< Numbers 34 >

1 And the LORD spake unto Moses, saying,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
2 Command the children of Israel, and say unto them, When ye come into the land of Canaan, (this is the land that shall fall unto you for an inheritance, even the land of Canaan according to the borders thereof, )
ἔντειλαι τοῖς υἱοῖς Ισραηλ καὶ ἐρεῖς πρὸς αὐτούς ὑμεῖς εἰσπορεύεσθε εἰς τὴν γῆν Χανααν αὕτη ἔσται ὑμῖν εἰς κληρονομίαν γῆ Χανααν σὺν τοῖς ὁρίοις αὐτῆς
3 then your south quarter shall be from the wilderness of Zin along by the side of Edom, and your south border shall be from the end of the Salt Sea eastward:
καὶ ἔσται ὑμῖν τὸ κλίτος τὸ πρὸς λίβα ἀπὸ ἐρήμου Σιν ἕως ἐχόμενον Εδωμ καὶ ἔσται ὑμῖν τὰ ὅρια πρὸς λίβα ἀπὸ μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ ἀνατολῶν
4 and your border shall turn about southward of the ascent of Akrabbim, and pass along to Zin: and the goings out thereof shall be southward of Kadesh-barnea; and it shall go forth to Hazar-addar, and pass along to Azmon:
καὶ κυκλώσει ὑμᾶς τὰ ὅρια ἀπὸ λιβὸς πρὸς ἀνάβασιν Ακραβιν καὶ παρελεύσεται Σεννα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ πρὸς λίβα Καδης τοῦ Βαρνη καὶ ἐξελεύσεται εἰς ἔπαυλιν Αραδ καὶ παρελεύσεται Ασεμωνα
5 and the border shall turn about from Azmon unto the brook of Egypt, and the goings out thereof shall be at the sea.
καὶ κυκλώσει τὰ ὅρια ἀπὸ Ασεμωνα χειμάρρουν Αἰγύπτου καὶ ἔσται ἡ διέξοδος ἡ θάλασσα
6 And for the western border, ye shall have the great sea and the border [thereof]: this shall be your west border.
καὶ τὰ ὅρια τῆς θαλάσσης ἔσται ὑμῖν ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ τοῦτο ἔσται ὑμῖν τὰ ὅρια τῆς θαλάσσης
7 And this shall be your north border: from the great sea ye shall mark out for you mount Hor:
καὶ τοῦτο ἔσται τὰ ὅρια ὑμῖν πρὸς βορρᾶν ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης καταμετρήσετε ὑμῖν αὐτοῖς παρὰ τὸ ὄρος τὸ ὄρος
8 from mount Hor ye shall mark out unto the entering in of Hamath; and the goings out of the border shall be at Zedad:
καὶ ἀπὸ τοῦ ὄρους τὸ ὄρος καταμετρήσετε αὐτοῖς εἰσπορευομένων εἰς Εμαθ καὶ ἔσται ἡ διέξοδος αὐτοῦ τὰ ὅρια Σαραδα
9 and the border shall go forth to Ziphron, and the goings out thereof shall be at Hazar-enan: this shall be your north border.
καὶ ἐξελεύσεται τὰ ὅρια Δεφρωνα καὶ ἔσται ἡ διέξοδος αὐτοῦ Ασερναιν τοῦτο ἔσται ὑμῖν ὅρια ἀπὸ βορρᾶ
10 And ye shall mark out your east border from Hazar-enan to Shepham:
καὶ καταμετρήσετε ὑμῖν αὐτοῖς τὰ ὅρια ἀνατολῶν ἀπὸ Ασερναιν Σεπφαμα
11 and the border shall go down from Shepham to Riblah, on the east side of Ain; and the border shall go down, and shall reach unto the side of the sea of Chinnereth eastward:
καὶ καταβήσεται τὰ ὅρια ἀπὸ Σεπφαμ Αρβηλα ἀπὸ ἀνατολῶν ἐπὶ πηγάς καὶ καταβήσεται τὰ ὅρια Βηλα ἐπὶ νώτου θαλάσσης Χεναρα ἀπὸ ἀνατολῶν
12 and the border shall go down to Jordan, and the goings out thereof shall be at the Salt Sea: this shall be your land according to the borders thereof round about.
