< Matthew 24 >

1 As Jesus came out from the temple courts and was walking away, his disciples came to him to show him the buildings of the temple.
Καὶ ἐξελθὼν ὁ Ἰησοῦς ⸂ἀπὸ τοῦ ἱεροῦ ἐπορεύετο, καὶ προσῆλθον οἱ μαθηταὶ αὐτοῦ ἐπιδεῖξαι αὐτῷ τὰς οἰκοδομὰς τοῦ ἱεροῦ·
2 But Jesus said to them, “You see all these buildings? Truly I say to you, not one stone will be left here upon another; all of them will be torn down.”
ὁ δὲ ⸀ἀποκριθεὶςεἶπεν αὐτοῖς· Οὐ βλέπετε ⸂ταῦτα πάντα; ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀφεθῇ ὧδε λίθος ἐπὶ λίθον ὃς οὐ καταλυθήσεται.
3 Later, as Jesus was sitting on the Mount of Olives, the disciples came to him privately and said, “Tell us, when will these things happen? And what will be the sign of yoʋr coming and of the end of the age?” (aiōn g165)
Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ Ὄρους τῶν Ἐλαιῶν προσῆλθον αὐτῷ οἱ μαθηταὶ κατʼ ἰδίαν λέγοντες· Εἰπὸν ἡμῖν πότε ταῦτα ἔσται, καὶτί τὸ σημεῖον τῆς σῆς παρουσίας ⸀καὶ συντελείας τοῦ αἰῶνος. (aiōn g165)
4 Jesus answered them, “Make sure no one leads you astray.
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Βλέπετε μή τις ὑμᾶς πλανήσῃ·
5 For many will come in my name, saying, ‘I am the Christ,’ and they will lead many astray.
πολλοὶ γὰρ ἐλεύσονται ἐπὶ τῷ ὀνόματί μου λέγοντες· Ἐγώ εἰμι ὁ χριστός, καὶ πολλοὺς πλανήσουσιν.
6 You will hear of wars and rumors of wars. Do not be alarmed, for all these things must take place, but the end is not yet.
μελλήσετε δὲ ἀκούειν πολέμους καὶ ἀκοὰς πολέμων· ὁρᾶτε, μὴ θροεῖσθε· δεῖ ⸀γὰργενέσθαι, ἀλλʼ οὔπω ἐστὶν τὸ τέλος.
7 For nation will rise up against nation, and kingdom against kingdom. There will be famines, plagues, and earthquakes in various places.
ἐγερθήσεται γὰρ ἔθνος ἐπὶ ἔθνος καὶ βασιλεία ἐπὶ βασιλείαν, καὶ ἔσονται ⸀λιμοὶκαὶ σεισμοὶ κατὰ τόπους·
8 But all these things are the beginning of the labor pains.
πάντα δὲ ταῦτα ἀρχὴ ὠδίνων.
9 “Then they will hand you over to be tortured and will put you to death, and you will be hated by all nations because of my name.
Τότε παραδώσουσιν ὑμᾶς εἰς θλῖψιν καὶ ἀποκτενοῦσιν ὑμᾶς, καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων τῶν ἐθνῶν διὰ τὸ ὄνομά μου.
10 Many will fall away and will betray one another and hate one another.
καὶ τότε σκανδαλισθήσονται πολλοὶ καὶ ἀλλήλους παραδώσουσιν καὶ μισήσουσιν ἀλλήλους·
11 Many false prophets will rise up and lead many astray.
καὶ πολλοὶ ψευδοπροφῆται ἐγερθήσονται καὶ πλανήσουσιν πολλούς·
12 Because lawlessness will be increased, the love of many will grow cold,
καὶ διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ψυγήσεται ἡ ἀγάπη τῶν πολλῶν.
13 but he who endures to the end will be saved.
ὁ δὲ ὑπομείνας εἰς τέλος οὗτος σωθήσεται.
14 And this gospel of the kingdom will be proclaimed in the whole world as a testimony to all nations, and then the end will come.
καὶ κηρυχθήσεται τοῦτο τὸ εὐαγγέλιον τῆς βασιλείας ἐν ὅλῃ τῇ οἰκουμένῃ εἰς μαρτύριον πᾶσιν τοῖς ἔθνεσιν, καὶ τότε ἥξει τὸ τέλος.
15 “So when you see the abomination of desolation, which was spoken of by the prophet Daniel, standing in the holy place” (let the reader understand),
Ὅταν οὖν ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου ⸀ἑστὸςἐν τόπῳ ἁγίῳ, ὁ ἀναγινώσκων νοείτω,
16 “then those who are in Judea must flee to the mountains.
τότε οἱ ἐν τῇ Ἰουδαίᾳ φευγέτωσαν ⸀ἐπὶτὰ ὄρη,
17 He who is on the housetop must not come down to get anything out of his house.
ὁ ἐπὶ τοῦ δώματος μὴ ⸀καταβάτωἆραι τὰ ἐκ τῆς οἰκίας αὐτοῦ,
18 And he who is in the field must not turn back to get his garments.
καὶ ὁ ἐν τῷ ἀγρῷ μὴ ἐπιστρεψάτω ὀπίσω ἆραι ⸂τὸ ἱμάτιον αὐτοῦ.
