< Acts 14 >

1 And it came to pass in Iconium that they together entered into the synagogue of the Jews, and so spake that there believed, both of Jews and Greeks, a great throng.
Ἐγένετο δὲ ἐν Ἰκονίῳ κατὰ τὸ αὐτὸ εἰσελθεῖν αὐτοὺς εἰς τὴν συναγωγὴν τῶν Ἰουδαίων, καὶ λαλῆσαι οὕτως ὥστε πιστεῦσαι Ἰουδαίων τε καὶ Ἑλλήνων πολὺ πλῆθος.
2 But, the unpersuaded Jews, roused up and provoked the souls of them of the nations against the brethren.
οἱ δὲ ἀπειθήσαντες Ἰουδαῖοι ἐπήγειραν καὶ ἐκάκωσαν τὰς ψυχὰς τῶν ἐθνῶν κατὰ τῶν ἀδελφῶν.
3 A good while, therefore, tarried they, using boldness of speech [in dependence] upon the Lord, who was bearing witness unto his word of favour, granting signs and wonders to be coming to pass through their hands.
ἱκανὸν μὲν οὖν χρόνον διέτριψαν παῤῥησιαζόμενοι ἐπὶ τῷ κυρίῳ τῷ μαρτυροῦντι τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, διδόντι σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τῶν χειρῶν αὐτῶν.
4 And the throng of the city was divided; and some indeed were with the Jews, while some were with the apostles.
ἐσχίσθη δὲ τὸ πλῆθος τῆς πόλεως, καὶ οἱ μὲν ἦσαν σὺν τοῖς Ἰουδαίοις, οἱ δὲ σὺν τοῖς ἀποστόλοις.
5 But, when there took place an assault both of them of the nations and of the Jews, with their rulers, to maltreat and to stone them,
ὡς δὲ ἐγένετο ὁρμὴ τῶν ἐθνῶν τε καὶ Ἰουδαίων σὺν τοῖς ἄρχουσιν αὐτῶν, ὑβρίσαι καὶ λιθοβολῆσαι αὐτούς,
6 They became aware of it, and fled unto the cities of Lycaonia, Lystra and Derbe, and the surrounding country;
συνιδόντες κατέφυγον εἰς τὰς πόλεις τῆς Λυκαονίας, Λύστραν καὶ Δέρβην καὶ τὴν περίχωρον,
7 And, there, were they announcing the glad tidings.
κἀκεῖ εὐαγγελιζόμενοι ἦσαν.
8 And, a certain man in Lystra, impotent in his feet, was sitting, —lame from his mother’s womb, who never had walked.
Καί τις ἀνὴρ ἐν Λύστροις ἀδύνατος τοῖς ποσὶν ἐκάθητο, χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ, ὃς οὐδέποτε περιεπάτησεν.
9 This man, hearkened unto Paul, as he was speaking, —who, looking steadfastly at him, and seeing he had faith to be made well,
οὗτος ἤκουσεν τοῦ Παύλου λαλοῦν τος, ὃς ἀτενίσας αὐτῷ καὶ ἰδὼν ὅτι ἔχει πίστιν τοῦ σωθῆναι,
10 Said, with a loud voice—Stand up on thy feet, erect! And he sprang up, and began to walk about.
εἶπεν μεγάλῃ φωνῇ, Ἀνάστηθι ἐπὶ τοὺς πόδας σου ὀρθός. καὶ ἥλατο καὶ περιεπάτει.
11 And, the multitudes, seeing what Paul had done, lifted up their voice, in the speech of Lycaonia—The gods, made like unto men, have come down unto us!
οἱ δὲ ὄχλοι ἰδόντες ὃ ἐποίησεν Παῦλος ἐπῆραν τὴν φωνὴν αὐτῶν Λυκαονιστὶ λέγοντες, Οἱ θεοὶ ὁμοιωθέντες ἀνθρώποις κατέβησαν πρὸς ἡμᾶς·
12 And they went on to call Barnabas, Jupiter, and Paul, Mercury, seeing that, he, was the leader of discourse.
ἐκάλουν τε τὸν Βαρνάβαν Δία, τὸν δὲ Παῦλον Ἑρμῆν, ἐπειδὴ αὐτὸς ἦν ὁ ἡγούμενος τοῦ λόγου.
13 Also, the priest of the Jupiter that was before the city, bringing bulls and garlands unto the gates, with the multitudes, would have offered sacrifice.
ὅ τε ἱερεὺς τοῦ Διὸς τοῦ ὄντος πρὸ τῆς πόλεως, ταύρους καὶ στέμματα ἐπὶ τοὺς πυλῶνας ἐνέγκας, σὺν τοῖς ὄχλοις ἤθελεν θύειν.
