< John 9 >

1 And as he passed by, he saw a man blind from his birth.
Καὶ παράγων, εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
2 And his disciples asked him, saying, Rabbi, who did sin, this man, or his parents, that he should be born blind?
Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες, “Ῥαββί, τίς ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;”
3 Jesus answered, Neither did this man sin, nor his parents: but that the works of God should be made manifest in him.
Ἀπεκρίθη ˚Ἰησοῦς, “Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ, ἀλλʼ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ ˚Θεοῦ ἐν αὐτῷ.
4 We must work the works of him that sent me, while it is day: the night cometh, when no man can work.
Ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με, ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ, ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
5 When I am in the world, I am the light of the world.
Ὅταν ἐν τῷ κόσμῳ ὦ, φῶς εἰμι τοῦ κόσμου.”
6 When he had thus spoken, he spat on the ground, and made clay of the spittle, and anointed his eyes with the clay,
Ταῦτα εἰπὼν, ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος, καὶ ἐπέχρισεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμούς.
7 and said unto him, Go, wash in the pool of Siloam (which is by interpretation, Sent). He went away therefore, and washed, and came seeing.
Καὶ εἶπεν αὐτῷ, “Ὕπαγε, νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ” (ὃ ἑρμηνεύεται, “Ἀπεσταλμένος”). Ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθεν βλέπων.
8 The neighbours therefore, and they which saw him aforetime, that he was a beggar, said, Is not this he that sat and begged?
Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον, ὅτι προσαίτης ἦν, ἔλεγον, “Οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;”
9 Others said, It is he: others said, No, but he is like him. He said, I am [he].
Ἄλλοι ἔλεγον, ὅτι “Οὗτός ἐστιν”, ἄλλοι ἔλεγον, “Οὐχί, ἀλλὰ ὅμοιος αὐτῷ ἐστιν.” Ἐκεῖνος ἔλεγεν, ὅτι “Ἐγώ εἰμι.”
10 They said therefore unto him, How then were thine eyes opened?
Ἔλεγον οὖν αὐτῷ, “Πῶς ἠνεῴχθησάν σου οἱ ὀφθαλμοί;”
11 He answered, The man that is called Jesus made clay, and anointed mine eyes, and said unto me, Go to Siloam, and wash: so I went away and washed, and I received sight.
Ἀπεκρίθη ἐκεῖνος, ἄνθρωπος ὁ λεγόμενος ˚Ἰησοῦς πηλὸν ἐποίησεν, καὶ ἐπέχρισέν μου τοὺς ὀφθαλμοὺς, καὶ εἶπέν μοι, ὅτι ‘Ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι.’ Ἀπελθὼν οὖν καὶ νιψάμενος, ἀνέβλεψα.”
12 And they said unto him, Where is he? He saith, I know not.
Καὶ εἶπαν αὐτῷ, “Ποῦ ἐστιν ἐκεῖνος;” Λέγει, “Οὐκ οἶδα.”
13 They bring to the Pharisees him that aforetime was blind.
Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν.
14 Now it was the sabbath on the day when Jesus made the clay, and opened his eyes.
Ἦν δὲ Σάββατον ἐν ᾗ ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν ὁ ˚Ἰησοῦς, καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς.
15 Again therefore the Pharisees also asked him how he received his sight. And he said unto them, He put clay upon mine eyes, and I washed, and do see.
Πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. Ὁ δὲ εἶπεν αὐτοῖς, “Πηλὸν ἐπέθηκέν μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ βλέπω.”
16 Some therefore of the Pharisees said, This man is not from God, because he keepeth not the sabbath. But others said, How can a man that is a sinner do such signs? And there was a division among them.
Ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές, “Οὐκ ἔστιν οὗτος παρὰ ˚Θεοῦ ὁ ἄνθρωπος, ὅτι τὸ Σάββατον οὐ τηρεῖ.” Ἄλλοι ἔλεγον, “Πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν;” Καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
17 They say therefore unto the blind man again, What sayest thou of him, in that he opened thine eyes? And he said, He is a prophet.
Λέγουσιν οὖν τῷ τυφλῷ πάλιν, “Σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξέν σου τοὺς ὀφθαλμούς;” Ὁ δὲ εἶπεν, ὅτι “Προφήτης ἐστίν.”
18 The Jews therefore did not believe concerning him, that he had been blind, and had received his sight, until they called the parents of him that had received his sight,
Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος.
19 and asked them, saying, Is this your son, who ye say was born blind? how then doth he now see?
Καὶ ἠρώτησαν αὐτοὺς λέγοντες, “Οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; Πῶς οὖν βλέπει ἄρτι;”
20 His parents answered and said, We know that this is our son, and that he was born blind:
Ἀπεκρίθησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν, “Οἴδαμεν ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν, καὶ ὅτι τυφλὸς ἐγεννήθη.