19 Woe to those who are with child and to those who are nursing infants in those days!
οὐαὶ δὲ ταῖς ἐν γαστρὶ ἐχούσαις καὶ ταῖς θηλαζούσαις ἐν ἐκείναις ταῖς ἡμέραις.
20 Pray that your flight will not happen in winter or on a Sabbath.
προσεύχεσθε δὲ ἵνα μὴ γένηται ἡ φυγὴ ὑμῶν χειμῶνος μηδὲ σαββάτῳ·
21 For at that time there will be a great tribulation unlike any other from the beginning of the world until now, and it will never be equaled again.
ἔσται γὰρ τότε θλῖψις μεγάλη οἵα οὐ γέγονεν ἀπʼ ἀρχῆς κόσμου ἕως τοῦ νῦν οὐδʼ οὐ μὴ γένηται.
22 If those days had not been cut short, no flesh would be saved. But for the sake of the chosen those days will be cut short.
καὶ εἰ μὴ ἐκολοβώθησαν αἱ ἡμέραι ἐκεῖναι, οὐκ ἂν ἐσώθη πᾶσα σάρξ· διὰ δὲ τοὺς ἐκλεκτοὺς κολοβωθήσονται αἱ ἡμέραι ἐκεῖναι.
23 If anyone says to you at that time, ‘Behold, here is the Christ!’ or, ‘Here he is!’ do not believe him.
τότε ἐάν τις ὑμῖν εἴπῃ· Ἰδοὺ ὧδε ὁ χριστός, ἤ· Ὧδε, μὴ πιστεύσητε·
24 For false christs and false prophets will rise up and perform great signs and wonders so as to lead astray, if possible, even the chosen.
ἐγερθήσονται γὰρ ψευδόχριστοι καὶ ψευδοπροφῆται, καὶ δώσουσιν σημεῖα μεγάλα καὶ τέρατα ὥστε ⸀πλανῆσαιεἰ δυνατὸν καὶ τοὺς ἐκλεκτούς·
25 Behold, I have told you in advance.
ἰδοὺ προείρηκα ὑμῖν.
26 So if they say to you, ‘Behold, he is in the wilderness,’ do not go out, or, ‘Behold, he is in the inner rooms,’ do not believe it.
ἐὰν οὖν εἴπωσιν ὑμῖν· Ἰδοὺ ἐν τῇ ἐρήμῳ ἐστίν, μὴ ἐξέλθητε· Ἰδοὺ ἐν τοῖς ταμείοις, μὴ πιστεύσητε·
27 For just as lightning comes from the east and shines to the west, so will be the coming of the Son of Man.
ὥσπερ γὰρ ἡ ἀστραπὴ ἐξέρχεται ἀπὸ ἀνατολῶν καὶ φαίνεται ἕως δυσμῶν, οὕτως ⸀ἔσταιἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
28 For where the carcass is, there the vultures will be gathered together.
⸀ὅπουἐὰν ᾖ τὸ πτῶμα, ἐκεῖ συναχθήσονται οἱ ἀετοί.
29 “But immediately after the tribulation of those days, the sun will be darkened, and the moon will not give its light. The stars will fall from heaven, and the powers of the heavens will be shaken.
Εὐθέως δὲ μετὰ τὴν θλῖψιν τῶν ἡμερῶν ἐκείνων ὁ ἥλιος σκοτισθήσεται, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἀπὸ τοῦ οὐρανοῦ, καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται.
30 Then the sign of the Son of Man will appear in the heavens, and all the tribes of the earth will mourn when they see the Son of Man coming on the clouds of heaven with power and great glory.
καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ υἱοῦ τοῦ ἀνθρώπου ἐν ⸀τῷοὐρανῷ, καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ ὄψονται τὸν υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ μετὰ δυνάμεως καὶ δόξης πολλῆς·
31 And he will send his angels with a loud trumpet call, and they will gather together his chosen from the four winds, from one end of the heavens to the other.
καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ ⸀σάλπιγγοςμεγάλης, καὶ ἐπισυνάξουσιν τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶντεσσάρων ἀνέμων ἀπʼ ἄκρων οὐρανῶν ἕως ⸀τῶν ἄκρων αὐτῶν.
32 “Now learn this lesson from the fig tree: As soon as its branches become tender and put out leaves, you know that summer is near.
Ἀπὸ δὲ τῆς συκῆς μάθετε τὴν παραβολήν· ὅταν ἤδη ὁ κλάδος αὐτῆς γένηται ἁπαλὸς καὶ τὰ φύλλα ἐκφύῃ, γινώσκετε ὅτι ἐγγὺς τὸ θέρος·
33 So also, when you see all these things, know that he is near, at the very gates.
οὕτως καὶ ὑμεῖς, ὅταν ἴδητε ⸂πάντα ταῦτα, γινώσκετε ὅτι ἐγγύς ἐστιν ἐπὶ θύραις.
34 Truly I say to you, this generation will certainly not pass away until all these things have taken place.
ἀμὴν λέγω ὑμῖν ⸀ὅτιοὐ μὴ παρέλθῃ ἡ γενεὰ αὕτη ἕως ἂν πάντα ταῦτα γένηται.