14 But the apostles Barnabas and Paul, hearing of it, rending asunder their own mantles, sprang forward amidst the multitude, crying aloud,
ἀκούσαντες δὲ οἱ ἀπόστολοι Βαρνάβας καὶ Παῦλος διαῤῥήξαντες τὰ ἱμάτια αὐτῶν ἐξεπήδησαν εἰς τὸν ὄχλον, κράζοντες
15 and saying—Men! Why, these things, are ye doing? We also, of like nature with you, are men, bringing you the good news, that from these vain things, ye should be turning unto a living God: —Who made heaven and the earth and the sea and all things therein;
καὶ λέγοντες, Ἄνδρες, τί ταῦτα ποιεῖτε; καὶ ἡμεῖς ὁμοιοπαθεῖς ἐσμεν ὑμῖν ἄνθρωποι, εὐαγγελιζόμενοι ὑμᾶς ἀπὸ τούτων τῶν ματαίων ἐπιστρέφειν ἐπὶ θεὸν ζῶντα, ὃς ἐποίησεν τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς,
16 Who in the bygone generations suffered all the nations to be going on in their own ways, —
ὃς ἐν ταῖς παρῳχημέ ναις γενεαῖς εἴασεν πάντα τὰ ἔθνη πορεύεσθαι ταῖς ὁδοῖς αὐτῶν·
17 Although, not without witness, he left himself, doing good, from heaven, upon you, giving rain and fruitful seasons, filling, with food and gladness, your hearts.
καίτοι οὐκ ἀμάρτυρον αὐτὸν ἀφῆκεν ἀγαθουργῶν, οὐρανόθεν [ὑμῖν] ὑετοὺς διδοὺς καὶ καιροὺς καρποφόρους, ἐμπιπλῶν τροφῆς καὶ εὐφροσύνης τὰς καρδίας ὑμῶν.
18 Even these things, saying, scarcely restrained they the multitudes from offering sacrifice unto them.
καὶ ταῦτα λέγοντες, μόλις κατέπαυσαν τοὺς ὄχλους τοῦ μὴ θύειν αὐτοῖς.
19 But there came thither, from Antioch and Iconium, Jews, and, persuading the multitudes, and stoning Paul, they dragged him outside the city, supposing him to be dead.
Ἐπῆλθαν δὲ ἀπὸ Ἀντιοχείας καὶ Ἰκονίου Ἰουδαῖοι, καὶ πείσαντες τοὺς ὄχλους, καὶ λιθάσαντες τὸν Παῦλον ἔσυρον ἔξω τῆς πόλεως, νομίζοντες αὐτὸν τεθνηκέναι.
20 Howbeit, the disciples surrounding him, he rose up, and entered into the city. And, on the morrow, he went forth, with Barnabas, unto Derbe.
κυκλωσάντων δὲ τῶν μαθητῶν αὐτὸν ἀναστὰς εἰσῆλθεν εἰς τὴν πόλιν, καὶ τῇ ἐπαύριον ἐξῆλθεν σὺν τῷ Βαρνάβᾳ εἰς Δέρβην.
21 Delivering the good news unto that city also, and making a good number of disciples, they returned unto Lystra, and unto Iconium, and unto Antioch, —
εὐαγγελισάμενοί τε τὴν πόλιν ἐκείνην καὶ μαθητεύσαντες ἱκανούς, ὑπέστρεψαν εἰς τὴν Λύστραν καὶ εἰς Ἰκόνιον καὶ εἰς Ἀντιόχειαν·
22 confirming the souls of the disciples, beseeching them to abide in the faith, and [declaring] that, through many tribulations, must we enter into the kingdom of God.
ἐπιστηρίζοντες τὰς ψυχὰς τῶν μαθητῶν, παρακαλοῦντες ἐμμένειν τῇ πίστει, καὶ ὅτι Διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
23 Moreover, appointing unto them by vote, in each assembly, elders, praying with fastings, they commended them unto the Lord on whom they had believed.
χειροτονήσαντες δὲ αὐτοῖς κατ᾽ ἐκκλησίαν πρεσβυτέρους, προσευξάμενοι μετὰ νηστειῶν, παρέθεντο αὐτοὺς τῷ κυρίῳ εἰς ὃν πεπιστεύκεισαν.
24 And, passing through Pisidia, they came into Pamphylia;
Καὶ διελθόντες τὴν Πισιδίαν ἦλθον εἰς τὴν Παμφυλίαν,
25 and, speaking in Perga the word, they came down unto Attalia;
καὶ λαλήσαντες ἐν Πέργῃ τὸν λόγον κατέβησαν εἰς Ἀττάλειαν·
26 and, from thence, they set sail for Antioch, whence they had been given up unto the favour of God for the work which they had fulfilled.
κἀκεῖθεν ἀπέπλευσαν εἰς Ἀντιόχειαν, ὅθεν ἦσαν παραδεδομένοι τῇ χάριτι τοῦ θεοῦ εἰς τὸ ἔργον ὃ ἐπλήρωσαν.
27 And, when they had arrived and gathered together the assembly, they began recounting how many things God had done with them, and that he had opened, unto the nations, a door of faith.
παραγενόμενοι δὲ καὶ συναγαγόντες τὴν ἐκκλησίαν ἀνήγγελλον ὅσα ἐποίησεν ὁ θεὸς μετ᾽ αὐτῶν, καὶ ὅτι ἤνοιξεν τοῖς ἔθνεσιν θύραν πίστεως.
28 And they spent no little time with the disciples.
διέτριβον δὲ χρόνον οὐκ ὀλίγον σὺν τοῖς μαθηταῖς.

< Acts 14 >