< Acts 9 >
1 But Saul, yet breathing threatening and slaughter against the disciples of the Lord, went unto the high priest,
Ὁ δὲ Σαῦλος, ἔτι ἐμπνέων ἀπειλῆς καὶ φόνου εἰς τοὺς μαθητὰς τοῦ ˚Κυρίου, προσελθὼν τῷ ἀρχιερεῖ,
2 and asked of him letters to Damascus unto the synagogues, that if he found any that were of the Way, whether men or women, he might bring them bound to Jerusalem.
ᾐτήσατο παρʼ αὐτοῦ ἐπιστολὰς εἰς Δαμασκὸν πρὸς τὰς συναγωγάς, ὅπως ἐάν τινας εὕρῃ τῆς ὁδοῦ, ὄντας ἄνδρας τε καὶ γυναῖκας, δεδεμένους ἀγάγῃ εἰς Ἰερουσαλήμ.
3 And as he journeyed, it came to pass that he drew nigh unto Damascus: and suddenly there shone round about him a light out of heaven:
Ἐν δὲ τῷ πορεύεσθαι, ἐγένετο αὐτὸν ἐγγίζειν τῇ Δαμασκῷ, ἐξαίφνης τε αὐτὸν περιήστραψεν φῶς ἐκ τοῦ οὐρανοῦ.
4 and he fell upon the earth, and heard a voice saying unto him, Saul, Saul, why persecutest thou me?
Καὶ πεσὼν ἐπὶ τὴν γῆν, ἤκουσεν φωνὴν λέγουσαν αὐτῷ, “Σαοὺλ, Σαούλ, τί με διώκεις;”
5 And he said, Who art thou, Lord? And he [said], I am Jesus whom thou persecutest:
Εἶπεν δέ, “Τίς εἶ, Κύριε;” Ὁ δέ, “Ἐγώ εἰμι ˚Ἰησοῦς, ὃν σὺ διώκεις·
6 but rise, and enter into the city, and it shall be told thee what thou must do.
ἀλλὰ ἀνάστηθι καὶ εἴσελθε εἰς τὴν πόλιν, καὶ λαληθήσεταί σοι ὅ τί σε δεῖ ποιεῖν.”
7 And the men that journeyed with him stood speechless, hearing the voice, but beholding no man.
Οἱ δὲ ἄνδρες οἱ συνοδεύοντες αὐτῷ εἱστήκεισαν ἐνεοί, ἀκούοντες μὲν τῆς φωνῆς, μηδένα δὲ θεωροῦντες.
8 And Saul arose from the earth; and when his eyes were opened, he saw nothing; and they led him by the hand, and brought him into Damascus.
Ἠγέρθη δὲ Σαῦλος ἀπὸ τῆς γῆς, ἀνεῳγμένων δὲ τῶν ὀφθαλμῶν αὐτοῦ, οὐδὲν ἔβλεπεν. Χειραγωγοῦντες δὲ αὐτὸν, εἰσήγαγον εἰς Δαμασκόν.
9 And he was three days without sight, and did neither eat nor drink.
Καὶ ἦν ἡμέρας τρεῖς μὴ βλέπων, καὶ οὐκ ἔφαγεν οὐδὲ ἔπιεν.
10 Now there was a certain disciple at Damascus, named Ananias; and the Lord said unto him in a vision, Ananias. And he said, Behold, I [am here], Lord.
Ἦν δέ τις μαθητὴς ἐν Δαμασκῷ ὀνόματι Ἁνανίας, καὶ εἶπεν πρὸς αὐτὸν ἐν ὁράματι ὁ ˚Κύριος, “Ἁνανία.” Ὁ δὲ εἶπεν, “Ἰδοὺ, ἐγώ, ˚Κύριε.”
11 And the Lord [said] unto him, Arise, and go to the street which is called Straight, and inquire in the house of Judas for one named Saul, a man of Tarsus: for behold, he prayeth;
Ὁ δὲ ˚Κύριος πρὸς αὐτόν, “Ἀναστὰς, πορεύθητι ἐπὶ τὴν ῥύμην τὴν καλουμένην Εὐθεῖαν, καὶ ζήτησον ἐν οἰκίᾳ Ἰούδα Σαῦλον ὀνόματι Ταρσέα, ἰδοὺ γὰρ, προσεύχεται
12 and he hath seen a man named Ananias coming in, and laying his hands on him, that he might receive his sight.
