< Acts 2 >
1 Whe the fyftith daye was come they were all with one accorde togeder in one place.
Καὶ ἐν τῷ συμπληροῦσθαι τὴν ἡμέραν τῆς Πεντηκοστῆς, ἦσαν πάντες ὁμοῦ ἐπὶ τὸ αὐτό.
2 And sodenly ther cam a sounde from heaven as it had bene the comminge of a myghty wynde and it filled all the housse where they sate.
Καὶ ἐγένετο ἄφνω ἐκ τοῦ οὐρανοῦ ἦχος, ὥσπερ φερομένης πνοῆς βιαίας, καὶ ἐπλήρωσεν ὅλον τὸν οἶκον οὗ ἦσαν καθήμενοι.
3 And ther appered vnto them cloven tonges lyke as they had bene fyre and it sate vpon eache of them:
Καὶ ὤφθησαν αὐτοῖς διαμεριζόμεναι γλῶσσαι ὡσεὶ πυρός, καὶ ἐκάθισεν ἐφʼ ἕνα ἕκαστον αὐτῶν.
4 and they were all filled with the holy goost and beganne to speake with other tonges even as the sprete gave them vtteraunce.
Καὶ ἐπλήσθησαν πάντες ˚Πνεύματος Ἁγίου, καὶ ἤρξαντο λαλεῖν ἑτέραις γλώσσαις, καθὼς τὸ ˚Πνεῦμα ἐδίδου ἀποφθέγγεσθαι αὐτοῖς.
5 And ther were dwellinge at Ierusalem Iewes devoute men which were of all nacions vnder heaven.
Ἦσαν δὲ ἐν Ἰερουσαλὴμ κατοικοῦντες Ἰουδαῖοι, ἄνδρες εὐλαβεῖς ἀπὸ παντὸς ἔθνους τῶν ὑπὸ τὸν οὐρανόν.
6 When this was noysed aboute the multitude came to gether and were astonyed because that every man hearde the speake his awne touge.
Γενομένης δὲ τῆς φωνῆς ταύτης, συνῆλθε τὸ πλῆθος καὶ συνεχύθη, ὅτι ἤκουσεν εἷς ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ λαλούντων αὐτῶν.
7 They wondred all and marveyled sayinge amoge them selves: Beholde are not all these which speake of Galile?
Ἐξίσταντο δὲ καὶ ἐθαύμαζον λέγοντες, “Οὐχ ἰδοὺ, ἅπαντες οὗτοί εἰσιν οἱ λαλοῦντες Γαλιλαῖοι;
8 And how heare we every man his awne touge wherein we were boren?
Καὶ πῶς ἡμεῖς ἀκούομεν ἕκαστος τῇ ἰδίᾳ διαλέκτῳ ἡμῶν, ἐν ᾗ ἐγεννήθημεν;
9 Parthians Medes and Elamytes and the inhabiters of Mesopotamia of Iury and of Capadocia of Ponthus and Asia
Πάρθοι, καὶ Μῆδοι, καὶ Ἐλαμῖται, καὶ οἱ κατοικοῦντες τὴν Μεσοποταμίαν, Ἰουδαίαν τε καὶ Καππαδοκίαν, Πόντον καὶ τὴν Ἀσίαν,
10 Phrigia Pamphilia and of Egypte and of the parties of Libia which is besyde Syrene and straungers of Rome Iewes and convertes
Φρυγίαν τε καὶ Παμφυλίαν, Αἴγυπτον, καὶ τὰ μέρη τῆς Λιβύης τῆς κατὰ Κυρήνην, καὶ οἱ ἐπιδημοῦντες Ῥωμαῖοι,
11 Grekes and Arabians: we have herde them speake with oure awne tonges the greate workes of God.
Ἰουδαῖοί τε καὶ προσήλυτοι, Κρῆτες καὶ Ἄραβες– ἀκούομεν λαλούντων αὐτῶν, ταῖς ἡμετέραις γλώσσαις, τὰ μεγαλεῖα τοῦ ˚Θεοῦ.”
12 They were all amased and wondred sayinge one to another: what meaneth this?
Ἐξίσταντο δὲ πάντες καὶ διηποροῦντο, ἄλλος πρὸς ἄλλον λέγοντες, “Τί θέλει τοῦτο εἶναι;”
13 Other mocked the sayinge: they are full of newe wyne.
Ἕτεροι δὲ διαχλευάζοντες ἔλεγον, ὅτι “Γλεύκους μεμεστωμένοι εἰσίν.”
