< Acts 13 >

1 Among the members of the Church at Antioch there were several Prophets and Teachers — Barnabas, Simeon who was known by the name of ‘Black’, Lucius of Cyrene, Manaen, foster-brother of Prince Herod, and Saul.
Ἦσαν ⸀δὲἐν Ἀντιοχείᾳ κατὰ τὴν οὖσαν ἐκκλησίαν προφῆται καὶ διδάσκαλοι ὅ τε Βαρναβᾶς καὶ Συμεὼν ὁ καλούμενος Νίγερ, καὶ Λούκιος ὁ Κυρηναῖος, Μαναήν τε Ἡρῴδου τοῦ τετραάρχου σύντροφος καὶ Σαῦλος.
2 While they were engaged in the worship of the Lord and were fasting, the Holy Spirit said: “Set apart for me Barnabas and Saul, for the work to which I have called them.”
λειτουργούντων δὲ αὐτῶν τῷ κυρίῳ καὶνηστευόντων εἶπεν τὸ πνεῦμα τὸ ἅγιον· Ἀφορίσατε δή μοι τὸν Βαρναβᾶν ⸀καὶ Σαῦλον εἰς τὸ ἔργον ὃ προσκέκλημαι αὐτούς.
3 Accordingly, after fasting and prayer, they placed their hands on them and dismissed them.
τότε νηστεύσαντες καὶ προσευξάμενοι καὶ ἐπιθέντες τὰς χεῖρας αὐτοῖς ἀπέλυσαν.
4 Barnabas and Saul, sent on this mission, as they were, by the Holy Spirit, went down to Seleucia, and from there sailed to Cyprus.
⸀Αὐτοὶμὲν οὖν ἐκπεμφθέντες ὑπὸ τοῦ ⸂ἁγίου πνεύματος κατῆλθον ⸀εἰςΣελεύκειαν, ἐκεῖθέν ⸀τεἀπέπλευσαν ⸁εἰςΚύπρον,
5 On reaching Salamis, they began to tell the Message of God in the Jewish Synagogues; and they had John with them as an assistant.
καὶ γενόμενοι ἐν Σαλαμῖνι κατήγγελλον τὸν λόγον τοῦ θεοῦ ἐν ταῖς συναγωγαῖς τῶν Ἰουδαίων· εἶχον δὲ καὶ Ἰωάννην ὑπηρέτην.
6 After passing through the whole island, they reached Paphos, where they found an astrologer who pretended to be a Prophet — a Jew by birth, whose name was Barjoshua.
διελθόντες δὲ ⸀ὅληντὴν νῆσον ἄχρι Πάφου εὗρον ⸀ἄνδρατινὰ μάγον ψευδοπροφήτην Ἰουδαῖον ᾧ ὄνομα ⸀Βαριησοῦ
7 He was at the court of the Governor, Sergius Paulus, a man of intelligence, who sent for Barnabas and Saul and asked to be told God’s Message.
ὃς ἦν σὺν τῷ ἀνθυπάτῳ Σεργίῳ Παύλῳ, ἀνδρὶ συνετῷ. οὗτος προσκαλεσάμενος Βαρναβᾶν καὶ Σαῦλον ἐπεζήτησεν ἀκοῦσαι τὸν λόγον τοῦ θεοῦ·
8 But Elymas, the astrologer (for that is the meaning of the word), opposed them, eager to divert the Governor’s attention from the Faith.
ἀνθίστατο δὲ αὐτοῖς Ἐλύμας ὁ μάγος, οὕτως γὰρ μεθερμηνεύεται τὸ ὄνομα αὐτοῦ, ζητῶν διαστρέψαι τὸν ἀνθύπατον ἀπὸ τῆς πίστεως.
9 However, Saul (who is the same as Paul), full of the Holy Spirit, fixed his eyes on him and said:
Σαῦλος δέ, ὁ καὶ Παῦλος, πλησθεὶς πνεύματος ⸀ἁγίουἀτενίσας εἰς αὐτὸν
10 “You incarnation of deceit and all fraud! You son of the Devil! You opponent of all that is good! Will you never cease to divert ‘the straight paths of the Lord’? Listen!
