< Hebrews 13 >
1 Let love of the brethren continue.
Ἡ φιλαδελφία μενέτω.
2 Forget not to shew love unto strangers: for thereby some have entertained angels unawares.
τῆς φιλοξενίας μὴ ἐπιλανθάνεσθε· διὰ ταύτης γὰρ ἔλαθόν τινες ξενίσαντες ἀγγέλους.
3 Remember them that are in bonds, as bound with them; them that are evil entreated, as being yourselves also in the body.
μιμνῄσκεσθε τῶν δεσμίων ὡς συνδεδεμένοι, τῶν κακουχουμένων ὡς καὶ αὐτοὶ ὄντες ἐν σώματι.
4 [Let] marriage [be] had in honour among all, and [let] the bed [be] undefiled: for fornicators and adulterers God will judge.
Τίμιος ὁ γάμος ἐν πᾶσιν καὶ ἡ κοίτη ἀμίαντος, πόρνους γὰρ καὶ μοιχοὺς κρινεῖ ὁ Θεός.
5 Be ye free from the love of money; content with such things as ye have: for himself hath said, I will in no wise fail thee, neither will I in any wise forsake thee.
Ἀφιλάργυρος ὁ τρόπος, ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἴρηκεν Οὐ μή σε ἀνῶ οὐδ’ οὐ μή σε ἐγκαταλίπω·
6 So that with good courage we say, The Lord is my helper; I will not fear: What shall man do unto me?
ὥστε θαρροῦντας ἡμᾶς λέγειν Κύριος ἐμοὶ βοηθός, οὐ φοβηθήσομαι· τί ποιήσει μοι ἄνθρωπος;
7 Remember them that had the rule over you, which spake unto you the word of God; and considering the issue of their life, imitate their faith.
Μνημονεύετε τῶν ἡγουμένων ὑμῶν, οἵτινες ἐλάλησαν ὑμῖν τὸν λόγον τοῦ Θεοῦ, ὧν ἀναθεωροῦντες τὴν ἔκβασιν τῆς ἀναστροφῆς μιμεῖσθε τὴν πίστιν.
8 Jesus Christ [is] the same yesterday and today, [yea] and for ever. (aiōn )
Ἰησοῦς Χριστὸς ἐχθὲς καὶ σήμερον ὁ αὐτός καὶ εἰς τοὺς αἰῶνας. (aiōn )
9 Be not carried away by divers and strange teachings: for it is good that the heart be stablished by grace; not by meats, wherein they that occupied themselves were not profited.
διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ παραφέρεσθε· καλὸν γὰρ χάριτι βεβαιοῦσθαι τὴν καρδίαν, οὐ βρώμασιν, ἐν οἷς οὐκ ὠφελήθησαν οἱ περιπατοῦντες.
10 We have an altar, whereof they have no right to eat which serve the tabernacle.
Ἔχομεν θυσιαστήριον ἐξ οὗ φαγεῖν οὐκ ἔχουσιν ἐξουσίαν οἱ τῇ σκηνῇ λατρεύοντες.
11 For the bodies of those beasts, whose blood is brought into the holy place by the high priest [as an offering] for sin, are burned without the camp.
ὧν γὰρ εἰσφέρεται ζῴων τὸ αἷμα περὶ ἁμαρτίας εἰς τὰ ἅγια διὰ τοῦ ἀρχιερέως, τούτων τὰ σώματα κατακαίεται ἔξω τῆς παρεμβολῆς.
12 Wherefore Jesus also, that he might sanctify the people through his own blood, suffered without the gate.
διὸ καὶ Ἰησοῦς, ἵνα ἁγιάσῃ διὰ τοῦ ἰδίου αἵματος τὸν λαόν, ἔξω τῆς πύλης ἔπαθεν.
