ὑπερῴῳ.
38 Because Lydda was nye to Ioppa and the disciples had hearde that Peter was there they sent vnto hym desyrynge him that he wolde not be greved to come vnto them.
ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες· μὴ (ὀκνήσῃς *N(k)O*) διελθεῖν ἕως (ἡμῶν. *N(K)O*)
39 Peter arose and came with them and when he was come they brought him in to ye chamber. And all ye wydowes stode roude aboute hym wepynge and shewynge the cotes and garmentes which Dorcas made whill she was with the.
ἀναστὰς δὲ Πέτρος συνῆλθεν αὐτοῖς· ὃν παραγενόμενον ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια ὅσα ἐποίει μετ᾽ αὐτῶν οὖσα ἡ Δορκάς.
40 And Peter put the all forth and kneled doune and prayde and turned him to ye body and sayde: Tabitha aryse. And she opened her eyes and whe she sawe Peter she sat vp.
ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος καὶ θεὶς τὰ γόνατα προσηύξατο· καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν· Ταβιθά, ἀνάστηθι. ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς καὶ ἰδοῦσα τὸν Πέτρον ἀνεκάθισεν.
41 And he gave her ye honde and lyft her up and called the sainctes and wydowes and shewed her alyve.
δοὺς δὲ αὐτῇ χεῖρα ἀνέστησεν αὐτήν· φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας παρέστησεν αὐτὴν ζῶσαν.
42 And it was knowne throwout all Ioppa and many beleved on the Lorde.
γνωστὸν δὲ ἐγένετο καθ᾽ ὅλης τῆς Ἰόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν κύριον.
43 And it fortuned that he taryed many dayes in Ioppa with one Simon a tanner.
ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι (αὐτὸν *ko*) ἐν Ἰόππῃ παρά τινι Σίμωνι βυρσεῖ.

< Acts 9 >