< Matthew 22 >

1 And, answering, Jesus, again, spake in parables unto them, saying: —
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς πάλιν εἶπεν ἐν παραβολαῖς αὐτοῖς λέγων,
2 The kingdom of the heavens hath become like a man, a king, —who made a marriage-feast for his son;
Ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησεν γάμους τῷ υἱῷ αὐτοῦ·
3 And sent his servants, to call the invited into the marriage-feast, —and they would not come.
καὶ ἀπέστειλεν τοὺς δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν.
4 Again, sent he other servants, saying—Say to the invited, Lo! my dinner, have I prepared, mine oxen and my fatlings, are slain, —and, all things, are, ready: Come ye into the marriage-feast.
πάλιν ἀπέστειλεν ἄλλους δούλους λέγων, Εἴπατε τοῖς κεκλημένοις, Ἰδοὺ τὸ ἄριστόν μου ἡτοίμακα, οἱ ταῦροί μου καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς γάμους.
5 And, they, slighting it, went off, one, indeed, into his own field, and, another, unto his merchandise, —
οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὃς μὲν εἰς τὸν ἴδιον ἀγρόν, ὃς δὲ ἐπὶ τὴν ἐμπορίαν αὐτοῦ·
6 And, the rest, securing his servants, ill-treated and slew them.
οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ ὕβρισαν καὶ ἀπέκτειναν.
7 And, the king, was provoked to anger, —and, sending his armies, destroyed those murderers, and, their city, set on fire.
ὁ δὲ βασιλεὺς ὠργίσθη καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ ἀπώλεσεν τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν.
8 Then, saith he unto his servants—The marriage, indeed, is ready, —but, the invited, were not, worthy;
τότε λέγει τοῖς δούλοις αὐτοῦ, Ὁ μὲν γάμος ἕτοιμός ἐστιν, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι.
9 Be going, therefore, into the crossways of the roads, and, as many as ye shall find, call ye into the marriage-feast.
πορεύεσθε οὖν ἐπὶ τὰς διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἐὰν εὕρητε, καλέσατε εἰς τοὺς γάμους.
10 And those servants, going forth, into the roads, gathered together all whom they found, both bad and good, —and filled was the bride-chamber with guests.
καὶ ἐξελθόντες οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ ἀγαθούς· καὶ ἐπλήσθη ὁ γάμος ἀνακειμένων.
11 But the king, entering to view the guests, saw there a man, who had not put on a wedding-garment, —
εἰσελθὼν δὲ ὁ βασιλεὺς θεάσασθαι τοὺς ἀνακειμένους εἶδεν ἐκεῖ ἄνθρωπον οὐκ ἐνδεδυμένον ἔνδυμα γάμου·
12 And saith unto him—Friend! how camest thou in here, not having a wedding-garment? And, he, was put to silence.
καὶ λέγει αὐτῷ, Ἑταῖρε, πῶς εἰσῆλθες ὧδε μὴ ἔχων ἔνδυμα γάμου; ὁ δὲ ἐφιμώθη.
13 Then, the king said unto the ministers, Binding him feet and hands, cast him forth into the darkness, outside: There, shall be wafting and gnashing of teeth.
τότε ὁ βασιλεὺς εἶπεν τοῖς διακόνοις, Δήσαντες αὐτοῦ πόδας καὶ χεῖρας ἐκβάλετε αὐτὸν εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.
14 For, many, are called, but, few, chosen.
πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.
15 Then, went the Pharisees and took, counsel, that they might ensnare him, in discourse.
Τότε πορευθέντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον ὅπως αὐτὸν παγιδεύσωσιν ἐν λόγῳ.
16 And they sent forth to him their disciples, with the Herodians, saying, Teacher! we know that, true, thou art, and, the way of God, in truth, dost teach, and it concerneth thee not about anyone, —for thou lookest not unto the face of men:
καὶ ἀποστέλλουσιν αὐτῷ τοὺς μαθητὰς αὐτῶν μετὰ τῶν Ἡρωδιανῶν λέγοντας, Διδάσκαλε, οἴδαμεν ὅτι ἀληθὴς εἶ καὶ τὴν ὁδὸν τοῦ θεοῦ ἐν ἀληθείᾳ διδάσκεις, καὶ οὐ μέλει σοι περὶ οὐδενός, οὐ γὰρ βλέπεις εἰς πρόσωπον ἀνθρώπων.
