< 1 Corinthians 7 >
1 Now, concerning the things whereof ye wrote, it were, good, for a man, not to touch, a woman;
Περὶ δὲ ὧν ἐγράψατέ [μοι], καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι·
2 But, on account of fornications, let, each man, have, his own wife, and, each woman, have, her own husband:
διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω.
3 Unto the wife, let the husband render what is her due, and, in like manner, the wife also, unto the husband, —
τῇ γυναικὶ ὁ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω· ὁμοίως δὲ καὶ ἡ γυνὴ τῷ ἀνδρί.
4 The wife, over her own body, hath not authority, but the husband, and, in like manner, the husband also, over his own body, hath not authority, but the wife.
ἡ γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλὰ ὁ ἀνήρ· ὁμοίως δὲ καὶ ὁ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει, ἀλλὰ ἡ γυνή.
5 Be not depriving one another—unless perhaps by consent for a season, that ye may have leisure for prayer, and, again, may be together, —lest Satan be tempting you by reason of your want of self-control.
μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μή τι ἂν ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάσητε τῇ προσευχῇ, καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς ὁ σατανᾶς διὰ τὴν ἀκρασίαν ὑμῶν.
6 This, however I am saying, by way of concession, not of injunction;
τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐ κατ᾽ ἐπιταγήν.
7 Besides, I desire all men to be, even as myself, —but, each one, hath his, personal, gift from God, one, after this manner, and, another, after that.
θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως.
8 But I say, to the unmarried, and to the widows, good, were it for them, that they should abide, even as I;
Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις, καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς κἀγώ.
9 But, if they have not self-control, let them marry, for, better, is it, to marry than to burn.
εἰ δὲ οὐκ ἐγκρατεύονται, γαμησάτωσαν· κρεῖττον γάρ ἐστιν γαμῆσαι ἢ πυροῦσθαι,
10 To the married, however, I give charge—not, I, but the Lord, —that, a wife, from her husband, do not depart, —
τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω οὐκ ἐγώ, ἀλλὰ ὁ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι·
11 But, if she should even depart, let her remain unmarried, or, to her husband, be reconciled; and let not, a husband, leave, his wife.
(ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος ἢ τῷ ἀνδρὶ καταλλαγήτω)· καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι.
12 But, unto the rest, say, I—not the Lord, —if, any brother, hath, a wife that believeth not, and, she, is well pleased to dwell with him, let him not leave her;
τοῖς δὲ λοιποῖς λέγω ἐγώ, οὐχ ὁ κύριος, εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον καὶ αὐτὴ συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτοῦ, μὴ ἀφιέτω αὐτήν·
13 And, a woman who hath a husband that believeth not, and, he, is well pleased to dwell with her, let her not leave her husband; —
καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπιστον καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ᾽ αὐτῆς, μὴ ἀφιέτω τὸν ἄνδρα.
14 For the husband that believeth not is hallowed in the wife, and the wife that believeth not is hallowed in the brother: else were, your children, impure, but, now, are they, pure.
ἡγίασται γὰρ ὁ ἀνὴρ ὁ ἄπιστος ἐν τῇ γυναικί, καὶ ἡγίασται ἡ γυνὴ ἡ ἄπιστος ἐν τῷ ἀδελφῷ· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτά ἐστιν, νῦν δὲ ἅγιά ἐστιν.
15 But, if, the unbelieving, departeth, let him depart: the brother or the sister hath not come into bondage, in such cases, but, in peace, hath God called us.
εἰ δὲ ὁ ἄπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ὁ ἀδελφὸς ἢ ἡ ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν ἡμᾶς ὁ θεός.
16 For how knowest thou, O woman, whether, thy husband, thou shalt save? Or how knowest thou, O man, whether, thy wife, thou shalt save?
τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; ἢ τί οἶδας, ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;
17 If not—as the Lord hath distributed—unto each one, as God hath called, each one, so, let him be walking; —and, so, in all the assemblies, I ordain.
εἰ μὴ ἑκάστῳ ὡς μεμέρικεν ὁ κύριος, ἕκαστον ὡς κέκληκεν ὁ θεός, οὕτως περιπατείτω· καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι.
18 After being circumcised, was any called? let him not become uncircumcised; in uncircumcision, hath any been called? let him not be circumcised:
περιτετμημένος τις ἐκλήθη; μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ κέκλη ταί τις; μὴ περιτεμνέσθω.
19 The circumcision, is, nothing, and, the uncircumcision, is, nothing, —but keeping the commandments of God.
ἡ περιτομὴ οὐδέν ἐστιν, καὶ ἡ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ.
20 Each one, in the calling wherein he was called, in the same, let him abide:
ἕκαστος ἐν τῇ κλήσει ᾗ ἐκλήθη, ἐν ταύτῃ μενέτω.