καὶ εἶδεν ἄνδρα ἐν ὁράματι, Ἁνανίαν ὀνόματι, εἰσελθόντα καὶ ἐπιθέντα αὐτῷ χεῖρας, ὅπως ἀναβλέψῃ.”
13 But Ananias answered, Lord, I have heard from many of this man, how much evil he did to thy saints at Jerusalem:
Ἀπεκρίθη δὲ Ἁνανίας, “˚Κύριε, ἤκουσα ἀπὸ πολλῶν περὶ τοῦ ἀνδρὸς τούτου, ὅσα κακὰ τοῖς ἁγίοις σου ἐποίησεν ἐν Ἰερουσαλήμ·
14 and here he hath authority from the chief priests to bind all that call upon thy name.
καὶ ὧδε ἔχει ἐξουσίαν παρὰ τῶν ἀρχιερέων, δῆσαι πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου.”
15 But the Lord said unto him, Go thy way: for he is a chosen vessel unto me, to bear my name before the Gentiles and kings, and the children of Israel:
Εἶπεν δὲ πρὸς αὐτὸν ὁ ˚Κύριος, “Πορεύου, ὅτι σκεῦος ἐκλογῆς ἐστίν μοι οὗτος, τοῦ βαστάσαι τὸ ὄνομά μου ἐνώπιον τῶν ἐθνῶν τε καὶ βασιλέων, υἱῶν τε Ἰσραήλ,
16 for I will shew him how many things he must suffer for my name’s sake.
ἐγὼ γὰρ ὑποδείξω αὐτῷ ὅσα δεῖ αὐτὸν ὑπὲρ τοῦ ὀνόματός μου παθεῖν.”
17 And Ananias departed, and entered into the house; and laying his hands on him said, Brother Saul, the Lord, [even] Jesus, who appeared unto thee in the way which thou camest, hath sent me, that thou mayest receive thy sight, and be filled with the Holy Ghost.
Ἀπῆλθεν δὲ Ἁνανίας καὶ εἰσῆλθεν εἰς τὴν οἰκίαν, καὶ ἐπιθεὶς ἐπʼ αὐτὸν τὰς χεῖρας εἶπεν, “Σαοὺλ, ἀδελφέ, ὁ ˚Κύριος ἀπέσταλκέν με ˚Ἰησοῦς, ὁ ὀφθείς σοι ἐν τῇ ὁδῷ ᾗ ἤρχου, ὅπως ἀναβλέψῃς καὶ πλησθῇς ˚Πνεύματος Ἁγίου.”
18 And straightway there fell from his eyes as it were scales, and he received his sight; and he arose and was baptized;
Καὶ εὐθέως ἀπέπεσαν αὐτοῦ ἀπὸ τῶν ὀφθαλμῶν ὡς λεπίδες, ἀνέβλεψέν τε, καὶ ἀναστὰς ἐβαπτίσθη,
19 and he took food and was strengthened. And he was certain days with the disciples which were at Damascus.
καὶ λαβὼν τροφὴν, ἐνισχύθη. Ἐγένετο δὲ μετὰ τῶν ἐν Δαμασκῷ μαθητῶν ἡμέρας τινὰς.
20 And straightway in the synagogues he proclaimed Jesus, that he is the Son of God.
Καὶ εὐθέως ἐν ταῖς συναγωγαῖς, ἐκήρυσσεν τὸν ˚Ἰησοῦν ὅτι οὗτός ἐστιν ὁ Υἱὸς τοῦ ˚Θεοῦ.
21 And all that heard him were amazed, and said, Is not this he that in Jerusalem made havock of them which called on this name? and he had come hither for this intent, that he might bring them bound before the chief priests.
Ἐξίσταντο δὲ πάντες οἱ ἀκούοντες, καὶ ἔλεγον, “Οὐχ οὗτός ἐστιν ὁ πορθήσας ἐν Ἰερουσαλὴμ τοὺς ἐπικαλουμένους τὸ ὄνομα τοῦτο, καὶ ὧδε εἰς τοῦτο ἐληλύθει, ἵνα δεδεμένους, αὐτοὺς ἀγάγῃ ἐπὶ τοὺς ἀρχιερεῖς;”
22 But Saul increased the more in strength, and confounded the Jews which dwelt at Damascus, proving that this is the Christ.