17 Tell us then, how, to thee, it seemeth? Is it allowable to give tax unto Caesar, or not?
εἰπὲ οὖν ἡμῖν, τί σοι δοκεῖ; ἔξεστιν δοῦναι κῆνσον Καίσαρι, ἢ οὔ;
18 But Jesus, taking note of their wickedness, said—Why are ye tempting me, hypocrites?
γνοὺς δὲ ὁ Ἰησοῦς τὴν πονηρίαν αὐτῶν εἶπεν, Τί με πειράζετε, ὑποκριταί;
19 Shew me the coin appointed for the tax. And, they, brought unto him a denary.
ἐπιδείξατέ μοι τὸ νόμισμα τοῦ κήνσου. οἱ δὲ προσήνεγκαν αὐτῷ δηνάριον.
20 And he saith unto them—Whose, is this image and the inscription?
καὶ λέγει αὐτοῖς, Τίνος ἡ εἰκὼν αὕτη καὶ ἡ ἐπιγραφή;
21 They say—Caesar’s. Then, saith he unto them—Render, therefore, the things of Caesar, unto Caesar, —and, the things of God, unto God.
λέγουσιν αὐτῷ, Καίσαρος. Τότε λέγει αὐτοῖς, Ἀπόδοτε οὖν τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ θεοῦ τῷ θεῷ.
22 And, hearing, they marvelled, —and, leaving him, departed.
καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀφέντες αὐτὸν ἀπῆλθαν.
23 On that day, there came unto him Sadducees, who say, there is, no resurrection—and they questioned him,
Ἐν ἐκείνῃ τῇ ἡμέρᾳ προσῆλθον αὐτῷ Σαδδουκαῖοι λέγοντες μὴ εἶναι ἀνάστασιν, καὶ ἐπηρώτησαν αὐτὸν
24 saying—Teacher! Moses, said, If any man die not having children, his brother shall marry his wife, and raise up seed unto his brother.
λέγοντες, Διδάσκαλε, Μωυσῆς εἶπεν, Ἐάν τις ἀποθάνῃ μὴ ἔχων τέκνα, ἐπιγαμβρεύσει ὁ ἀδελφὸς αὐτοῦ τὴν γυναῖκα αὐτοῦ, καὶ ἀναστήσει σπέρμα τῷ ἀδελφῷ αὐτοῦ.
25 Now there were, with us, seven brethren; and, the first, marrying, died, and not having seed, left his wife unto his brother.
ἦσαν δὲ παρ᾽ ἡμῖν ἑπτὰ ἀδελφοί· καὶ ὁ πρῶτος γήμας, ἐτελεύτησεν, καὶ μὴ ἔχων σπέρμα ἀφῆκεν τὴν γυναῖκα αὐτοῦ τῷ ἀδελφῷ αὐτοῦ.
26 Likewise, the second also, and the third, —unto the seven.
ὁμοίως καὶ ὁ δεύτερος καὶ ὁ τρίτος, ἕως τῶν ἑπτά.
27 And, last of all, died, the wife.
ὕστερον δὲ πάντων ἀπέθανεν [καὶ] ἡ γυνή.
28 In the resurrection, therefore, —Of which of the seven, shall she be wife? For, all, had her.
ἐν τῇ ἀναστάσει οὖν τίνος τῶν ἑπτὰ ἔσται γυνή; πάντες γὰρ ἔσχον αὐτήν.
29 And Jesus answering, said—Ye are deceiving yourselves, knowing neither the Scriptures, nor yet the power of God.
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πλανᾶσθε μὴ εἰδότες τὰς γραφὰς μηδὲ τὴν δύναμιν τοῦ θεοῦ.