21 A bond-servant, wast thou called? let it not cause thee concern; but, if thou canst even become, free, rather use it.
δοῦλος ἐκλήθης; μή σοι μελέτω· ἀλλ᾽ εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι, μᾶλλον χρῆσαι.
22 For, he who in the Lord was called, being a bond-servant, is, a freed-man of the Lord: in like manner, he that was called being, a freeman, is Christ’s bond-servant: —
ὁ γὰρ ἐν κυρίῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν· ὁμοίως ὁ ἐλεύθερος κληθεὶς δοῦλός ἐστιν χριστοῦ.
23 With a price, have ye been bought, —do not become bond-servants of men:
τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων.
24 Each one, wherein he was called, brethren, in the same, let him abide with God.
ἕκαστος ἐν ᾧ ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ.
25 But, concerning them who are virgin, injunction of the Lord, have I none; yet, a judgment, do I give, as one who hath obtained mercy from the Lord to be, faithful:
Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημένος ὑπὸ κυρίου πιστὸς εἶναι.
26 I consider this, then, to be, good, in the circumstances, by reason of the existing distress, —that it is, good for a man, so, to be:
νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι.
27 Hast thou become bound to a wife? do not seek to be loosed; hast thou become loosed from a wife? do not seek a wife.
δέδεσαι γυναικί; μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός; μὴ ζήτει γυναῖκα.
28 If, however, thou shouldst even marry, thou hast not sinned; and, if one who is virgin should marry, that one hath not sinned; —but, tribulation of the flesh, shall, such, have: —howbeit, I, spare you.
ἐὰν δὲ καὶ γαμήσῃς, οὐχ ἥμαρτες· καὶ ἐὰν γήμῃ [ἡ] παρθένος, οὐχ ἥμαρτεν· θλῖψιν δὲ τῇ σαρκὶ ἕξουσιν οἱ τοιοῦτοι· ἐγὼ δὲ ὑμῶν φείδομαι.
29 But, this, I say—the opportunity is, contracted for what remaineth—in order that, they who have wives, may be, as though they had none,
τοῦτο δέ φημι, ἀδελφοί, ὁ καιρὸς συνεσταλμένος ἐστιν τὸ λοιπόν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν,
30 And, they who weep, as though they wept not, and, they who rejoice, as though they rejoiced not, and, they who buy, as though they possessed not,
καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες, καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες, καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες,
31 And, they who use the world, as though they used it not to the full, —for the fashion of this world passeth away;
καὶ οἱ χρώμενοι τὸν κόσμον ὡς μὴ καταχρώμενοι. παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου·
32 And I desire you to be, without anxiety: —the unmarried man, is anxious for the things of the Lord, how he may please the Lord;
θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ὁ ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ τῷ κυρίῳ·
33 But, he that hath married, is anxious for the things of the world, how may please his wife—
ὁ δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί, καὶ μεμέρισται.
34 And he is divided; and, the unmarried woman, or the virgin, is anxious for the things of the Lord, that she may be holy [both] in her body and in her spirit; but, she that hath married, is anxious for the things of the world, how she may please her husband.
καὶ ἡ γυνὴ ἡ ἄγαμος καὶ ἡ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ᾖ ἁγία [καὶ] τῷ σώματι καὶ τῷ πνεύματι· ἡ δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρί.
35 This, however, with a view to your own profit, am I saying, —not that, a snare, upon you, I may cast, but with a view to what is comely, and devoted unto the Lord, without distraction.
τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω, ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως.
36 If however anyone considereth it behaving unseemly towards his virginity, if he should be beyond the bloom of life, —and, thus, it ought to come about, what he chooseth, let him do, —he sinneth not: let them marry:
εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ᾖ ὑπέρακμος, καὶ οὕτως ὀφείλει γίνεσθαι, ὃ θέλει ποιείτω· οὐχ ἁμαρτάνει, γαμείτωσαν.
37 But, he that standeth in his heart, steadfast, having no necessity, but hath authority concerning his own will, and, this, hath determined in his own heart, —to preserve his own virginity, well shall he do.
ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος, καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιήσει.
38 So that, he that giveth in marriage his own virginity, doeth, well; and, he that giveth it not, shall do, better.
ὥστε καὶ ὁ γαμίζων τὴν παρθένον ἑαυτοῦ καλῶς ποιεῖ, καὶ ὁ μὴ γαμίζων κρεῖσσον ποιήσει.
39 A wife, is bound for as long a time as her husband is living; but, if the husband have fallen asleep, she is, free, to be married unto whom she pleaseth, —only, in the Lord;
Γυνὴ δέδεται ἐφ᾽ ὅσον χρόνον ζῇ ὁ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ᾧ θέλει γαμηθῆναι, μόνον ἐν κυρίῳ.
40 But, happier, is she, if, so, she remain, —in my judgment; for I think, I also, have the Spirit of God.
μακαριωτέρα δέ ἐστιν ἐὰν οὕτως μείνῃ, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ δὲ κἀγὼ πνεῦμα θεοῦ ἔχειν.