εἶπεν· Ὦ πλήρης παντὸς δόλου καὶ πάσης ῥᾳδιουργίας, υἱὲ διαβόλου, ἐχθρὲ πάσης δικαιοσύνης, οὐ παύσῃ διαστρέφων τὰς ⸀ὁδοὺςκυρίου τὰς εὐθείας;
11 The hand of the Lord is upon you even now, and you will be blind for a time and unable to see the sun.” Immediately a mist and darkness fell upon him, and he went feeling about for some one to guide him.
καὶ νῦν ἰδοὺ χεὶρ κυρίου ἐπὶ σέ, καὶ ἔσῃ τυφλὸς μὴ βλέπων τὸν ἥλιον ἄχρι καιροῦ. παραχρῆμα ⸀δὲ⸀ἔπεσενἐπʼ αὐτὸν ἀχλὺς καὶ σκότος, καὶ περιάγων ἐζήτει χειραγωγούς.
12 When the Governor saw what had happened, he became a believer in Christ, being greatly impressed by the teaching about the Lord.
τότε ἰδὼν ὁ ἀνθύπατος τὸ γεγονὸς ἐπίστευσεν ἐκπλησσόμενος ἐπὶ τῇ διδαχῇ τοῦ κυρίου.
13 After this, Paul and his companions set sail from Paphos and went to Perga in Pamphylia, where John left them and returned to Jerusalem.
Ἀναχθέντες δὲ ἀπὸ τῆς Πάφου οἱ ⸀περὶΠαῦλον ἦλθον εἰς Πέργην τῆς Παμφυλίας· Ἰωάννης δὲ ἀποχωρήσας ἀπʼ αὐτῶν ὑπέστρεψεν εἰς Ἱεροσόλυμα.
14 The others went on from Perga and arrived at Antioch in Pisidia. There they went into the Synagogue on the Sabbath and took their seats.
αὐτοὶ δὲ διελθόντες ἀπὸ τῆς Πέργης παρεγένοντο εἰς Ἀντιόχειαν ⸂τὴν Πισιδίαν, καὶ ⸀εἰσελθόντεςεἰς τὴν συναγωγὴν τῇ ἡμέρᾳ τῶν σαββάτων ἐκάθισαν.
15 After the reading of the Law and the Prophets, the President of the Synagogue sent them this message — “Brothers, if you have any helpful words to address to the people, now is the time to speak.”
μετὰ δὲ τὴν ἀνάγνωσιν τοῦ νόμου καὶ τῶν προφητῶν ἀπέστειλαν οἱ ἀρχισυνάγωγοι πρὸς αὐτοὺς λέγοντες· Ἄνδρες ἀδελφοί, εἴ ⸀τίςἐστιν ⸂ἐν ὑμῖν λόγος παρακλήσεως πρὸς τὸν λαόν, λέγετε.
16 So Paul rose and, motioning with his hand, spoke as follows: “Men of Israel and all here who reverence God, hear what I have to say.
ἀναστὰς δὲ Παῦλος καὶ κατασείσας τῇ χειρὶ εἶπεν· Ἄνδρες Ἰσραηλῖται καὶ οἱ φοβούμενοι τὸν θεόν, ἀκούσατε.
17 The God of this people Israel chose our ancestors, and during their stay in Egypt increased the prosperity of the people, and then ‘with uplifted arm brought them out from that land.’
ὁ θεὸς τοῦ λαοῦ τούτου ⸀Ἰσραὴλἐξελέξατο τοὺς πατέρας ἡμῶν, καὶ τὸν λαὸν ὕψωσεν ἐν τῇ παροικίᾳ ἐν γῇ ⸀Αἰγύπτου καὶ μετὰ βραχίονος ὑψηλοῦ ἐξήγαγεν αὐτοὺς ἐξ αὐτῆς,
18 For about forty years ‘he bore with them in the Desert’;
καί, ὡς τεσσερακονταετῆ χρόνον ἐτροποφόρησεν αὐτοὺς ἐν τῇ ἐρήμῳ,
19 then, after destroying seven heathen nations in Canaan, he allotted their land to this people —
⸀καὶκαθελὼν ἔθνη ἑπτὰ ἐν γῇ Χανάαν ⸀κατεκληρονόμησεντὴν γῆν αὐτῶν
20 For about four hundred and fifty years. In later times he gave them Judges, of whom the Prophet Samuel was the last.
⸂ὡς ἔτεσι τετρακοσίοις καὶ πεντήκοντα. καὶ μετὰ ταῦτα⸃ ἔδωκεν κριτὰς ἕως Σαμουὴλ ⸀τοῦ προφήτου.