Σαῦλος δὲ μᾶλλον ἐνεδυναμοῦτο, καὶ συνέχυννεν Ἰουδαίους τοὺς κατοικοῦντας ἐν Δαμασκῷ, συμβιβάζων ὅτι οὗτός ἐστιν ὁ ˚Χριστός.
23 And when many days were fulfilled, the Jews took counsel together to kill him:
Ὡς δὲ ἐπληροῦντο ἡμέραι ἱκαναί, συνεβουλεύσαντο οἱ Ἰουδαῖοι ἀνελεῖν αὐτόν·
24 but their plot became known to Saul. And they watched the gates also day and night that they might kill him:
ἐγνώσθη δὲ τῷ Σαύλῳ ἡ ἐπιβουλὴ αὐτῶν. Παρετηροῦντο δὲ καὶ τὰς πύλας ἡμέρας τε καὶ νυκτὸς, ὅπως αὐτὸν ἀνέλωσιν·
25 but his disciples took him by night, and let him down through the wall, lowering him in a basket.
λαβόντες δὲ οἱ μαθηταὶ αὐτοῦ νυκτὸς διὰ τοῦ τείχους, καθῆκαν αὐτὸν, χαλάσαντες ἐν σπυρίδι.
26 And when he was come to Jerusalem, he assayed to join himself to the disciples: and they were all afraid of him, not believing that he was a disciple.
Παραγενόμενος δὲ εἰς Ἰερουσαλὴμ, ἐπείραζεν κολλᾶσθαι τοῖς μαθηταῖς. Καὶ πάντες ἐφοβοῦντο αὐτόν, μὴ πιστεύοντες ὅτι ἐστὶν μαθητής.
27 But Barnabas took him, and brought him to the apostles, and declared unto them how he had seen the Lord in the way, and that he had spoken to him, and how at Damascus he had preached boldly in the name of Jesus.
Βαρναβᾶς δὲ ἐπιλαβόμενος αὐτὸν, ἤγαγεν πρὸς τοὺς ἀποστόλους, καὶ διηγήσατο αὐτοῖς πῶς ἐν τῇ ὁδῷ εἶδεν τὸν ˚Κύριον, καὶ ὅτι ἐλάλησεν αὐτῷ, καὶ πῶς ἐν Δαμασκῷ ἐπαρρησιάσατο ἐν τῷ ὀνόματι ˚Ἰησοῦ.
28 And he was with them going in and going out at Jerusalem,
Καὶ ἦν μετʼ αὐτῶν, εἰσπορευόμενος καὶ ἐκπορευόμενος εἰς Ἰερουσαλήμ, παρρησιαζόμενος ἐν τῷ ὀνόματι τοῦ ˚Κυρίου.
29 preaching boldly in the name of the Lord: and he spake and disputed against the Grecian Jews; but they went about to kill him.
Ἐλάλει τε καὶ συνεζήτει πρὸς τοὺς Ἑλληνιστάς· οἱ δὲ ἐπεχείρουν ἀνελεῖν αὐτόν.
30 And when the brethren knew it, they brought him down to Caesarea, and sent him forth to Tarsus.
Ἐπιγνόντες δὲ, οἱ ἀδελφοὶ κατήγαγον αὐτὸν εἰς Καισάρειαν, καὶ ἐξαπέστειλαν αὐτὸν εἰς Ταρσόν.
31 So the church throughout all Judaea and Galilee and Samaria had peace, being edified; and, walking in the fear of the Lord and in the comfort of the Holy Ghost, was multiplied.
Ἡ μὲν οὖν ἐκκλησία καθʼ ὅλης τῆς Ἰουδαίας, καὶ Γαλιλαίας, καὶ Σαμαρείας, εἶχεν εἰρήνην, οἰκοδομουμένη καὶ πορευομένη τῷ φόβῳ τοῦ ˚Κυρίου, καὶ τῇ παρακλήσει τοῦ Ἁγίου ˚Πνεύματος, ἐπληθύνετο.
32 And it came to pass, as Peter went throughout all parts, he came down also to the saints which dwelt at Lydda.
Ἐγένετο δὲ Πέτρον διερχόμενον διὰ πάντων, κατελθεῖν καὶ πρὸς τοὺς ἁγίους τοὺς κατοικοῦντας Λύδδα.
33 And there he found a certain man named AEneas, which had kept his bed eight years; for he was palsied.
Εὗρεν δὲ ἐκεῖ ἄνθρωπόν τινα ὀνόματι Αἰνέαν, ἐξ ἐτῶν ὀκτὼ κατακείμενον ἐπὶ κραβάττου, ὃς ἦν παραλελυμένος.
