< Philippians 1 >

1 Paul and Timothy, servants of Christ Jesus, to all the saints in Christ Jesus which are at Philippi, with the bishops and deacons:
Παῦλος καὶ Τιμόθεος, δοῦλοι ˚Χριστοῦ ˚Ἰησοῦ· πᾶσιν τοῖς ἁγίοις ἐν ˚Χριστῷ ˚Ἰησοῦ τοῖς οὖσιν ἐν Φιλίπποις, σὺν ἐπισκόποις καὶ διακόνοις:
2 Grace to you and peace from God our Father and the Lord Jesus Christ.
χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ ˚Θεοῦ Πατρὸς ἡμῶν καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ.
3 I thank my God upon all my remembrance of you,
Εὐχαριστῶ τῷ ˚Θεῷ μου ἐπὶ πάσῃ τῇ μνείᾳ ὑμῶν,
4 always in every supplication of mine on behalf of you all making my supplication with joy,
πάντοτε ἐν πάσῃ δεήσει μου ὑπὲρ πάντων ὑμῶν, μετὰ χαρᾶς τὴν δέησιν ποιούμενος,
5 for your fellowship in furtherance of the gospel from the first day until now;
ἐπὶ τῇ κοινωνίᾳ ὑμῶν εἰς τὸ εὐαγγέλιον, ἀπὸ τῆς πρώτης ἡμέρας ἄχρι τοῦ νῦν,
6 being confident of this very thing, that he which began a good work in you will perfect it until the day of Jesus Christ:
πεποιθὼς αὐτὸ τοῦτο, ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν ἔργον ἀγαθὸν, ἐπιτελέσει ἄχρι ἡμέρας ˚Χριστοῦ ˚Ἰησοῦ·
7 even as it is right for me to be thus minded on behalf of you all, because I have you in my heart, inasmuch as, both in my bonds and in the defence and confirmation of the gospel, ye all are partakers with me of grace.
καθώς ἐστιν δίκαιον ἐμοὶ τοῦτο φρονεῖν ὑπὲρ πάντων ὑμῶν, διὰ τὸ ἔχειν με ἐν τῇ καρδίᾳ ὑμᾶς, ἔν τε τοῖς δεσμοῖς μου, καὶ ἐν τῇ ἀπολογίᾳ καὶ βεβαιώσει τοῦ εὐαγγελίου, συγκοινωνούς μου τῆς χάριτος πάντας ὑμᾶς ὄντας.
8 For God is my witness, how I long after you all in the tender mercies of Christ Jesus.
Μάρτυς γάρ μου ὁ ˚Θεός, ὡς ἐπιποθῶ πάντας ὑμᾶς ἐν σπλάγχνοις ˚Χριστοῦ ˚Ἰησοῦ.
9 And this I pray, that your love may abound yet more and more in knowledge and all discernment;
Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει,
10 so that ye may approve the things that are excellent; that ye may be sincere and void of offence unto the day of Christ;
εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα, ἵνα ἦτε εἰλικρινεῖς καὶ ἀπρόσκοποι εἰς ἡμέραν ˚Χριστοῦ,
11 being filled with the fruits of righteousness, which are through Jesus Christ, unto the glory and praise of God.
πεπληρωμένοι καρπὸν δικαιοσύνης τὸν διὰ ˚Ἰησοῦ ˚Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον ˚Θεοῦ.
12 Now I would have you know, brethren, that the things [which happened] unto me have fallen out rather unto the progress of the gospel;
Γινώσκειν δὲ ὑμᾶς, βούλομαι, ἀδελφοί, ὅτι τὰ κατʼ ἐμὲ, μᾶλλον εἰς προκοπὴν τοῦ εὐαγγελίου ἐλήλυθεν,
13 so that my bonds became manifest in Christ throughout the whole praetorian guard, and to all the rest;
ὥστε τοὺς δεσμούς μου φανεροὺς ἐν ˚Χριστῷ γενέσθαι, ἐν ὅλῳ τῷ πραιτωρίῳ καὶ τοῖς λοιποῖς πᾶσιν,
14 and that most of the brethren in the Lord, being confident through my bonds, are more abundantly bold to speak the word of God without fear.
καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν ˚Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου, περισσοτέρως τολμᾶν ἀφόβως τὸν λόγον τοῦ ˚Θεοῦ λαλεῖν.
15 Some indeed preach Christ even of envy and strife; and some also of good will:
Τινὲς μὲν καὶ διὰ φθόνον καὶ ἔριν, τινὲς δὲ καὶ διʼ εὐδοκίαν τὸν ˚Χριστὸν κηρύσσουσιν.
16 the one [do it] of love, knowing that I am set for the defence of the gospel:
Οἱ δὲ ἐξ ἐριθείας τὸν ˚Χριστὸν καταγγέλλουσιν, οὐχ ἁγνῶς οἰόμενοι θλῖψιν ἐγείρειν τοῖς δεσμοῖς μου.
17 but the other proclaim Christ of faction, not sincerely, thinking to raise up affliction for me in my bonds.