21 And, when they demanded a king, God gave them Saul the son of Kish, a man of the tribe of Benjamin, who reigned for forty years.
κἀκεῖθεν ᾐτήσαντο βασιλέα, καὶ ἔδωκεν αὐτοῖς ὁ θεὸς τὸν Σαοὺλ υἱὸν Κίς, ἄνδρα ἐκ φυλῆς Βενιαμίν, ἔτη τεσσεράκοντα·
22 After removing him, he raised David to the throne, and bore this testimony to him — ‘In David, the son of Jesse, I have found a man after my own heart, who will carry out all my purposes.’
καὶ μεταστήσας αὐτὸν ἤγειρεν ⸂τὸν Δαυὶδ αὐτοῖς εἰς βασιλέα, ᾧ καὶ εἶπεν μαρτυρήσας· Εὗρον Δαυὶδ τὸν τοῦ Ἰεσσαί, ἄνδρα κατὰ τὴν καρδίαν μου, ὃς ποιήσει πάντα τὰ θελήματά μου.
23 It was from this man’s descendants that God, in accordance with his promise, gave Israel a Saviour — Jesus;
τούτου ὁ θεὸς ἀπὸ τοῦ σπέρματος κατʼ ἐπαγγελίαν ἤγαγεν τῷ Ἰσραὴλ ⸂σωτῆρα Ἰησοῦν,
24 John having first proclaimed, before the appearance of Jesus, a baptism upon repentance for all the people of Israel.
προκηρύξαντος Ἰωάννου πρὸ προσώπου τῆς εἰσόδου αὐτοῦ βάπτισμα μετανοίας ⸂παντὶ τῷ λαῷ Ἰσραήλ.
25 As John was drawing towards the end of his career, he said what do you suppose that I am? I am not the Christ. But there is “One Coming” after me, whose very sandal I am not worthy to untie.’
ὡς δὲ ἐπλήρου ⸀Ἰωάννηςτὸν δρόμον, ἔλεγεν· ⸂Τί ἐμὲ ὑπονοεῖτε εἶναι; οὐκ εἰμὶ ἐγώ· ἀλλʼ ἰδοὺ ἔρχεται μετʼ ἐμὲ οὗ οὐκ εἰμὶ ἄξιος τὸ ὑπόδημα τῶν ποδῶν λῦσαι.
26 Brothers, descendants of Abraham, and all those among you who reverence God, it was to us that the Message of this Salvation was sent.
Ἄνδρες ἀδελφοί, υἱοὶ γένους Ἀβραὰμ καὶ οἱ ἐν ὑμῖν φοβούμενοι τὸν θεόν, ⸀ἡμῖνὁ λόγος τῆς σωτηρίας ταύτης ⸀ἐξαπεστάλη
27 The people of Jerusalem and their leading men, failing to recognise Jesus, and not understanding the utterances of the Prophets that are read every Sabbath, fulfilled them by condemning him.
οἱ γὰρ κατοικοῦντες ἐν Ἰερουσαλὴμ καὶ οἱ ἄρχοντες αὐτῶν τοῦτον ἀγνοήσαντες καὶ τὰς φωνὰς τῶν προφητῶν τὰς κατὰ πᾶν σάββατον ἀναγινωσκομένας κρίναντες ἐπλήρωσαν,
28 They found no ground at all for putting him to death, and yet demanded his execution from Pilate;
καὶ μηδεμίαν αἰτίαν θανάτου εὑρόντες ᾐτήσαντο Πιλᾶτον ἀναιρεθῆναι αὐτόν·
29 and, after carrying out everything written about him, they took Jesus down from the cross, and laid him in a tomb.
ὡς δὲ ἐτέλεσαν πάντα τὰ περὶ αὐτοῦ γεγραμμένα, καθελόντες ἀπὸ τοῦ ξύλου ἔθηκαν εἰς μνημεῖον.