35 Heaven and earth will pass away, but my words will certainly not pass away.
ὁ οὐρανὸς καὶ ἡ γῆ ⸀παρελεύσεται οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.
36 “No one knows about that day or hour, not even the angels of heaven, but only my Father.
Περὶ δὲ τῆς ἡμέρας ἐκείνης καὶ ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τῶν οὐρανῶν ⸂οὐδὲ ὁ υἱός, εἰ μὴ ὁ ⸀πατὴρμόνος.
37 As were the days of Noah, so will be the coming of the Son of Man.
ὥσπερ ⸀γὰραἱ ἡμέραι τοῦ Νῶε, οὕτως ⸀ἔσταιἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου·
38 For in the days before the flood, people were eating and drinking, marrying and giving in marriage, until the day when Noah went into the ark.
⸀ὡςγὰρ ἦσαν ἐν ταῖς ⸀ἡμέραιςταῖς πρὸ τοῦ κατακλυσμοῦ τρώγοντες καὶ πίνοντες, γαμοῦντες καὶ ⸀γαμίζοντες ἄχρι ἧς ἡμέρας εἰσῆλθεν Νῶε εἰς τὴν κιβωτόν,
39 They knew nothing about what would happen until the flood came and took them all away. So will it be at the coming of the Son of Man.
καὶοὐκ ἔγνωσαν ἕως ἦλθεν ὁ κατακλυσμὸς καὶ ἦρεν ἅπαντας, οὕτως ἔσται ⸀καὶ ἡ παρουσία τοῦ υἱοῦ τοῦ ἀνθρώπου.
40 Two men will be in the field; one will be taken and one will be left.
τότε ⸂δύο ἔσονται ἐν τῷ ἀγρῷ, ⸀εἷςπαραλαμβάνεται καὶ ⸁εἷςἀφίεται·
41 Two women will be grinding grain at the mill; one will be taken and one will be left.
δύο ἀλήθουσαι ἐν τῷ ⸀μύλῳ μία παραλαμβάνεται καὶ μία ἀφίεται.
42 Therefore keep watch, for you do not know in what hour your Lord is coming.
γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε ποίᾳ ⸀ἡμέρᾳὁ κύριος ὑμῶν ἔρχεται.
43 But know this: If the master of the house had known at what time of night the thief was coming, he would have kept watch and not allowed his house to be broken into.
ἐκεῖνο δὲ γινώσκετε ὅτι εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται, ἐγρηγόρησεν ἂν καὶ οὐκ ἂν εἴασεν διορυχθῆναι τὴν οἰκίαν αὐτοῦ.
44 Therefore you also must be ready, for the Son of Man is coming at an hour when you do not expect him.
διὰ τοῦτο καὶ ὑμεῖς γίνεσθε ἕτοιμοι, ὅτι ᾗ ⸂οὐ δοκεῖτε ὥρᾳ ὁ υἱὸς τοῦ ἀνθρώπου ἔρχεται.
45 “Who then is the faithful and wise servant, whom his master has set over his household, to give them their food at the proper time?
Τίς ἄρα ἐστὶν ὁ πιστὸς δοῦλος καὶ φρόνιμος ὃν κατέστησεν ὁ ⸀κύριοςἐπὶ τῆς ⸀οἰκετείαςαὐτοῦ τοῦ ⸀δοῦναιαὐτοῖς τὴν τροφὴν ἐν καιρῷ;
46 Blessed is that servant whom his master finds doing so when he comes.
μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος αὐτοῦ εὑρήσει ⸂οὕτως ποιοῦντα·
47 Truly I say to you, he will set him over all his possessions.
ἀμὴν λέγω ὑμῖν ὅτι ἐπὶ πᾶσιν τοῖς ὑπάρχουσιν αὐτοῦ καταστήσει αὐτόν.
48 But if that evil servant says in his heart, ‘My master is delayed in coming,’
ἐὰν δὲ εἴπῃ ὁ κακὸς δοῦλος ἐκεῖνος ἐν τῇ καρδίᾳ αὐτοῦ· Χρονίζει ⸂μου ὁ κύριος,
49 and begins to beat his fellow servants and to eat and drink with the drunkards,
καὶ ἄρξηται τύπτειν τοὺς συνδούλους ⸂αὐτοῦ, ἐσθίῃ δὲ καὶ πίνῃ⸃ μετὰ τῶν μεθυόντων,
50 the master of that servant will come on a day when he does not expect him and at an hour he does not foresee,
ἥξει ὁ κύριος τοῦ δούλου ἐκείνου ἐν ἡμέρᾳ ᾗ οὐ προσδοκᾷ καὶ ἐν ὥρᾳ ᾗ οὐ γινώσκει,
51 and will cut him in two and assign his portion to be with the hypocrites. In that place there will be weeping and gnashing of teeth.
καὶ διχοτομήσει αὐτὸν καὶ τὸ μέρος αὐτοῦ μετὰ τῶν ὑποκριτῶν θήσει· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.

< Matthew 24 >