30 For, in the resurrection, they neither marry, nor are given in marriage, but, as messengers in the heaven, are they.
ἐν γὰρ τῇ ἀναστάσει οὔτε γαμοῦσιν οὔτε γαμίζονται, ἀλλ᾽ ὡς ἄγγελοι ἐν τῷ οὐρανῷ εἰσιν.
31 But, as touching the resurrection of the dead—Have ye not read what was spoken unto you by God, saying—
περὶ δὲ τῆς ἀναστάσεως τῶν νεκρῶν οὐκ ἀνέγνωτε τὸ ῥηθὲν ὑμῖν ὑπὸ τοῦ θεοῦ λέγοντος,
32 I, am the God of Abraham, and the God of Isaac, and the God of Jacob?—He is not God, of the dead, but, of the living.
Ἐγώ εἰμι ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ; οὐκ ἔστιν ὁ θεὸς νεκρῶν, ἀλλὰ ζώντων.
33 And, the multitudes, hearing, were being struck with astonishment at his teaching.
καὶ ἀκούσαντες οἱ ὄχλοι ἐξεπλήσσοντο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
34 Now, the Pharisees, hearing that he had silenced the Sadducees, were brought together with one accord;
Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες ὅτι ἐφίμωσεν τοὺς Σαδδουκαίους, συνήχθησαν ἐπὶ τὸ αὐτό,
35 and one from among them, a lawyer, proposed a question, putting him to the test:
καὶ ἐπηρώτησεν εἷς ἐξ αὐτῶν νομικὸς πειράζων αὐτόν,
36 Teacher! which commandment, is greatest in the law?
Διδάσκαλε, ποία ἐντολὴ μεγάλη ἐν τῷ νόμῳ;
37 And, he, said unto him—Thou shalt love the Lord thy God—with all thy heart, and with all thy soul, and with all thy mind:
ὁ δὲ ἔφη αὐτῷ, Ἀγαπήσεις κύριον τὸν θεόν σου, ἐν ὅλῃ τῇ καρδίᾳ σου, καὶ ἐν ὅλῃ τῇ ψυχῇ σου, καὶ ἐν ὅλῃ τῇ διανοίᾳ σου.
38 This, is the great and first commandment.
αὕτη ἐστὶν ἡ μεγάλη καὶ πρώτη ἐντολή.
39 The second, like it, is, this: Thou shalt love thy neighbour as thyself.
δευτέρα δὲ ὁμοία αὐτῇ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.
40 In these two commandments, all the law, is contained, and the prophets.
ἐν ταύταις ταῖς δυσὶν ἐντολαῖς ὅλος ὁ νόμος κρέμαται καὶ οἱ προφῆται.
41 Now, the Pharisees having come together, Jesus questioned them, saying—
Συνηγμένων δὲ τῶν Φαρισαίων ἐπηρώτησεν αὐτοὺς ὁ Ἰησοῦς
42 How, to you, doth it seem, concerning the Christ? Whose son, is he? They say unto him—David’s.
λέγων, Τί ὑμῖν δοκεῖ περὶ τοῦ χριστοῦ; τίνος υἱός ἐστιν; λέγουσιν αὐτῷ, Τοῦ Δαυείδ.
43 He saith unto them—How then doth, David, in spirit, call him, Lord, saying—
λέγει αὐτοῖς, Πῶς οὖν Δαυεὶδ ἐν πνεύματι καλεῖ αὐτὸν κύριον; λέγων,
44 The Lord, hath said unto, my Lord, —Sit thou on my right hand, until I make thy foes thy footstool?
Εἶπεν κύριος τῷ κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποκάτω τῶν ποδῶν σου;
45 If then, David, calleth him, Lord, How, is he, his son?
εἰ οὖν Δαυεὶδ καλεῖ αὐτὸν κύριον, πῶς υἱὸς αὐτοῦ ἐστιν;
46 And, no one, was able to answer him a word, neither durst anyone, from that day, question him, any more.
καὶ οὐδεὶς ἐδύνατο ἀποκριθῆναι αὐτῷ λόγον· οὐδὲ ἐτόλμησέν τις ἀπ᾽ ἐκείνης τῆς ἡμέρας ἐπερωτῆσαι αὐτὸν οὐκέτι.

< Matthew 22 >