30 But God raised him from the dead;
ὁ δὲ θεὸς ἤγειρεν αὐτὸν ἐκ νεκρῶν·
31 and he appeared for many days to those who had gone up with him from Galilee to Jerusalem, and who are now witnesses for him to the people.
ὃς ὤφθη ἐπὶ ἡμέρας πλείους τοῖς συναναβᾶσιν αὐτῷ ἀπὸ τῆς Γαλιλαίας εἰς Ἰερουσαλήμ, οἵτινες ⸀νῦνεἰσὶ μάρτυρες αὐτοῦ πρὸς τὸν λαόν.
32 We also have good news to tell you, about the promise made to our ancestors —
καὶ ἡμεῖς ὑμᾶς εὐαγγελιζόμεθα τὴν πρὸς τοὺς πατέρας ἐπαγγελίαν γενομένην
33 That our children have had this promise completely fulfilled to them by God, by his raising Jesus. That is just what is said in the second Psalm — ‘Thou art my Son; this day I have become thy Father.’
ὅτι ταύτην ὁ θεὸς ἐκπεπλήρωκεν τοῖς τέκνοις ⸀ἡμῶνἀναστήσας Ἰησοῦν, ὡς καὶ ἐν τῷ ⸂ψαλμῷ γέγραπται τῷ δευτέρῳ· Υἱός μου εἶ σύ, ἐγὼ σήμερον γεγέννηκά σε.
34 As to his raising Jesus from the dead, never again to return to corruption, this is what is said — ‘I will give to you the sacred promises made to David;’
ὅτι δὲ ἀνέστησεν αὐτὸν ἐκ νεκρῶν μηκέτι μέλλοντα ὑποστρέφειν εἰς διαφθοράν, οὕτως εἴρηκεν ὅτι Δώσω ὑμῖν τὰ ὅσια Δαυὶδ τὰ πιστά.
35 And, therefore, in another Psalm it is said — ‘Thou wilt not give up the Holy One to undergo corruption.’
⸀διότικαὶ ἐν ἑτέρῳ λέγει· Οὐ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν·
36 David, after obediently doing God’s will in his own time, ‘fell asleep and was laid by the side of his ancestors, and did undergo corruption;
Δαυὶδ μὲν γὰρ ἰδίᾳ γενεᾷ ὑπηρετήσας τῇ τοῦ θεοῦ βουλῇ ἐκοιμήθη καὶ προσετέθη πρὸς τοὺς πατέρας αὐτοῦ καὶ εἶδεν διαφθοράν,
37 but Jesus, whom God raised from the dead, did not undergo corruption.
ὃν δὲ ὁ θεὸς ἤγειρεν οὐκ εἶδεν διαφθοράν.
38 I would, therefore, have you know, brothers, that through Jesus forgiveness of sins is being proclaimed to you,
γνωστὸν οὖν ἔστω ὑμῖν, ἄνδρες ἀδελφοί, ὅτι διὰ τούτου ὑμῖν ἄφεσις ἁμαρτιῶν καταγγέλλεται, καὶ ἀπὸ πάντων ὧν οὐκ ἠδυνήθητε ⸀ἐννόμῳ Μωϋσέως δικαιωθῆναι
39 and that, in union with him, every one who believes in him is absolved from every sin from which under the Law of Moses you could not be absolved.
ἐν τούτῳ πᾶς ὁ πιστεύων δικαιοῦται.
40 Beware, therefore, that what is said in the Prophets does not come true of you —
βλέπετε οὖν μὴ ⸀ἐπέλθῃτὸ εἰρημένον ἐν τοῖς προφήταις·
41 ‘Look, you despisers, and wonder, and perish; For I am doing a deed in your days — A deed which, though told you in full, you will never believe’.”
Ἴδετε, οἱ καταφρονηταί, καὶ θαυμάσατε καὶ ἀφανίσθητε, ὅτι ἔργον ⸂ἐργάζομαι ἐγὼ ἐν ταῖς ἡμέραις ὑμῶν, ⸀ἔργονὃ οὐ μὴ πιστεύσητε ἐάν τις ἐκδιηγῆται ὑμῖν.
42 As Paul and Barnabas were leaving the Synagogue, the people begged for a repetition of this teaching on the next Sabbath.