21 but how he now seeth, we know not; or who opened his eyes, we know not: ask him; he is of age; he shall speak for himself.
Πῶς δὲ νῦν βλέπει, οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς, ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει.”
22 These things said his parents, because they feared the Jews: for the Jews had agreed already, that if any man should confess him [to be] Christ, he should be put out of the synagogue.
Ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους, ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ ˚Χριστόν, ἀποσυνάγωγος γένηται.
23 Therefore said his parents, He is of age; ask him.
Διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν, ὅτι “Ἡλικίαν ἔχει, αὐτὸν ἐπερωτήσατε.”
24 So they called a second time the man that was blind, and said unto him, Give glory to God: we know that this man is a sinner.
Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς, καὶ εἶπαν αὐτῷ, “Δὸς δόξαν τῷ ˚Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι οὗτος ὁ ἄνθρωπος ἁμαρτωλός ἐστιν.”
25 He therefore answered, Whether he be a sinner, I know not: one thing I know, that, whereas I was blind, now I see.
Ἀπεκρίθη οὖν ἐκεῖνος, “Εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα. Ἓν οἶδα, ὅτι τυφλὸς ὢν, ἄρτι βλέπω.”
26 They said therefore unto him, What did he to thee? how opened he thine eyes?
Εἶπον οὖν αὐτῷ, “Τί ἐποίησέν σοι; Πῶς ἤνοιξέν σου τοὺς ὀφθαλμούς;”
27 He answered them, I told you even now, and ye did not hear: wherefore would ye hear it again? would ye also become his disciples?
Ἀπεκρίθη αὐτοῖς, “Εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε. Τί πάλιν θέλετε ἀκούειν; Μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;”
28 And they reviled him, and said, Thou art his disciple; but we are disciples of Moses.
Καὶ ἐλοιδόρησαν αὐτὸν, καὶ εἶπον, “Σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί.
29 We know that God hath spoken unto Moses: but as for this man, we know not whence he is.
Ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ ˚Θεός, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστίν.”
30 The man answered and said unto them, Why, herein is the marvel, that ye know not whence he is, and [yet] he opened mine eyes.
Ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς, “Ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστίν, καὶ ἤνοιξέν μου τοὺς ὀφθαλμούς.
31 We know that God heareth not sinners: but if any man be a worshipper of God, and do his will, him he heareth.
Οἴδαμεν ὅτι ἁμαρτωλῶν ὁ ˚Θεὸς οὐκ ἀκούει, ἀλλʼ ἐάν τις θεοσεβὴς ᾖ, καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.
32 Since the world began it was never heard that any one opened the eyes of a man born blind. (aiōn g165)
Ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. (aiōn g165)
33 If this man were not from God, he could do nothing.
Εἰ μὴ ἦν οὗτος παρὰ ˚Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.”
34 They answered and said unto him, Thou wast altogether born in sins, and dost thou teach us? And they cast him out.
Ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ, “Ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς;” Καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35 Jesus heard that they had cast him out; and finding him, he said, Dost thou believe on the Son of God?
Ἤκουσεν ˚Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν εἶπεν, “Σὺ πιστεύεις εἰς τὸν Υἱὸν τοῦ Ἀνθρώπου;”
36 He answered and said, And who is he, Lord, that I may believe on him?
Ἀπεκρίθη ἐκεῖνος, “Καὶ τίς ἐστιν,” ἔφη, “κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;”
37 Jesus said unto him, Thou hast both seen him, and he it is that speaketh with thee.
Εἶπεν αὐτῷ ὁ ˚Ἰησοῦς, “Καὶ ἑώρακας αὐτὸν, καὶ ὁ λαλῶν μετὰ σοῦ ἐκεῖνός ἐστιν.”
38 And he said, Lord, I believe. And he worshipped him.
Ὁ δὲ ἔφη, “Πιστεύω, ˚Κύριε”· καὶ προσεκύνησεν αὐτῷ.
39 And Jesus said, For judgment came I into this world, that they which see not may see; and that they which see may become blind.
Καὶ εἶπεν ὁ ˚Ἰησοῦς, “Εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τοῦτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες, βλέπωσιν, καὶ οἱ βλέποντες, τυφλοὶ γένωνται.”
40 Those of the Pharisees which were with him heard these things, and said unto him, Are we also blind?
Ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετʼ αὐτοῦ ὄντες, καὶ εἶπον αὐτῷ, “Μὴ καὶ ἡμεῖς τυφλοί ἐσμεν;”
41 Jesus said unto them, If ye were blind, ye would have no sin: but now ye say, We see: your sin remaineth.
Εἶπεν αὐτοῖς ὁ ˚Ἰησοῦς, “Εἰ τυφλοὶ ἦτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε, ὅτι ‘Βλέπομεν’, ἡ ἁμαρτία ὑμῶν μένει.

< John 9 >