< Acts 15 >

1 And, certain persons, coming down from Judea, began to teach the brethren—Except ye be circumcised according to the custom of Moses, ye cannot be saved.
Καί τινες κατελθόντες ἀπὸ τῆς Ἰουδαίας ἐδίδασκον τοὺς ἀδελφοὺς ὅτι ἐὰν μὴ (περιτμηθῆτε *N(k)O*) τῷ ἔθει (τῷ *no*) Μωϋσέως, οὐ δύνασθε σωθῆναι.
2 And, when Paul and Barnabas had had no little dissension and discussion with them, it was arranged that Paul and Barnabas and certain others from among them should go up unto the Apostles and Elders in Jerusalem concerning this question,
γενομένης (δὲ *N(k)O*) στάσεως καὶ (ζητήσεως *N(k)O*) οὐκ ὀλίγης τῷ Παύλῳ καὶ τῷ Βαρναβᾷ πρὸς αὐτοὺς ἔταξαν ἀναβαίνειν Παῦλον καὶ Βαρναβᾶν καί τινας ἄλλους ἐξ αὐτῶν πρὸς τοὺς ἀποστόλους καὶ πρεσβυτέρους εἰς Ἰερουσαλὴμ περὶ τοῦ ζητήματος τούτου.
3 They, therefore, being set forward by the Assembly, began passing through Phoenicia and Samaria, fully relating the conversion of them of the nations, and were causing great joy unto all the brethren.
Οἱ μὲν οὖν προπεμφθέντες ὑπὸ τῆς ἐκκλησίας διήρχοντο τήν (τε *no*) Φοινίκην καὶ Σαμάρειαν ἐκδιηγούμενοι τὴν ἐπιστροφὴν τῶν ἐθνῶν καὶ ἐποίουν χαρὰν μεγάλην πᾶσιν τοῖς ἀδελφοῖς.
4 And, having arrived in Jerusalem, they were welcomed by the Assembly and the Apostles and the Elders; and they recounted all things God had done with them.
παραγενόμενοι δὲ εἰς Ἰερουσαλὴμ (παρεδέχθησαν ἀπὸ *N(k)O*) τῆς ἐκκλησίας καὶ τῶν ἀποστόλων καὶ τῶν πρεσβυτέρων, ἀνήγγειλάν τε ὅσα ὁ θεὸς ἐποίησεν μετ᾽ αὐτῶν.
5 But there [had] stood forth some of those who, from the sect of Pharisees, had believed, saying—It is needful to be circumcising them, also to charge them to be keeping the law of Moses.
Ἐξανέστησαν δέ τινες τῶν ἀπὸ τῆς αἱρέσεως τῶν Φαρισαίων πεπιστευκότες, λέγοντες ὅτι δεῖ περιτέμνειν αὐτοὺς παραγγέλλειν τε τηρεῖν τὸν νόμον Μωϋσέως.
6 And the Apostles and Elders were gathered together to see about this matter.
Συνήχθησάν (τε *N(k)O*) οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι ἰδεῖν περὶ τοῦ λόγου τούτου.
7 And, when much discussion had arisen, Peter standing up, said unto them—Brethren! Ye yourselves, well know that, in days long past, amongst you, God chose that, through my mouth, the nations should hear the word of the glad tidings, and believe.
πολλῆς δὲ (ζητήσεως *N(k)O*) γενομένης, ἀναστὰς Πέτρος εἶπεν πρὸς αὐτούς· ἄνδρες ἀδελφοί, ὑμεῖς ἐπίστασθε ὅτι ἀφ᾽ ἡμερῶν ἀρχαίων ἐν (ὑμῖν *N(K)O*) ἐξελέξατο ὁ θεὸς διὰ τοῦ στόματός μου ἀκοῦσαι τὰ ἔθνη τὸν λόγον τοῦ εὐαγγελίου καὶ πιστεῦσαι.
8 And, the heart-observing God, bare witness, —unto them, giving the Holy Spirit, just as, even unto us;
καὶ ὁ καρδιογνώστης θεὸς ἐμαρτύρησεν αὐτοῖς δοὺς (αὐτοῖς *k*) τὸ πνεῦμα τὸ ἅγιον καθὼς καὶ ἡμῖν·
9 and made no distinction at all betwixt us and them, by their faith, purifying their hearts.
