< Romans 3 >

1 What then is the superiority of the Jew? Or what is the advantage of circumcision?
Τί οὖν τὸ περισσὸν τοῦ Ἰουδαίου, ἢ τίς ἡ ὠφέλεια τῆς περιτομῆς;
2 Much, every way. And first, because to them were intrusted the oracles of God.
πολὺ κατὰ πάντα τρόπον. πρῶτον μὲν γὰρ ὅτι ἐπιστεύθησαν τὰ λόγια τοῦ Θεοῦ.
3 For if some of them have not believed, have they, by their not believing, made the faith of God inefficient?
τί γὰρ εἰ ἠπίστησάν τινες; μὴ ἡ ἀπιστία αὐτῶν τὴν πίστιν τοῦ Θεοῦ καταργήσει;
4 Far be it: for God is veracious, and every man false: as it is written: That thou mightest be upright, in thy declarations; and be found pure, when they judge thee.
μὴ γένοιτο· γινέσθω δὲ ὁ Θεὸς ἀληθής, πᾶς δὲ ἄνθρωπος ψεύστης, καθὼς γέγραπται· ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου καὶ νικήσεις ἐν τῷ κρίνεσθαί σε.
5 But if our iniquity establish the rectitude of God, what shall we say? Is God unrighteous, when he inflicteth wrath? (I speak as a man.)
εἰ δὲ ἡ ἀδικία ἡμῶν Θεοῦ δικαιοσύνην συνίστησι, τί ἐροῦμεν; μὴ ἄδικος ὁ Θεὸς ὁ ἐπιφέρων τὴν ὀργήν; κατὰ ἄνθρωπον λέγω.
6 Far from it. Otherwise how will God judge the world?
μὴ γένοιτο· ἐπεὶ πῶς κρινεῖ ὁ Θεὸς τὸν κόσμον;
7 But if the truth of God hath been furthered by my falsehood, to his glory; why am I then condemned as a sinner?
εἰ γὰρ ἡ ἀλήθεια τοῦ Θεοῦ ἐν τῷ ἐμῷ ψεύσματι ἐπερίσσευσεν εἰς τὴν δόξαν αὐτοῦ, τί ἔτι κἀγὼ ὡς ἁμαρτωλὸς κρίνομαι,
8 Or shall we say as some have slanderously reported us to say: We will do evil things, that good results may come? The condemnation of such is reserved for justice.
καὶ μὴ καθὼς βλασφημούμεθα καὶ καθώς φασί τινες ἡμᾶς λέγειν ὅτι ποιήσωμεν τὰ κακὰ ἵνα ἔλθῃ τὰ ἀγαθά; ὧν τὸ κρῖμα ἔνδικόν ἐστι.
9 What then, have WE the superiority, when we have before decided as to both Jews and Gentiles, that all of them are under sin?
Τί οὖν; προεχόμεθα; οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ᾽ ἁμαρτίαν εἶναι,
10 As it is written: There is none righteous; no, no one:
καθὼς γέγραπται ὅτι οὐκ ἔστι δίκαιος οὐδὲ εἷς,
11 and none that understandeth; nor that seeketh after God.
οὐκ ἔστιν ὁ συνιῶν, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν Θεόν·
12 They have all turned aside, together; and become reprobates. There is none that doeth good; no, not one.
πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός.
13 Their throats are open sepulchres, and their tongues treacherous; and the venom of the asp is under their lips.
τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν, ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν, ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν·
14 Their mouth is full of cursing and bitterness;
ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει·
15 and their feet are swift to shed blood.
ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα,
16 Destruction and anguish are in their paths:
σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν,
17 and the path of peacefulness they have not known:
καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν.
18 and the fear of God is not before their eyes.
οὐκ ἔστι φόβος Θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν.
19 Now we know, that whatever the law saith, it saith to them who are under the law; that every mouth may be stopped, and all the world be guilty before God.
Οἴδαμεν δὲ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ Θεῷ,
20 Wherefore, by the deeds of the law, no flesh is justified before him: for, by the law, sin is known.
διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας.
21 But now, the righteousness of God without the law, is manifested; and the law and the prophets testify of it:
Νυνὶ δὲ χωρὶς νόμου δικαιοσύνη Θεοῦ πεφανέρωται, μαρτυρουμένη ὑπὸ τοῦ νόμου καὶ τῶν προφητῶν,
22 even the righteousness of God, which is by faith in Jesus Messiah, for every one, and on every one, that believeth in him: for there is no distinction;
δικαιοσύνη δὲ Θεοῦ διὰ πίστεως Ἰησοῦ Χριστοῦ εἰς πάντας καὶ ἐπὶ πάντας τοὺς πιστεύοντας· οὐ γὰρ ἔστι διαστολή·
23 for they have all sinned, and failed of the glory of God.
πάντες γὰρ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ,
24 And they are justified gratuitously, by grace, and by the redemption which is in Jesus Messiah;
δικαιούμενοι δωρεὰν τῇ αὐτοῦ χάριτι διὰ τῆς ἀπολυτρώσεως τῆς ἐν Χριστῷ Ἰησοῦ,
25 whom God hath preconstituted a propitiation, by faith in his blood, because of our sins, which we before committed,
ὃν προέθετο ὁ Θεὸς ἱλαστήριον διὰ τῆς πίστεως ἐν τῷ αὐτοῦ αἵματι, εἰς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ διὰ τὴν πάρεσιν τῶν προγεγονότων ἁμαρτημάτων
26 in the space which God in his long suffering gave to us, for the manifestation of his righteousness at the present time; that he might be righteous, and might with righteousness justify him who is in the faith of our Lord Jesus Messiah.
ἐν τῇ ἀνοχῇ τοῦ Θεοῦ, πρὸς ἔνδειξιν τῆς δικαιοσύνης αὐτοῦ ἐν τῷ νῦν καιρῷ, εἰς τὸ εἶναι αὐτὸν δίκαιον καὶ δικαιοῦντα τὸν ἐκ πίστεως Ἰησοῦ.
27 Where then is glorying? It is annihilated. By what law? by that of works? Nay: but by the law of faith.
Ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη. διὰ ποίου νόμου; τῶν ἔργων; οὐχί, ἀλλὰ διὰ νόμου πίστεως.
28 We therefore conclude, that it is by faith a man is justified, and not by the works of the law.
λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου.
29 For, is he the God of the Jews only, and not of the Gentiles? Nay: of the Gentiles also.
ἢ Ἰουδαίων ὁ Θεὸς μόνον; οὐχὶ δὲ καὶ ἐθνῶν; ναὶ καὶ ἐθνῶν,
30 Because there is, one God, who justifieth the circumcision by faith, and the uncircumcision by the same faith.
ἐπείπερ εἷς ὁ Θεὸς ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.
31 Do, we then nullify the law by faith? Far be it. On the contrary, we establish the law.
νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστῶμεν.

< Romans 3 >