< Acts 3 >

1 One day, as Peter and John were going up into the Temple Courts for the three o’clock Prayers,
Ἐπὶ τὸ αὐτὸ δὲ Πέτρος καὶ Ἰωάννης ἀνέβαινον εἰς τὸ ἱερὸν ἐπὶ τὴν ὥραν τῆς προσευχῆς τὴν ἐνάτην.
2 a man, who had been lame from his birth, was being carried by. This man used to be set down every day at the gate of the Temple called “the Beautiful Gate,” to beg of those who went in.
καί τις ἀνὴρ χωλὸς ἐκ κοιλίας μητρὸς αὐτοῦ ὑπάρχων ἐβαστάζετο, ὃν ἐτίθουν καθ᾽ ἡμέραν πρὸς τὴν θύραν τοῦ ἱεροῦ τὴν λεγομένην ὡραίαν τοῦ αἰτεῖν ἐλεημοσύνην παρὰ τῶν εἰσπορευομένων εἰς τὸ ἱερόν·
3 Seeing Peter and John on the point of entering, he asked them to give him something.
ὃς ἰδὼν Πέτρον καὶ Ἰωάννην μέλλοντας εἰσιέναι εἰς τὸ ἱερὸν ἠρώτα ἐλεημοσύνην.
4 Peter fixed his eyes on him, and so did John, and then Peter said, ‘Look at us.’
ἀτενίσας δὲ Πέτρος εἰς αὐτὸν σὺν τῷ Ἰωάννῃ εἶπε· βλέψον εἰς ἡμᾶς.
5 The man was all attention, expecting to get something from them;
ὁ δὲ ἐπεῖχεν αὐτοῖς προσδοκῶν τι παρ᾽ αὐτῶν λαβεῖν.
6 but Peter added, ‘I have no gold or silver, but I give you what I have. In the name of Jesus Christ of Nazareth, get up and walk.’
εἶπε δὲ Πέτρος· ἀργύριον καὶ χρυσίον οὐχ ὑπάρχει μοι· ὃ δὲ ἔχω τοῦτό σοι δίδωμι· ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ τοῦ Ναζωραίου ἔγειρε καὶ περιπάτει.
7 Grasping the lame man by the right hand, Peter lifted him up. Instantly the man’s feet and ankles became strong,
καὶ πιάσας αὐτὸν τῆς δεξιᾶς χειρὸς ἤγειρε· παραχρῆμα δὲ ἐστερεώθησαν αὐτοῦ αἱ βάσεις καὶ τὰ σφυρά,
8 and, leaping up, he stood and began to walk about, and then went with them into the Temple Courts, walking, and leaping, and praising God.
καὶ ἐξαλλόμενος ἔστη καὶ περιεπάτει, καὶ εἰσῆλθε σὺν αὐτοῖς εἰς τὸ ἱερὸν περιπατῶν καὶ ἁλλόμενος καὶ αἰνῶν τὸν Θεόν.
9 All the people saw him walking about and praising God;
καὶ εἶδεν αὐτὸν πᾶς ὁ λαὸς περιπατοῦντα καὶ αἰνοῦντα τὸν Θεόν·
10 and, when they recognised him as the man who used to sit begging at the Beautiful Gate of the Temple, they were utterly astonished and amazed at what had happened to him.
ἐπεγίνωσκόν τε αὐτὸν ὅτι οὗτος ἦν ὁ πρὸς τὴν ἐλεημοσύνην καθήμενος ἐπὶ τῇ ὡραίᾳ πύλῃ τοῦ ἱεροῦ, καὶ ἐπλήσθησαν θάμβους καὶ ἐκστάσεως ἐπὶ τῷ συμβεβηκότι αὐτῷ.
11 While the man still clung to Peter and John, the people all quickly gathered round them in the Colonnade named after Solomon, in the greatest astonishment.
Κρατοῦντος δὲ τοῦ ἰαθέντος χωλοῦ τὸν Πέτρον καὶ Ἰωάννην συνέδραμε πρὸς αὐτοὺς πᾶς ὁ λαὸς ἐπὶ τῇ στοᾷ τῇ καλουμένῃ Σολομῶντος ἔκθαμβοι.
12 On seeing this, Peter said to the people, ‘People of Israel, why are you surprised at this? And why do you stare at us, as though we, by any power or piety of our own, had enabled this man to walk?
ἰδὼν δὲ Πέτρος ἀπεκρίνατο πρὸς τὸν λαόν· ἄνδρες Ἰσραηλῖται, τί θαυμάζετε ἐπὶ τούτῳ, ἢ ἡμῖν τί ἀτενίζετε ὡς ἰδίᾳ δυνάμει ἢ εὐσεβείᾳ πεποιηκόσι τοῦ περιπατεῖν αὐτόν;
13 The God of Abraham, Isaac, and Jacob, the God of our ancestors, has done honour to his servant Jesus – him whom you gave up and disowned before Pilate, when he had decided to set him free.
