< Mark 8 >
1 In those days, when there was again a great multitude, and they had nothing to eat, he called unto him his disciples, and saith unto them,
Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν, πολλοῦ ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ, λέγει αὐτοῖς,
2 I have compassion on the multitude, because they continue with me now three days, and have nothing to eat:
“Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τί φάγωσιν.
3 and if I send them away fasting to their home, they will faint in the way; and some of them are come from far.
Καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ. Καί τινες αὐτῶν ἀπὸ μακρόθεν ἥκασιν.”
4 And his disciples answered him, Whence shall one be able to fill these men with bread here in a desert place?
Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, “Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπʼ ἐρημίας;”
5 And he asked them, How many loaves have ye? And they said, Seven.
Καὶ ἠρώτα αὐτούς, “Πόσους ἔχετε ἄρτους;” Οἱ δὲ εἶπαν, “Ἑπτά.”
6 And he commandeth the multitude to sit down on the ground: and he took the seven loaves, and having given thanks, he brake, and gave to his disciples, to set before them; and they set them before the multitude.
Καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς. Καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα παρατιθῶσιν, καὶ παρέθηκαν τῷ ὄχλῳ.
7 And they had a few small fishes: and having blessed them, he commanded to set these also before them.
Καὶ εἶχαν ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας αὐτὰ, εἶπεν καὶ ταῦτα παρατιθέναι.
8 And they did eat, and were filled: and they took up, of broken pieces that remained over, seven baskets.
Καὶ ἔφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
9 And they were about four thousand: and he sent them away.
Ἦσαν δὲ οἱ φαγόντες ὡς τετρακισχίλιοι. Καὶ ἀπέλυσεν αὐτούς.
10 And straightway he entered into the boat with his disciples, and came into the parts of Dalmanutha.
Καὶ εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
11 And the Pharisees came forth, and began to question with him, seeking of him a sign from heaven, tempting him.
Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ, ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρʼ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.
12 And he sighed deeply in his spirit, and saith, Why doth this generation seek a sign? verily I say unto you, There shall no sign be given unto this generation.
Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, “Τί ἡ γενεὰ αὕτη ζητεῖ σημεῖον; Ἀμὴν, λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.”
13 And he left them, and again entering into [the boat] departed to the other side.
Καὶ ἀφεὶς αὐτοὺς, πάλιν ἐμβὰς ἀπῆλθεν εἰς τὸ πέραν.
14 And they forgot to take bread; and they had not in the boat with them more than one loaf.
Καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθʼ ἑαυτῶν ἐν τῷ πλοίῳ.
15 And he charged them, saying, Take heed, beware of the leaven of the Pharisees and the leaven of Herod.
Καὶ διεστέλλετο αὐτοῖς λέγων, “Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου.”
16 And they reasoned one with another, saying, We have no bread.
Καὶ διελογίζοντο πρὸς ἀλλήλους, Ὅτι ἄρτους οὐκ ἔχουσιν.
17 And Jesus perceiving it saith unto them, Why reason ye, because ye have no bread? do ye not yet perceive, neither understand? have ye your heart hardened?
Καὶ γνοὺς, ὁ ˚Ἰησοῦς λέγει αὐτοῖς, “Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; Πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
18 Having eyes, see ye not? and having ears, hear ye not? and do ye not remember?
‘Ὀφθαλμοὺς ἔχοντες, οὐ βλέπετε; Καὶ ὦτα ἔχοντες, οὐκ ἀκούετε;’ Καὶ οὐ μνημονεύετε;
19 When I brake the five loaves among the five thousand, how many baskets full of broken pieces took ye up? They say unto him, Twelve.
Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε;” Λέγουσιν αὐτῷ, “Δώδεκα.”
20 And when the seven among the four thousand, how many basketfuls of broken pieces took ye up? And they say unto him, Seven.
“Ὅτε δὲ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε;” καὶ λέγουσιν “Ἑπτά.”