14 But Peter stepped forth with the eleve and lift vp his voyce and sayde vnto them: Ye men of Iewrye and all ye that inhabite Ierusalem: be this knowe vnto you and with youre eares heare my wordes.
Σταθεὶς δὲ ὁ Πέτρος σὺν τοῖς ἕνδεκα, ἐπῆρεν τὴν φωνὴν αὐτοῦ καὶ ἀπεφθέγξατο αὐτοῖς: “Ἄνδρες, Ἰουδαῖοι, καὶ οἱ κατοικοῦντες Ἰερουσαλὴμ πάντες, τοῦτο ὑμῖν γνωστὸν ἔστω καὶ ἐνωτίσασθε τὰ ῥήματά μου.
15 These are not dronken as ye suppose: for it is yet but the thyrde houre of ye daye.
Οὐ γὰρ ὡς ὑμεῖς ὑπολαμβάνετε, οὗτοι μεθύουσιν, ἔστιν γὰρ ὥρα τρίτη τῆς ἡμέρας,
16 But this is that which was spoken by ye Prophete Iohel:
ἀλλὰ τοῦτό ἐστιν τὸ εἰρημένον διὰ τοῦ προφήτου Ἰωήλ:
17 It shalbe in the last dayes sayth God: of my sprete I will powre out vpon all flesshe. And youre sonnes and youre doughters shall prophesy and youre yoge men shall se visions and youre olde me shall dreme dremes.
‘Καὶ ἔσται ἐν ταῖς ἐσχάταις ἡμέραις’, λέγει ὁ ˚Θεός, ‘ἐκχεῶ ἀπὸ τοῦ ˚Πνεύματός μου ἐπὶ πᾶσαν σάρκα, καὶ προφητεύσουσιν οἱ υἱοὶ ὑμῶν, καὶ αἱ θυγατέρες ὑμῶν, καὶ οἱ νεανίσκοι ὑμῶν ὁράσεις ὄψονται, καὶ οἱ πρεσβύτεροι ὑμῶν ἐνυπνίοις ἐνυπνιασθήσονται·
18 And on my servauts and on my honde maydens I will powre out of my sprete in those dayes and they shall prophesye.
καί γε ἐπὶ τοὺς δούλους μου, καὶ ἐπὶ τὰς δούλας μου, ἐν ταῖς ἡμέραις ἐκείναις ἐκχεῶ ἀπὸ τοῦ ˚Πνεύματός μου, καὶ προφητεύσουσιν.
19 And I will shewe wonders in heaven a bove and tokens in the erth benethe bloud and fyre and the vapour of smoke.
Καὶ δώσω τέρατα ἐν τῷ οὐρανῷ ἄνω, καὶ σημεῖα ἐπὶ τῆς γῆς κάτω, αἷμα, καὶ πῦρ, καὶ ἀτμίδα καπνοῦ.
20 The sunne shalbe turned into darknes and the mone into bloud before that greate and notable daye of the Lorde come.
Ὁ ἥλιος μεταστραφήσεται εἰς σκότος καὶ ἡ σελήνη εἰς αἷμα, πρὶν ἐλθεῖν ἡμέραν ˚Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ.
21 And it shalbe that whosoever shall call on the name of the Lorde shalbe saved.
Καὶ ἔσται, πᾶς ὃς ἂν ἐπικαλέσηται τὸ ὄνομα ˚Κυρίου σωθήσεται.’
22 Ye men of Israel heare these wordes. Iesus of Nazareth a ma approved of God amoge you with myracles wondres and signes which God dyd by him in ye myddes of you as ye youre selves knowe:
Ἄνδρες, Ἰσραηλῖται, ἀκούσατε τοὺς λόγους τούτους: ˚Ἰησοῦν τὸν Ναζωραῖον, ἄνδρα ἀποδεδειγμένον ἀπὸ τοῦ ˚Θεοῦ εἰς ὑμᾶς δυνάμεσι, καὶ τέρασι, καὶ σημείοις, οἷς ἐποίησεν διʼ αὐτοῦ ὁ ˚Θεὸς ἐν μέσῳ ὑμῶν, καθὼς αὐτοὶ οἴδατε.
23 him have ye taken by the hondes of vnrightewes persones after he was delivered by the determinat counsell and foreknoweledge of God and have crucified and slayne:
Τοῦτον τῇ, ὡρισμένῃ βουλῇ καὶ προγνώσει τοῦ ˚Θεοῦ, ἔκδοτον διὰ χειρὸς ἀνόμων, προσπήξαντες ἀνείλατε.
24 whom God hath raysed vp and lowsed the sorowes of deeth because it was vnpossible that he shuld be holden of it.