13 Let us therefore go forth unto him without the camp, bearing his reproach.
τοίνυν ἐξερχώμεθα πρὸς αὐτὸν ἔξω τῆς παρεμβολῆς, τὸν ὀνειδισμὸν αὐτοῦ φέροντες·
14 For we have not here an abiding city, but we seek after [the city] which is to come.
οὐ γὰρ ἔχομεν ὧδε μένουσαν πόλιν, ἀλλὰ τὴν μέλλουσαν ἐπιζητοῦμεν.
15 Through him then let us offer up a sacrifice of praise to God continually, that is, the fruit of lips which make confession to his name.
δι’ αὐτοῦ οὖν ἀναφέρωμεν θυσίαν αἰνέσεως διὰ παντὸς τῷ Θεῷ, τοῦτ’ ἔστιν καρπὸν χειλέων ὁμολογούντων τῷ ὀνόματι αὐτοῦ.
16 But to do good and to communicate forget not: for with such sacrifices God is well pleased.
τῆς δὲ εὐποιΐας καὶ κοινωνίας μὴ ἐπιλανθάνεσθε· τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός.
17 Obey them that have the rule over you, and submit [to them]: for they watch in behalf of your souls, as they that shall give account; that they may do this with joy, and not with grief: for this [were] unprofitable for you.
Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν ὡς λόγον ἀποδώσοντες· ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσιν καὶ μὴ στενάζοντες· ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο.
18 Pray for us: for we are persuaded that we have a good conscience, desiring to live honestly in all things.
Προσεύχεσθε περὶ ἡμῶν· πειθόμεθα γὰρ ὅτι καλὴν συνείδησιν ἔχομεν, ἐν πᾶσιν καλῶς θέλοντες ἀναστρέφεσθαι.
19 And I exhort [you] the more exceedingly to do this, that I may be restored to you the sooner.
περισσοτέρως δὲ παρακαλῶ τοῦτο ποιῆσαι, ἵνα τάχειον ἀποκατασταθῶ ὑμῖν.
20 Now the God of peace, who brought again from the dead the great shepherd of the sheep with the blood of the eternal covenant, [even] our Lord Jesus, (aiōnios )
Ὁ δὲ Θεὸς τῆς εἰρήνης, ὁ ἀναγαγὼν ἐκ νεκρῶν τὸν ποιμένα τῶν προβάτων τὸν μέγαν ἐν αἵματι διαθήκης αἰωνίου, τὸν Κύριον ἡμῶν Ἰησοῦν, (aiōnios )
21 make you perfect in every good thing to do his will, working in us that which is well-pleasing in his sight, through Jesus Christ; to whom [be] the glory for ever and ever. Amen. (aiōn )
καταρτίσαι ὑμᾶς ἐν παντὶ ἀγαθῷ εἰς τὸ ποιῆσαι τὸ θέλημα αὐτοῦ, ποιῶν ἐν ἡμῖν τὸ εὐάρεστον ἐνώπιον αὐτοῦ διὰ Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. (aiōn )
22 But I exhort you, brethren, bear with the word of exhortation: for I have written unto you in few words.
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, ἀνέχεσθε τοῦ λόγου τῆς παρακλήσεως· καὶ γὰρ διὰ βραχέων ἐπέστειλα ὑμῖν.
23 Know ye that our brother Timothy hath been set at liberty; with whom, if he come shortly, I will see you.
Γινώσκετε τὸν ἀδελφὸν ἡμῶν Τιμόθεον ἀπολελυμένον, μεθ’ οὗ ἐὰν τάχειον ἔρχηται ὄψομαι ὑμᾶς.
24 Salute all them that have the rule over you, and all the saints. They of Italy salute you.
Ἀσπάσασθε πάντας τοὺς ἡγουμένους ὑμῶν καὶ πάντας τοὺς ἁγίους. Ἀσπάζονται ὑμᾶς οἱ ἀπὸ τῆς Ἰταλίας.
25 Grace be with you all. Amen.
Ἡ χάρις μετὰ πάντων ὑμῶν.