< 2 Corinthians 13 >

1 This third time, am I coming unto you: —at the mouth of two witnesses, or three, shall every matter be established.
Τρίτον τοῦτο ἔρχομαι πρὸς ὑμᾶς. ἐπὶ στόματος δύο μαρτύρων καὶ τριῶν σταθήσεται πᾶν ῥῆμα.
2 I have said beforehand, and do say beforehand, —as present the second time, although now absent, unto them who before sinned, and unto all the rest, —that, if I come again, I will not spare.
προείρηκα καὶ προλέγω, ὡς παρὼν τὸ δεύτερον καὶ ἀπὼν νῦν, τοῖς προημαρτηκόσιν, καὶ τοῖς λοιποῖς πᾶσιν, ὅτι ἐὰν ἔλθω εἰς τὸ πάλιν οὐ φείσομαι.
3 Since, a test, ye are seeking, of the speaking in me of Christ; —who, unto you, is not weak, but is powerful in you, —
ἐπεὶ δοκιμὴν ζητεῖτε τοῦ ἐν ἐμοὶ λαλοῦντος χριστοῦ, ὃς εἰς ὑμᾶς οὐκ ἀσθενεῖ, ἀλλὰ δυνατεῖ ἐν ὑμῖν.
4 For, although he was crucified through weakness, yet is he living through God’s power, —for, although, we, are weak in him, yet shall we live with him, through God’s power [unto us]—
καὶ γὰρ ἐσταυρώθη ἐξ ἀσθενείας, ἀλλὰ ζῇ ἐκ δυνάμεως θεοῦ· καὶ γὰρ ἡμεῖς ἀσθενοῦμεν ἐν αὐτῷ, ἀλλὰ ζήσομεν σὺν αὐτῷ ἐκ δυνάμεως θεοῦ εἰς ὑμᾶς.
5 Be trying, yourselves, whether ye are in the faith, be putting, yourselves, to the test! Or do ye not recognise yourselves, seeing that, Jesus Christ, is in you, —unless perhaps ye fail in the testing.
ἑαυτοὺς πειράζετε εἰ ἐστὲ ἐν τῇ πίστει, ἑαυτοὺς δοκιμάζετε· ἢ οὐκ ἐπιγινώσκετε ἑαυτοὺς ὅτι χριστὸς Ἰησοῦς ἐν ὑμῖν; εἰ μή τι ἀδόκιμοί ἐστε.
6 I hope, however, that ye shall come to know, that, we, fail not in the testing!
ἐλπίζω δὲ ὅτι γνώσεσθε ὅτι ἡμεῖς οὐκ ἐσμὲν ἀδόκιμοι.
7 But we pray unto God, that ye may do nothing base, —not that, we, may appear, accepted, but that, ye, the honourable thing, may be doing, even though, we, should be, as it were, rejected;
εὐχόμεθα δὲ πρὸς τὸν θεὸν μὴ ποιῆσαι ὑμᾶς κακὸν μηδέν, οὐχ ἵνα ἡμεῖς δόκιμοι φανῶμεν, ἀλλ᾽ ἵνα ὑμεῖς τὸ καλὸν ποιῆτε, ἡμεῖς δὲ ὡς ἀδόκιμοι ὦμεν.
8 For we can do nothing against the truth, but for the truth;
οὐ γὰρ δυνάμεθά τι κατὰ τῆς ἀληθείας, ἀλλὰ ὑπὲρ τῆς ἀληθείας.
9 For we rejoice—whensoever, we, are weak, and, ye, are, strong. This, also we pray for—your restoration: —
χαίρομεν γὰρ ὅταν ἡμεῖς ἀσθενῶμεν, ὑμεῖς δὲ δυνατοὶ ἦτε· τοῦτο καὶ εὐχόμεθα, τὴν ὑμῶν κατάρτισιν.
10 For this cause, these things, while absent, am I writing, that I may not, when present, deal sharply—according to the authority which, the Lord, hath given me, for building up and not for pulling down.
διὰ τοῦτο ταῦτα ἀπὼν γράφω, ἵνα παρὼν μὴ ἀποτόμως χρήσωμαι κατὰ τὴν ἐξουσίαν ἣν ὁ κύριος ἔδωκέν μοι εἰς οἰκοδομὴν καὶ οὐκ εἰς καθαίρεσιν.
11 Finally, brethren, farewell! Be getting restored, be taking encouragement, be of one mind, live in peace, —and, the God of love and peace, will be with you.
Λοιπόν, ἀδελφοί, χαίρετε, καταρτίζεσθε, παρακαλεῖσθε, τὸ αὐτὸ φρονεῖτε, εἰρηνεύετε, καὶ ὁ θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ᾽ ὑμῶν.
12 Salute ye one another with a holy kiss.
ἀσπάσασθε ἀλλήλους ἐν ἁγίῳ φιλήματι.
13 All the saints, salute you.
ἀσπάζονται ὑμᾶς οἱ ἅγιοι πάντες.
14 The favour of our Lord Jesus [Christ], and the love of God, and the fellowship of the Holy Spirit, be with you all.
Ἡ χάρις τοῦ κυρίου Ἰησοῦ χριστοῦ καὶ ἡ ἀγάπη τοῦ θεοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου πνεύματος μετὰ πάντων ὑμῶν. ΠΡΟΣ ΚΟΡΙΝΘΙΟΥΣ Βʹ.

< 2 Corinthians 13 >