καὶ οὐθὲν διέκρινεν μεταξὺ ἡμῶν τε καὶ αὐτῶν τῇ πίστει καθαρίσας τὰς καρδίας αὐτῶν.
10 Now, therefore, why are ye proving God, that ye should put a yoke upon the neck of the disciples, which, neither our fathers, nor we, have been able to bear.
νῦν οὖν τί πειράζετε τὸν θεὸν ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ἰσχύσαμεν βαστάσαι;
11 But, through the favour of the Lord Jesus, we believe we shall be saved, in like manner as, even they.
ἀλλὰ διὰ τῆς χάριτος τοῦ κυρίου Ἰησοῦ (Χριστοῦ *K*) πιστεύομεν σωθῆναι καθ᾽ ὃν τρόπον κἀκεῖνοι. κἀκεῖνοι.
12 And all the throng held their peace, and began to hearken unto Barnabas and Paul relating how many signs and wonders God had done among the nations, through them.
ἐσίγησεν δὲ πᾶν τὸ πλῆθος καὶ ἤκουον Βαρναβᾶ καὶ Παύλου ἐξηγουμένων ὅσα ἐποίησεν ὁ θεὸς σημεῖα καὶ τέρατα ἐν τοῖς ἔθνεσιν δι᾽ αὐτῶν.
13 And, after they held their peace, James answered, saying—Brethren! hearken unto me.
Μετὰ δὲ τὸ σιγῆσαι αὐτοὺς ἀπεκρίθη Ἰάκωβος λέγων· ἄνδρες ἀδελφοί, ἀκούσατέ μου.
14 Symeon, hath fully told how God, first visited, to take out of the nations, a people for his name.
Συμεὼν ἐξηγήσατο καθὼς πρῶτον ὁ θεὸς ἐπεσκέψατο λαβεῖν ἐξ ἐθνῶν λαὸν (ἐπὶ *k*) τῷ ὀνόματι αὐτοῦ·
15 And, with this, agree the words of the prophets, according as it is written—
καὶ τούτῳ συμφωνοῦσιν οἱ λόγοι τῶν προφητῶν καθὼς γέγραπται·
16 After these things, will I return, and will rebuild the tent of David that hath fallen, and, the ruins thereof, will I rebuild, and will set it up again:
μετὰ ταῦτα ἀναστρέψω καὶ ἀνοικοδομήσω τὴν σκηνὴν Δαυὶδ τὴν πεπτωκυῖαν καὶ τὰ (κατεσκαμμένα *NK(o)*) αὐτῆς ἀνοικοδομήσω καὶ ἀνορθώσω αὐτήν·
17 That the residues of men may seek out the Lord, and all the nations upon whom my name hath been called, saith the Lord that doeth these things,
ὅπως ἂν ἐκζητήσωσιν οἱ κατάλοιποι τῶν ἀνθρώπων τὸν κύριον καὶ πάντα τὰ ἔθνη, ἐφ᾽ οὓς ἐπικέκληται τὸ ὄνομά μου ἐπ᾽ αὐτούς, λέγει κύριος (ὁ *ko*) ποιῶν ταῦτα (πάντα *K*)
18 Known from age-past times. (aiōn g165)
γνωστὰ ἀπ᾽ αἰῶνος (ἐστιν τῷ θεῷ πάντα τὰ ἔργα αὐτοῦ. *K*) (aiōn g165)
19 Wherefore, I, judge, not to be troubling them who, from the nations, are turning unto God;
διὸ ἐγὼ κρίνω μὴ παρενοχλεῖν τοῖς ἀπὸ τῶν ἐθνῶν ἐπιστρέφουσιν ἐπὶ τὸν θεόν,
20 but to write unto them, to abstain from the pollutions of idols, and from fornication, and from what is strangled, and from blood.
ἀλλ᾽ ἐπιστεῖλαι αὐτοῖς τοῦ ἀπέχεσθαι (ἀπὸ *k*) τῶν ἀλισγημάτων τῶν εἰδώλων καὶ τῆς πορνείας καὶ τοῦ πνικτοῦ καὶ τοῦ αἵματος.