ὁ Θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, ὁ Θεὸς τῶν πατέρων ἡμῶν, ἐδόξασε τὸν παῖδα αὐτοῦ Ἰησοῦν· ὃν ὑμεῖς μὲν παρεδώκατε καὶ ἠρνήσασθε αὐτὸν κατὰ πρόσωπον Πιλάτου, κρίναντος ἐκείνου ἀπολύειν·
14 You, I say, disowned the holy and righteous one, and asked for the release of a murderer!
ὑμεῖς δὲ τὸν ἅγιον καὶ δίκαιον ἠρνήσασθε, καὶ ᾐτήσασθε ἄνδρα φονέα χαρισθῆναι ὑμῖν,
15 The guide to life you put to death! But God raised him from the dead – and of that we are ourselves witnesses.
τὸν δὲ ἀρχηγὸν τῆς ζωῆς ἀπεκτείνατε, ὃν ὁ Θεὸς ἤγειρεν ἐκ νεκρῶν, οὗ ἡμεῖς μάρτυρές ἐσμεν.
16 And it is by faith in the name of Jesus, that this man, whom you all see and know, has – by his name – been made strong. Yes, it is the faith inspired by Jesus that has made this complete cure of the man, before the eyes of you all.
καὶ ἐπὶ τῇ πίστει τοῦ ὀνόματος αὐτοῦ τοῦτον, ὃν θεωρεῖτε καὶ οἴδατε, ἐστερέωσε τὸ ὄνομα αὐτοῦ, καὶ ἡ πίστις ἡ δι᾽ αὐτοῦ ἔδωκεν αὐτῷ τὴν ὁλοκληρίαν ταύτην ἀπέναντι πάντων ὑμῶν.
17 And yet, my friends, I know that you acted as you did from ignorance, and your rulers also.
καὶ νῦν, ἀδελφοί, οἶδα ὅτι κατὰ ἄγνοιαν ἐπράξατε, ὥσπερ καὶ οἱ ἄρχοντες ὑμῶν·
18 But it was in this way that God fulfilled all that he had long ago foretold, as to the sufferings of his Christ, by the lips of all the prophets.
ὁ δὲ Θεὸς ἃ προκατήγγειλε διὰ στόματος πάντων τῶν προφητῶν αὐτοῦ παθεῖν τὸν Χριστόν, ἐπλήρωσεν οὕτω.
19 Therefore, repent and turn so that your sins may be wiped away; so that happier times may come from the Lord himself,
μετανοήσατε οὖν καὶ ἐπιστρέψατε εἰς τὸ ἐξαλειφθῆναι ὑμῶν τὰς ἁμαρτίας,
20 and so that he may send you, in Jesus, your long-appointed Christ.
ὅπως ἂν ἔλθωσι καιροὶ ἀναψύξεως ἀπὸ προσώπου τοῦ Κυρίου καὶ ἀποστείλῃ τὸν προκεχειρισμένον ὑμῖν Χριστὸν Ἰησοῦν,
21 But heaven must be his home, until the days of the Universal Restoration, of which God has spoken by the lips of his holy prophets from the very first. (aiōn g165)
ὃν δεῖ οὐρανὸν μὲν δέξασθαι ἄχρι χρόνων ἀποκαταστάσεως πάντων ὧν ἐλάλησεν ὁ Θεὸς διὰ στόματος [πάντων] ἁγίων αὐτοῦ προφητῶν ἀπ᾽ αἰῶνος. (aiōn g165)
22 Moses himself said – “The Lord your God will raise up from among yourselves a prophet, as he raised me. To him you will listen whenever he speaks to you.
Μωϋσῆς μὲν γὰρ πρὸς τοὺς πατέρας εἶπεν ὅτι προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ πρὸς ὑμᾶς.
23 And it will be that should anyone among the people not listen to that prophet, he will be utterly destroyed.”
ἔσται δὲ πᾶσα ψυχή, ἥτις ἐὰν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ λαοῦ.
24 Yes, and all the prophets from Samuel onwards, and all their successors who had a message to deliver, told of these days.
καὶ πάντες δὲ οἱ προφῆται ἀπὸ Σαμουὴλ καὶ τῶν καθεξῆς ὅσοι ἐλάλησαν, καὶ κατήγγειλαν τὰς ἡμέρας ταύτας.
25 You yourselves are the heirs of the prophets, and heirs, too, of the covenant which God made with your ancestors, when he said to Abraham – “In your descendants will all the nations of the earth be blessed.”
ὑμεῖς ἐστε υἱοὶ τῶν προφητῶν καὶ τῆς διαθήκης ἧς διέθετο ὁ Θεὸς πρὸς τοὺς πατέρας ἡμῶν, λέγων πρὸς Ἀβραάμ· καὶ ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πᾶσαι αἱ πατριαὶ τῆς γῆς.
26 For you, first, God raised up his servant, and sent him to bless you, by turning each one of you from his wicked ways.’
ὑμῖν πρῶτον ὁ Θεὸς ἀναστήσας τὸν παῖδα αὐτοῦ Ἰησοῦν ἀπέστειλεν αὐτὸν εὐλογοῦντα ὑμᾶς ἐν τῷ ἀποστρέφειν ἕκαστον ἀπὸ τῶν πονηριῶν ὑμῶν.

< Acts 3 >