Ἐξιόντων δὲ ⸀αὐτῶν⸀παρεκάλουνεἰς τὸ μεταξὺ σάββατον λαληθῆναι αὐτοῖς τὰ ῥήματα ⸀ταῦτα
43 After the congregation had dispersed, many of the Jews, and of the converts who joined in their worship, followed Paul and Barnabas, who talked with them and urged them to continue to rely upon the loving-kindness of God.
λυθείσης δὲ τῆς συναγωγῆς ἠκολούθησαν πολλοὶ τῶν Ἰουδαίων καὶ τῶν σεβομένων προσηλύτων τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ, οἵτινες προσλαλοῦντες ⸀αὐτοῖςἔπειθον αὐτοὺς ⸀προσμένειντῇ χάριτι τοῦ θεοῦ.
44 On the following Sabbath, almost all the city gathered to hear God’s Message.
Τῷ ⸀δὲἐρχομένῳ σαββάτῳ σχεδὸν πᾶσα ἡ πόλις συνήχθη ἀκοῦσαι τὸν λόγον τοῦ ⸀κυρίου
45 But the sight of the crowds of people filled the minds of the Jews with jealousy, and they kept contradicting Paul’s statements in violent language.
ἰδόντες δὲ οἱ Ἰουδαῖοι τοὺς ὄχλους ἐπλήσθησαν ζήλου καὶ ἀντέλεγον τοῖς ⸀ὑπὸΠαύλου ⸀λαλουμένοις⸀βλασφημοῦντες
46 Then Paul and Barnabas spoke out fearlessly, and said: “It was necessary that the Message of God should be told to you first; but, since you reject it and reckon yourselves not worthy of the Immortal Life — we turn to the Gentiles! (aiōnios g166)
παρρησιασάμενοί ⸀τεὁ Παῦλος καὶ ὁ Βαρναβᾶς εἶπαν· Ὑμῖν ἦν ἀναγκαῖον πρῶτον λαληθῆναι τὸν λόγον τοῦ θεοῦ· ⸀ἐπειδὴἀπωθεῖσθε αὐτὸν καὶ οὐκ ἀξίους κρίνετε ἑαυτοὺς τῆς αἰωνίου ζωῆς, ἰδοὺ στρεφόμεθα εἰς τὰ ἔθνη· (aiōnios g166)
47 For this is the Lord’s command to us — ‘I have destined thee for a Light to the Gentiles, A means of Salvation to the ends of the earth’.”
οὕτως γὰρ ἐντέταλται ἡμῖν ὁ κύριος· Τέθεικά σε εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
48 On hearing this, the Gentiles were glad and extolled God’s Message; and all those who had been enrolled for Immortal Life became believers in Christ; (aiōnios g166)
ἀκούοντα δὲ τὰ ἔθνη ⸀ἔχαιρονκαὶ ἐδόξαζον τὸν λόγον τοῦ ⸀κυρίου καὶ ἐπίστευσαν ὅσοι ἦσαν τεταγμένοι εἰς ζωὴν αἰώνιον· (aiōnios g166)
49 and the Lord’s Message was carried throughout that district.
διεφέρετο δὲ ὁ λόγος τοῦ κυρίου διʼ ὅλης τῆς χώρας.
50 But the Jews incited the women of position who worshiped with them, and the leading men of the town, and started a persecution against Paul and Barnabas, and drove them out of their neighbourhood.
οἱ δὲ Ἰουδαῖοι παρώτρυναν τὰς σεβομένας ⸀γυναῖκαςτὰς εὐσχήμονας καὶτοὺς πρώτους τῆς πόλεως καὶ ἐπήγειραν διωγμὸν ἐπὶ τὸν Παῦλον ⸀καὶ Βαρναβᾶν, καὶ ἐξέβαλον αὐτοὺς ἀπὸ τῶν ὁρίων αὐτῶν.
51 They, however, shook the dust off their feet in protest,
οἱ δὲ ἐκτιναξάμενοι τὸν κονιορτὸν τῶν ⸀ποδῶνἐπʼ αὐτοὺς ἦλθον εἰς Ἰκόνιον,
52 and went to Iconium, leaving the disciples full of joy and of the Holy Spirit.
οἵ ⸀τεμαθηταὶ ἐπληροῦντο χαρᾶς καὶ πνεύματος ἁγίου.

< Acts 13 >