< Titus 1 >
1 Paul, a servant of God, and an apostle of Christ Jesus, for the faith of God's elect, and the knowledge of the truth which is according to godliness,
Παῦλος δοῦλος θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατʼ εὐσέβειαν
2 in hope of everlasting life, which God, who cannot lie, promised from the most ancient times, (aiōnios )
ἐπʼ ἐλπίδι ζωῆς αἰωνίου, ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς θεὸς πρὸ χρόνων αἰωνίων (aiōnios )
3 but in his own seasons manifested his word through the preaching with which I was intrusted by the commandment of God our Saviour:
ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις, τὸν λόγον αὐτοῦ ἐν κηρύγματι ὃ ἐπιστεύθην ἐγὼ κατʼ ἐπιταγὴν τοῦ σωτῆρος ἡμῶν θεοῦ,
4 to Titus, true child after the common faith: Grace and peace from God the Father and Christ Jesus our Saviour.
Τίτῳ γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις ⸀καὶεἰρήνη ἀπὸ θεοῦ πατρὸς καὶ ⸂Χριστοῦ Ἰησοῦ τοῦ σωτῆρος ἡμῶν.
5 For this cause I left thee behind in Crete, that thou shouldst set in order the things that are wanting, and appoint elders in every city, as I directed thee;
Τούτου χάριν ⸀ἀπέλιπόνσε ἐν Κρήτῃ ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ, καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους, ὡς ἐγώ σοι διεταξάμην,
6 if any one is without reproach, the husband of one wife, having believing children, that are not accused of dissoluteness, or unruly.
εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας ἢ ἀνυπότακτα.
7 For a bishop must be without reproach, as God's steward; not self-willed, not soon angry, not given to wine, not a striker, not greedy of base gain,
δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς θεοῦ οἰκονόμον, μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ,
8 but hospitable, a lover of what is good, discreet, just, holy, temperate,
ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ,
9 holding fast the sure word according to what he was taught, that he may be able by sound teaching both to exhort, and to refute the gainsayers.
ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
10 For there are many unruly vain talkers and deceivers, especially they of the circumcision;
Εἰσὶν γὰρ πολλοὶ ⸀καὶἀνυπότακτοι, ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ ⸀τῆςπεριτομῆς,
11 whose mouths must be stopped, since they overturn whole houses, teaching things which they ought not, for the sake of base gain.
οὓς δεῖ ἐπιστομίζειν, οἵτινες ὅλους οἴκους ἀνατρέπουσιν διδάσκοντες ἃ μὴ δεῖ αἰσχροῦ κέρδους χάριν.
12 One of themselves, even a prophet of their own, said: “The Cretans are always liars, evil beasts, slothful gluttons.”
εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί·
13 This testimony is true; for which cause rebuke them sharply, that they may be sound in the faith,
ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. διʼ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει,
14 not giving heed to Jewish fables, and commandments of men who turn away from the truth.
μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν.
15 To the pure all things are pure; but to the defiled and unbelieving nothing is pure, but both their mind and conscience are defiled.
⸀πάντακαθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιαμμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις.
16 They profess that they know God, but by their works they deny him, being abominable and disobedient, and for every good work reprobate.
θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.