21 And he said unto them, Do ye not yet understand?
Καὶ ἔλεγεν αὐτοῖς, “Πῶς οὔπω συνίετε;”
22 And they come unto Bethsaida. And they bring to him a blind man, and beseech him to touch him.
Καὶ ἔρχονται εἰς Βηθσαϊδάν, καὶ φέρουσιν αὐτῷ τυφλὸν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
23 And he took hold of the blind man by the hand, and brought him out of the village; and when he had spit on his eyes, and laid his hands upon him, he asked him, Seest thou aught?
Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ, ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτόν, “Εἴ τι βλέπεις;”
24 And he looked up, and said, I see men; for I behold [them] as trees, walking.
Καὶ ἀναβλέψας ἔλεγεν, “Βλέπω τοὺς ἀνθρώπους, ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.”
25 Then again he laid his hands upon his eyes; and he looked stedfastly, and was restored, and saw all things clearly.
Εἶτα πάλιν ἐπέθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ διέβλεψεν καὶ ἀπεκατέστη καὶ ἐνέβλεπεν τηλαυγῶς ἅπαντα.
26 And he sent him away to his home, saying, Do not even enter into the village.
Καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ λέγων, “Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς.”
27 And Jesus went forth, and his disciples, into the villages of Caesarea Philippi: and in the way he asked his disciples, saying unto them, Who do men say that I am?
Καὶ ἐξῆλθεν ὁ ˚Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου. Καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων αὐτοῖς, “Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;”
28 And they told him, saying, John the Baptist: and others, Elijah; but others, One of the prophets.
Οἱ δὲ εἶπαν αὐτῷ λέγοντες, ὅτι “Ἰωάννην τὸν Βαπτιστήν, καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ ὅτι εἷς τῶν προφητῶν.”
29 And he asked them, But who say ye that I am? Peter answereth and saith unto him, Thou art the Christ.
Καὶ αὐτὸς ἐπηρώτα αὐτούς, “Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι;” Ἀποκριθεὶς δὲ ὁ Πέτρος λέγει αὐτῷ, “Σὺ εἶ ὁ ˚Χριστός.”
30 And he charged them that they should tell no man of him.
Καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.
31 And he began to teach them, that the Son of man must suffer many things, and be rejected by the elders, and the chief priests, and the scribes, and be killed, and after three days rise again.
Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν Υἱὸν τοῦ Ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι.
32 And he spake the saying openly. And Peter took him, and began to rebuke him.
Καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος αὐτὸν, ὁ Πέτρος ἤρξατο ἐπιτιμᾶν αὐτῷ.
33 But he turning about, and seeing his disciples, rebuked Peter, and saith, Get thee behind me, Satan: for thou mindest not the things of God, but the things of men.
Ὁ δὲ, ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησεν τῷ Πέτρῳ καὶ λέγει, “Ὕπαγε ὀπίσω μου, Σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ ˚Θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.”
34 And he called unto him the multitude with his disciples, and said unto them, If any man would come after me, let him deny himself, and take up his cross, and follow me.
Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς, “Εἴ τις θέλει ὀπίσω μου ἀκολουθεῖν ἀπαρνησάσθω ἑαυτὸν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
35 For whosoever would save his life shall lose it; and whosoever shall lose his life for my sake and the gospel’s shall save it.
Ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν, ὃς δʼ ἂν ἀπολέσει τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, σώσει αὐτήν.
36 For what doth it profit a man, to gain the whole world, and forfeit his life?
Τί γὰρ ὠφελεῖ ἄνθρωπον, κερδήσῃ τὸν κόσμον ὅλον καὶ ζημιωθῆναι τὴν ψυχὴν αὐτοῦ;
37 For what should a man give in exchange for his life?
Τί γὰρ δώσει ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
38 For whosoever shall be ashamed of me and of my words in this adulterous and sinful generation, the Son of man also shall be ashamed of him, when he cometh in the glory of his Father with the holy angels.
Ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ, τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπαισχυνθήσεται αὐτὸν ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.”