καὶ καταβήσεται τὰ ὅρια ἐπὶ τὸν Ιορδάνην καὶ ἔσται ἡ διέξοδος θάλασσα ἡ ἁλυκή αὕτη ἔσται ὑμῖν ἡ γῆ καὶ τὰ ὅρια αὐτῆς κύκλῳ
13 And Moses commanded the children of Israel, saying, This is the land which ye shall inherit by lot, which the LORD hath commanded to give unto the nine tribes, and to the half tribe:
καὶ ἐνετείλατο Μωυσῆς τοῖς υἱοῖς Ισραηλ λέγων αὕτη ἡ γῆ ἣν κατακληρονομήσετε αὐτὴν μετὰ κλήρου ὃν τρόπον συνέταξεν κύριος τῷ Μωυσῇ δοῦναι αὐτὴν ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς Μανασση
14 for the tribe of the children of Reuben according to their fathers’ houses, and the tribe of the children of Gad according to their fathers’ houses, have received, and the half tribe of Manasseh have received, their inheritance:
ὅτι ἔλαβεν φυλὴ υἱῶν Ρουβην καὶ φυλὴ υἱῶν Γαδ κατ’ οἴκους πατριῶν αὐτῶν καὶ τὸ ἥμισυ φυλῆς Μανασση ἀπέλαβον τοὺς κλήρους αὐτῶν
15 the two tribes and the half tribe have received their inheritance beyond the Jordan at Jericho eastward, toward the sunrising.
δύο φυλαὶ καὶ ἥμισυ φυλῆς ἔλαβον τοὺς κλήρους αὐτῶν πέραν τοῦ Ιορδάνου κατὰ Ιεριχω ἀπὸ νότου κατ’ ἀνατολάς
16 And the LORD spake unto Moses, saying,
καὶ ἐλάλησεν κύριος πρὸς Μωυσῆν λέγων
17 These are the names of the men which shall divide the land unto you for inheritance: Eleazar the priest, and Joshua the son of Nun.
ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν οἳ κληρονομήσουσιν ὑμῖν τὴν γῆν Ελεαζαρ ὁ ἱερεὺς καὶ Ἰησοῦς ὁ τοῦ Ναυη
18 And ye shall take one prince of every tribe, to divide the land for inheritance.
καὶ ἄρχοντα ἕνα ἐκ φυλῆς λήμψεσθε κατακληρονομῆσαι ὑμῖν τὴν γῆν
19 And these are the names of the men: of the tribe of Judah, Caleb the son of Jephunneh.
καὶ ταῦτα τὰ ὀνόματα τῶν ἀνδρῶν τῆς φυλῆς Ιουδα Χαλεβ υἱὸς Ιεφοννη
20 And of the tribe of the children of Simeon, Shemuel the son of Ammihud.
τῆς φυλῆς Συμεων Σαλαμιηλ υἱὸς Εμιουδ
21 Of the tribe of Benjamin, Elidad the son of Chislon.
τῆς φυλῆς Βενιαμιν Ελδαδ υἱὸς Χασλων
22 And of the tribe of the children of Dan a prince, Bukki the son of Jogli.
τῆς φυλῆς Δαν ἄρχων Βακχιρ υἱὸς Εγλι
23 Of the children of Joseph: of the tribe of the children of Manasseh a prince, Hanniel the son of Ephod:
τῶν υἱῶν Ιωσηφ φυλῆς υἱῶν Μανασση ἄρχων Ανιηλ υἱὸς Ουφι
24 and of the tribe of the children of Ephraim a prince, Kemuel the son of Shiphtan.
τῆς φυλῆς υἱῶν Εφραιμ ἄρχων Καμουηλ υἱὸς Σαβαθα
25 And of the tribe of the children of Zebulun a prince, Elizaphan the son of Parnach.
τῆς φυλῆς Ζαβουλων ἄρχων Ελισαφαν υἱὸς Φαρναχ
26 And of the tribe of the children of Issachar a prince, Paltiel the son of Azzan.
τῆς φυλῆς υἱῶν Ισσαχαρ ἄρχων Φαλτιηλ υἱὸς Οζα
27 And of the tribe of the children of Asher a prince, Ahihud the son of Shelomi.
τῆς φυλῆς υἱῶν Ασηρ ἄρχων Αχιωρ υἱὸς Σελεμι
28 And of the tribe of the children of Naphtali a prince, Pedahel the son of Ammihud.
τῆς φυλῆς Νεφθαλι ἄρχων Φαδαηλ υἱὸς Βεναμιουδ
29 These are they whom the LORD commanded to divide the inheritance unto the children of Israel in the land of Canaan.
οὗτοι οἷς ἐνετείλατο κύριος καταμερίσαι τοῖς υἱοῖς Ισραηλ ἐν γῇ Χανααν

< Numbers 34 >