21 For, Moses, out of ancient generation, hath, in every city, them who proclaim him; seeing, that in the synagogues, every sabbath, he is read.
Μωϋσῆς γὰρ ἐκ γενεῶν ἀρχαίων κατὰ πόλιν τοὺς κηρύσσοντας αὐτὸν ἔχει ἐν ταῖς συναγωγαῖς κατὰ πᾶν σάββατον ἀναγινωσκόμενος.
22 Then, seemed it good unto the Apostles and the Elders with the whole Assembly to send chosen men from among them unto Antioch, with Paul and Barnabas, —even Judas who is called Barsabbas, and Silas, men taking a lead among the brethren:
Τότε ἔδοξεν τοῖς ἀποστόλοις καὶ τοῖς πρεσβυτέροις σὺν ὅλῃ τῇ ἐκκλησίᾳ ἐκλεξαμένους ἄνδρας ἐξ αὐτῶν πέμψαι εἰς Ἀντιόχειαν σὺν τῷ Παύλῳ καὶ Βαρναβᾷ, Ἰούδαν τὸν (καλούμενον *N(k)O*) Βαρσαββᾶν καὶ Σιλᾶν, ἄνδρας ἡγουμένους ἐν τοῖς ἀδελφοῖς,
23 writing through their hand—The Apostles and the Elder Brethren, unto the brethren throughout Antioch and Syria and Cilicia, who are from among the nations, wish joy!
γράψαντες διὰ χειρὸς αὐτῶν (τάδε· *k*) Οἱ ἀπόστολοι καὶ οἱ πρεσβύτεροι (καὶ οἱ *K*) ἀδελφοὶ τοῖς κατὰ τὴν Ἀντιόχειαν καὶ Συρίαν καὶ Κιλικίαν ἀδελφοῖς τοῖς ἐξ ἐθνῶν χαίρειν.
24 Inasmuch as we had heard that, certain from among us, had troubled you with words, dismantling your souls, —unto whom we had given no instructions,
Ἐπειδὴ ἠκούσαμεν ὅτι τινὲς ἐξ ἡμῶν ἐξελθόντες ἐτάραξαν ὑμᾶς λόγοις ἀνασκευάζοντες τὰς ψυχὰς ὑμῶν (λέγοντες περιτέμνεσθαι καὶ τηρεῖν τὸν νόμον, *K*) οἷς οὐ διεστειλάμεθα,
25 It seemed good unto us, coming to be of one accord, that we should choose men and send them unto you, with our beloved Barnabas and Paul, —
ἔδοξεν ἡμῖν γενομένοις ὁμοθυμαδὸν (ἐκλεξαμένοις *N(k)O*) ἄνδρας πέμψαι πρὸς ὑμᾶς σὺν τοῖς ἀγαπητοῖς ἡμῶν Βαρναβᾷ καὶ Παύλῳ,
26 men who have given up their lives in behalf of the name of our Lord Jesus Christ.
ἀνθρώποις παραδεδωκόσιν τὰς ψυχὰς αὐτῶν ὑπὲρ τοῦ ὀνόματος τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
27 We have sent, therefore, Judas and Silas, who also, themselves, by word of mouth, can tell you the same things.
ἀπεστάλκαμεν οὖν Ἰούδαν καὶ Σιλᾶν, καὶ αὐτοὺς διὰ λόγου ἀπαγγέλλοντας τὰ αὐτά.
28 For it hath seemed good unto the Holy Spirit and unto us, no greater burden, to be laying upon you, than these necessary things: —
ἔδοξεν γὰρ τῷ πνεύματι (τῷ *no*) ἁγίῳ καὶ ἡμῖν μηδὲν πλέον ἐπιτίθεσθαι ὑμῖν βάρος πλὴν τούτων τῶν ἐπάναγκες
29 To be abstaining from idol sacrifices, and from blood, and from what is strangled, and from fornication, —From which, if ye keep yourselves, ye shall prosper. Fare ye well.
ἀπέχεσθαι εἰδωλοθύτων καὶ αἵματος καὶ (πνικτῶν *N(k)O*) καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς εὖ πράξετε. ἔρρωσθε.