34 And Peter said unto him, AEneas, Jesus Christ healeth thee: arise, and make thy bed. And straightway he arose.
Καὶ εἶπεν αὐτῷ ὁ Πέτρος, “Αἰνέα, ἰᾶταί σε ˚Ἰησοῦς ˚Χριστός· ἀνάστηθι, καὶ στρῶσον σεαυτῷ.” Καὶ εὐθέως ἀνέστη.
35 And all that dwelt at Lydda and in Sharon saw him, and they turned to the Lord.
Καὶ εἶδαν αὐτὸν πάντες οἱ κατοικοῦντες Λύδδα καὶ τὸν Σαρῶνα, οἵτινες ἐπέστρεψαν ἐπὶ τὸν ˚Κύριον.
36 Now there was at Joppa a certain disciple named Tabitha, which by interpretation is called Dorcas: this woman was full of good works and almsdeeds which she did.
Ἐν Ἰόππῃ δέ τις ἦν μαθήτρια ὀνόματι Ταβιθά, ἣ διερμηνευομένη λέγεται, “Δορκάς”. Αὕτη ἦν πλήρης ἔργων ἀγαθῶν, καὶ ἐλεημοσυνῶν ὧν ἐποίει.
37 And it came to pass in those days, that she fell sick, and died: and when they had washed her, they laid her in an upper chamber.
Ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ἐκείναις, ἀσθενήσασαν αὐτὴν ἀποθανεῖν. Λούσαντες δὲ αὐτὴν ἔθηκαν ἐν ὑπερῴῳ.
38 And as Lydda was nigh unto Joppa, the disciples, hearing that Peter was there, sent two men unto him, entreating him, Delay not to come on unto us.
Ἐγγὺς δὲ οὔσης Λύδδας τῇ Ἰόππῃ, οἱ μαθηταὶ ἀκούσαντες ὅτι Πέτρος ἐστὶν ἐν αὐτῇ, ἀπέστειλαν δύο ἄνδρας πρὸς αὐτὸν παρακαλοῦντες, “Μὴ ὀκνήσῃς διελθεῖν ἕως ἡμῶν.”
39 And Peter arose and went with them. And when he was come, they brought him into the upper chamber: and all the widows stood by him weeping, and shewing the coats and garments which Dorcas made, while she was with them.
Ἀναστὰς δὲ, Πέτρος συνῆλθεν αὐτοῖς, ὃν παραγενόμενον, ἀνήγαγον εἰς τὸ ὑπερῷον, καὶ παρέστησαν αὐτῷ πᾶσαι αἱ χῆραι, κλαίουσαι καὶ ἐπιδεικνύμεναι χιτῶνας καὶ ἱμάτια, ὅσα ἐποίει μετʼ αὐτῶν οὖσα ἡ Δορκάς.
40 But Peter put them all forth, and kneeled down, and prayed; and turning to the body, he said, Tabitha, arise. And she opened her eyes; and when she saw Peter, she sat up.
Ἐκβαλὼν δὲ ἔξω πάντας ὁ Πέτρος, καὶ θεὶς τὰ γόνατα προσηύξατο, καὶ ἐπιστρέψας πρὸς τὸ σῶμα εἶπεν, “Ταβιθά, ἀνάστηθι!” Ἡ δὲ ἤνοιξεν τοὺς ὀφθαλμοὺς αὐτῆς, καὶ ἰδοῦσα τὸν Πέτρον, ἀνεκάθισεν.
41 And he gave her his hand, and raised her up; and calling the saints and widows, he presented her alive.
Δοὺς δὲ αὐτῇ χεῖρα, ἀνέστησεν αὐτήν, φωνήσας δὲ τοὺς ἁγίους καὶ τὰς χήρας, παρέστησεν αὐτὴν ζῶσαν.
42 And it became known throughout all Joppa: and many believed on the Lord.
Γνωστὸν δὲ ἐγένετο καθʼ ὅλης Ἰόππης, καὶ ἐπίστευσαν πολλοὶ ἐπὶ τὸν ˚Κύριον.
43 And it came to pass, that he abode many days in Joppa with one Simon a tanner.
Ἐγένετο δὲ ἡμέρας ἱκανὰς μεῖναι ἐν Ἰόππῃ, παρά τινι Σίμωνι, βυρσεῖ.