Ὃν ὁ ˚Θεὸς ἀνέστησεν, λύσας τὰς ὠδῖνας τοῦ θανάτου, καθότι οὐκ ἦν δυνατὸν κρατεῖσθαι αὐτὸν ὑπʼ αὐτοῦ.
25 For David speaketh of him: Afore honde I sawe God alwayes before me: For he is on my ryght honde that I shuld not be moved.
Δαυὶδ γὰρ λέγει εἰς αὐτόν, ‘Προορώμην τὸν ˚Κύριον ἐνώπιόν μου διὰ παντός, ὅτι ἐκ δεξιῶν μού ἐστιν, ἵνα μὴ σαλευθῶ.
26 Therfore dyd my hert reioyce and my tonge was glad. Moreover also my flesshe shall rest in hope
Διὰ τοῦτο ηὐφράνθη μου ἡ καρδία καὶ ἠγαλλιάσατο ἡ γλῶσσά μου, ἔτι δὲ καὶ ἡ σάρξ μου κατασκηνώσει ἐπʼ ἐλπίδι·
27 because thou wilt not leve my soul in hell nether wilt suffre thyne holye to se corrupcio. (Hadēs )
ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ἍΙδην, οὐδὲ δώσεις τὸν Ὅσιόν σου ἰδεῖν διαφθοράν. (Hadēs )
28 Thou hast shewed me the wayes of lyfe and shalt make me full of ioye with thy countenaunce.
Ἐγνώρισάς μοι ὁδοὺς ζωῆς, πληρώσεις με εὐφροσύνης μετὰ τοῦ προσώπου σου.’
29 Men and brethren let me frely speake vnto you of the partriarke David: For he is both deed and buryed and his sepulcre remayneth with vs vnto this daye.
Ἄνδρες, ἀδελφοί, ἐξὸν εἰπεῖν μετὰ παρρησίας πρὸς ὑμᾶς περὶ τοῦ πατριάρχου Δαυὶδ ὅτι καὶ ἐτελεύτησεν καὶ ἐτάφη, καὶ τὸ μνῆμα αὐτοῦ ἔστιν ἐν ἡμῖν ἄχρι τῆς ἡμέρας ταύτης.
30 Therfore seinge he was a Prophet and knewe that God had sworne with an othe to him that the frute of his loynes shuld sit on his seat (in that Christ shulde ryse agayne in the flesshe)
Προφήτης οὖν ὑπάρχων, καὶ εἰδὼς ὅτι ‘ὅρκῳ ὤμοσεν αὐτῷ ὁ ˚Θεὸς’, ‘ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ, καθίσαι ἐπὶ τὸν θρόνον αὐτοῦ’.
31 he sawe before: and spake in the resurreccion of Christ that his soule shulde not be left in hell: nether his flesse shuld se corrupcio. (Hadēs )
Προϊδὼν, ἐλάλησεν περὶ τῆς ἀναστάσεως τοῦ ˚Χριστοῦ ὅτι ‘οὔτε ἐγκατελείφθη εἰς ἍΙδην’, οὔτε ἡ σὰρξ αὐτοῦ ‘εἶδεν διαφθοράν’. (Hadēs )
32 This Iesus hath God raysyd vp wherof we all are witnesses.
Τοῦτον τὸν ˚Ἰησοῦν ἀνέστησεν ὁ ˚Θεός, οὗ πάντες ἡμεῖς ἐσμεν μάρτυρες.
33 Sence now that he by the right honde of God exalted is and hath receaved of the father the promyse of the holy goost he hath sheed forthe that which ye nowe se and heare.
Τῇ δεξιᾷ οὖν τοῦ ˚Θεοῦ ὑψωθεὶς, τήν τε ἐπαγγελίαν τοῦ ˚Πνεύματος τοῦ Ἁγίου, λαβὼν παρὰ τοῦ Πατρὸς, ἐξέχεεν τοῦτο ὃ ὑμεῖς βλέπετε καὶ ἀκούετε.
34 For David is not ascendyd into heave: but he sayde. The Lorde sayde to my Lorde sit on my right honde
Οὐ γὰρ Δαυὶδ ἀνέβη εἰς τοὺς οὐρανούς, λέγει δὲ αὐτός, ‘Εἶπεν ˚Κύριος τῷ ˚Κυρίῳ μου, “Κάθου ἐκ δεξιῶν μου,
35 vntill I make thy fooes thy fote stole.
ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.”’
36 So therfore let all the housse of Israel knowe for a suerty yt God hath made ye same Iesus whom ye have crucified lorde and Christ.