Οἱ μὲν ἐξ ἀγάπης εἰδότες ὅτι εἰς ἀπολογίαν τοῦ εὐαγγελίου κεῖμαι,
18 What then? only that in every way, whether in pretence or in truth, Christ is proclaimed; and therein I rejoice, yea, and will rejoice.
τί γάρ; Πλὴν ὅτι παντὶ τρόπῳ, εἴτε προφάσει εἴτε ἀληθείᾳ, ˚Χριστὸς καταγγέλλεται, καὶ ἐν τούτῳ χαίρω, ἀλλὰ καὶ χαρήσομαι.
19 For I know that this shall turn to my salvation, through your supplication and the supply of the Spirit of Jesus Christ,
Οἶδα γὰρ ὅτι τοῦτό μοι ἀποβήσεται εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως, καὶ ἐπιχορηγίας τοῦ ˚Πνεύματος ˚Ἰησοῦ ˚Χριστοῦ,
20 according to my earnest expectation and hope, that in nothing shall I be put to shame, but [that] with all boldness, as always, [so] now also Christ shall be magnified in my body, whether by life, or by death.
κατὰ τὴν ἀποκαραδοκίαν καὶ ἐλπίδα μου, ὅτι ἐν οὐδενὶ αἰσχυνθήσομαι, ἀλλʼ ἐν πάσῃ παρρησίᾳ, ὡς πάντοτε καὶ νῦν, μεγαλυνθήσεται ˚Χριστὸς ἐν τῷ σώματί μου, εἴτε διὰ ζωῆς εἴτε διὰ θανάτου.
21 For to me to live is Christ, and to die is gain.
Ἐμοὶ γὰρ τὸ ζῆν ˚Χριστὸς, καὶ τὸ ἀποθανεῖν κέρδος.
22 But if to live in the flesh, —[if] this is the fruit of my work, then what I shall choose I wot not.
Εἰ δὲ τὸ ζῆν ἐν σαρκί, τοῦτό μοι καρπὸς ἔργου. Καὶ τί αἱρήσομαι οὐ γνωρίζω.
23 But I am in a strait betwixt the two, having the desire to depart and be with Christ; for it is very far better:
Συνέχομαι δὲ ἐκ τῶν δύο, τὴν ἐπιθυμίαν ἔχων εἰς τὸ ἀναλῦσαι καὶ σὺν ˚Χριστῷ εἶναι, πολλῷ γὰρ μᾶλλον κρεῖσσον,
24 yet to abide in the flesh is more needful for your sake.
τὸ δὲ ἐπιμένειν ἐν τῇ σαρκὶ, ἀναγκαιότερον διʼ ὑμᾶς.
25 And having this confidence, I know that I shall abide, yea, and abide with you all, for your progress and joy in the faith;
Καὶ τοῦτο πεποιθὼς, οἶδα ὅτι μενῶ καὶ παραμενῶ πᾶσιν ὑμῖν εἰς τὴν ὑμῶν προκοπὴν καὶ χαρὰν τῆς πίστεως,
26 that your glorying may abound in Christ Jesus in me through my presence with you again.
ἵνα τὸ καύχημα ὑμῶν περισσεύῃ ἐν ˚Χριστῷ ˚Ἰησοῦ ἐν ἐμοὶ, διὰ τῆς ἐμῆς παρουσίας πάλιν πρὸς ὑμᾶς.
27 Only let your manner of life be worthy of the gospel of Christ: that, whether I come and see you or be absent, I may hear of your state, that ye stand fast in one spirit, with one soul striving for the faith of the gospel;
Μόνον ἀξίως τοῦ εὐαγγελίου τοῦ ˚Χριστοῦ πολιτεύεσθε, ἵνα εἴτε ἐλθὼν καὶ ἰδὼν ὑμᾶς, εἴτε ἀπὼν, ἀκούω τὰ περὶ ὑμῶν, ὅτι στήκετε ἐν ἑνὶ πνεύματι, μιᾷ ψυχῇ συναθλοῦντες τῇ πίστει τοῦ εὐαγγελίου,
28 and in nothing affrighted by the adversaries: which is for them an evident token of perdition, but of your salvation, and that from God;
καὶ μὴ πτυρόμενοι ἐν μηδενὶ ὑπὸ τῶν ἀντικειμένων, ἥτις ἐστὶν αὐτοῖς ἔνδειξις ἀπωλείας, ὑμῶν δὲ σωτηρίας, καὶ τοῦτο ἀπὸ ˚Θεοῦ,
29 because to you it hath been granted in the behalf of Christ, not only to believe on him, but also to suffer in his behalf:
ὅτι ὑμῖν ἐχαρίσθη τὸ ὑπὲρ ˚Χριστοῦ, οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν,
30 having the same conflict which ye saw in me, and now hear to be in me.
τὸν αὐτὸν ἀγῶνα ἔχοντες, οἷον εἴδετε ἐν ἐμοὶ, καὶ νῦν ἀκούετε ἐν ἐμοί.

< Philippians 1 >