30 They, therefore, being let go, came down unto Antioch; and, having gathered together the throng, delivered the letter,
Οἱ μὲν οὖν ἀπολυθέντες (κατῆλθον *N(k)O*) εἰς Ἀντιόχειαν, καὶ συναγαγόντες τὸ πλῆθος ἐπέδωκαν τὴν ἐπιστολήν.
31 and, when they read it, they rejoiced for the consolation.
ἀναγνόντες δὲ ἐχάρησαν ἐπὶ τῇ παρακλήσει.
32 And, both Judas and Silas, being themselves also prophets, with much discourse, consoled and confirmed the brethren.
Ἰούδας τε καὶ Σιλᾶς, καὶ αὐτοὶ προφῆται ὄντες, διὰ λόγου πολλοῦ παρεκάλεσαν τοὺς ἀδελφοὺς καὶ ἐπεστήριξαν.
33 And, when they had spent a time, they were let go, in peace, from the brethren, unto them who had sent them.
ποιήσαντες δὲ χρόνον ἀπελύθησαν μετ᾽ εἰρήνης ἀπὸ τῶν ἀδελφῶν πρὸς τοὺς (ἀποστείλαντας *N(K)O*) (αὐτούς. *no*)
(ἔδοξεν δὲ τῷ Σίλᾳ ἐπιμεῖναι αὐτοῦ. *K*)
35 But, Paul and Barnabas, tarried in Antioch, teaching and telling the joyful tidings, —along with many others also, —of the word of the Lord.
Παῦλος δὲ καὶ Βαρναβᾶς διέτριβον ἐν Ἀντιοχείᾳ διδάσκοντες καὶ εὐαγγελιζόμενοι μετὰ καὶ ἑτέρων πολλῶν τὸν λόγον τοῦ κυρίου.
36 And, after certain days, Paul, said unto Barnabas—Let us now return, and visit the brethren in every city in which we have declared the word of the Lord, and see how they are.
Μετὰ δέ τινας ἡμέρας εἶπεν πρὸς Βαρναβᾶν Παῦλος· ἐπιστρέψαντες δὴ ἐπισκεψώμεθα τοὺς ἀδελφοὺς (ἡμῶν *k*) κατὰ πόλιν πᾶσαν ἐν αἷς κατηγγείλαμεν τὸν λόγον τοῦ κυρίου, πῶς ἔχουσιν.
37 And, Barnabas, was minded to take with them John also, called Mark;
Βαρναβᾶς δὲ (ἐβούλετο *N(k)O*) συμπαραλαβεῖν (καὶ *no*) τὸν Ἰωάννην τὸν καλούμενον Μᾶρκον·
38 but Paul deemed it right, as to him who had withdrawn from them, back from Pamphylia, and had not gone with them unto the work, not to be taking with them, this, man.
Παῦλος δὲ ἠξίου τὸν ἀποστάντα ἀπ᾽ αὐτῶν ἀπὸ Παμφυλίας καὶ μὴ συνελθόντα αὐτοῖς εἰς τὸ ἔργον μὴ (συμπαραλαμβάνειν *N(k)(o)*) τοῦτον.
39 And there arose an angry feeling, so that they separated one from the other: and, Barnabas, taking Mark, sailed away unto Cyprus, —
Ἐγένετο (δὲ *N(k)O*) παροξυσμός, ὥστε ἀποχωρισθῆναι αὐτοὺς ἀπ᾽ ἀλλήλων, τόν τε Βαρναβᾶν παραλαβόντα τὸν Μᾶρκον ἐκπλεῦσαι εἰς Κύπρον.
40 whereas, Paul, choosing Silas, went forth, committed unto the favour of the Lord by the brethren,
Παῦλος δὲ ἐπιλεξάμενος Σιλᾶν ἐξῆλθεν παραδοθεὶς τῇ χάριτι τοῦ (κυρίου *N(K)O*) ὑπὸ τῶν ἀδελφῶν.
41 and proceeded to pass through Syria and Cilicia, confirming the assemblies.
διήρχετο δὲ τὴν Συρίαν καὶ (τὴν *no*) Κιλικίαν ἐπιστηρίζων τὰς ἐκκλησίας.

< Acts 15 >