Ἀσφαλῶς οὖν γινωσκέτω πᾶς οἶκος Ἰσραὴλ ὅτι καὶ ˚Κύριον αὐτὸν καὶ ˚Χριστὸν ἐποίησεν ὁ ˚Θεός, τοῦτον τὸν ˚Ἰησοῦν ὃν ὑμεῖς ἐσταυρώσατε.”
37 When they hearde this they were pricked in their hertes and sayd vnto Peter and vnto the other Apostles: Ye men and brethre what shall we do?
Ἀκούσαντες δὲ, κατενύγησαν τὴν καρδίαν, εἶπόν τε πρὸς τὸν Πέτρον καὶ τοὺς λοιποὺς ἀποστόλους, “Τί ποιήσωμεν, ἄνδρες, ἀδελφοί;”
38 Peter sayde vnto them: repent and be baptised every one of you in the name of Iesus Christ for the remission of synnes and ye shall receave the gyfte of the holy goost.
Πέτρος δὲ πρὸς αὐτούς, “Μετανοήσατε”, φησίν, “καὶ βαπτισθήτω ἕκαστος ὑμῶν ἐπὶ τῷ ὀνόματι ˚Ἰησοῦ ˚Χριστοῦ, εἰς ἄφεσιν τῶν ἁμαρτιῶν ὑμῶν, καὶ λήμψεσθε τὴν δωρεὰν τοῦ Ἁγίου ˚Πνεύματος.
39 For ye promyse was made vnto you and to youre chyldre and to all that are afarre even as many as ye Lorde oure God shall call.
Ὑμῖν γάρ ἐστιν ἡ ἐπαγγελία, καὶ τοῖς τέκνοις ὑμῶν, καὶ πᾶσι τοῖς εἰς μακρὰν, ὅσους ἂν προσκαλέσηται ˚Κύριος, ὁ ˚Θεὸς ἡμῶν.”
40 And with many other wordes bare he witnes and exhorted them sayinge: Save youre selves from this vntowarde generacion.
Ἑτέροις τε λόγοις πλείοσιν διεμαρτύρατο, καὶ παρεκάλει αὐτοὺς λέγων, “Σώθητε ἀπὸ τῆς γενεᾶς τῆς σκολιᾶς ταύτης.”
41 Then they that gladly receaved his preachynge were baptised: and the same daye ther were added vnto them aboute thre thousande soules.
Οἱ μὲν οὖν ἀποδεξάμενοι τὸν λόγον αὐτοῦ ἐβαπτίσθησαν, καὶ προσετέθησαν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ψυχαὶ ὡσεὶ τρισχίλιαι.
42 And they continued in the Apostles doctrine and felloushippe and in breakinge of breed and in prayer.
Ἦσαν δὲ προσκαρτεροῦντες τῇ διδαχῇ τῶν ἀποστόλων, καὶ τῇ κοινωνίᾳ, τῇ κλάσει τοῦ ἄρτου, καὶ ταῖς προσευχαῖς.
43 And feare came over every soule. And many wondres and signes were shewed by the Apostles.
Ἐγίνετο δὲ πάσῃ ψυχῇ φόβος, πολλά δὲ τέρατα καὶ σημεῖα διὰ τῶν ἀποστόλων ἐγίνετο.
44 And all that beleved kept them selves to gedder and had all thinges comen
Πάντες δὲ οἱ πιστεύσαντες ἦσαν ἐπὶ τὸ αὐτὸ, καὶ εἶχον ἅπαντα κοινά,
45 and solde their possessions and goodes and departed them to all men as every man had nede.
καὶ τὰ κτήματα καὶ τὰς ὑπάρξεις ἐπίπρασκον, καὶ διεμέριζον αὐτὰ πᾶσιν, καθότι ἄν τις χρείαν εἶχεν.
46 And they continued dayly with one acorde in the teple and brake breed in every housse and dyd eate their meate to gedder with gladnes and singlenes of hert
Καθʼ ἡμέραν τε προσκαρτεροῦντες ὁμοθυμαδὸν ἐν τῷ ἱερῷ, κλῶντές τε κατʼ οἶκον ἄρτον, μετελάμβανον τροφῆς ἐν ἀγαλλιάσει καὶ ἀφελότητι καρδίας,
47 praysinge God and had faveour with all the people. And the Lorde added to ye congregacion dayly soche as shuld be saved.
αἰνοῦντες τὸν ˚Θεὸν καὶ ἔχοντες χάριν πρὸς ὅλον τὸν λαόν. Ὁ δὲ ˚Κύριος προσετίθει τοὺς σῳζομένους καθʼ ἡμέραν ἐπὶ τὸ αὐτό.