< Matthew 8 >
1 When he had come down from the mountain, great multitudes followed him.
Καταβάντος δὲ αὐτοῦ ἀπὸ τοῦ ὄρους, ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί.
2 And lo! there came a leper and bowed down before him, saying, Lord, if thou wilt, thou canst cleanse me.
Καὶ ἰδοὺ, λεπρὸς προσελθὼν, προσεκύνει αὐτῷ λέγων, “˚Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.”
3 And he put forth his hand, and touched him, saying, I will; be thou cleansed. And immediately his leprosy was cleansed.
Καὶ ἐκτείνας τὴν χεῖρα, ἥψατο αὐτοῦ λέγων, “Θέλω, καθαρίσθητι.” Καὶ εὐθέως ἐκαθαρίσθη αὐτοῦ ἡ λέπρα.
4 And Jesus saith to him, See thou tell no one; but go, show thyself to the priest, and offer the gift that Moses commanded, for a testimony to them.
Καὶ λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Ὅρα μηδενὶ εἴπῃς, ἀλλὰ ὕπαγε σεαυτὸν, δεῖξον τῷ ἱερεῖ, καὶ προσένεγκον τὸ δῶρον ὃ προσέταξεν Μωϋσῆς, εἰς μαρτύριον αὐτοῖς.”
5 And when he had entered into Capernaum, there came to him a centurion, beseeching him,
Εἰσελθόντος δὲ αὐτοῦ εἰς Καφαρναοὺμ, προσῆλθεν αὐτῷ ἑκατόνταρχος παρακαλῶν αὐτὸν
6 and saying, Lord, my servant lieth at home palsied, sorely tormented.
καὶ λέγων, ˚Κύριε, ὁ παῖς μου βέβληται ἐν τῇ οἰκίᾳ παραλυτικός, δεινῶς βασανιζόμενος.
7 He saith to him, I will come and heal him.
Καὶ λέγει αὐτῷ, “Ἐγὼ ἐλθὼν, θεραπεύσω αὐτόν.”
8 But the centurion answered and said, Lord, I am not worthy that thou shouldst come under my roof; but only command with a word, and my servant will be made well.
Ἀποκριθεὶς δὲ ὁ ἑκατόνταρχος ἔφη, “˚Κύριε, οὐκ εἰμὶ ἱκανὸς ἵνα μου ὑπὸ τὴν στέγην εἰσέλθῃς, ἀλλὰ μόνον εἰπὲ λόγῳ καὶ ἰαθήσεται ὁ παῖς μου.
9 For even I am a man under authority, having soldiers under me; and I say to this one, Go, and he goeth; and to another, Come, and he cometh; and to my servant, Do this, and he doeth it.
Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπʼ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, ‘Πορεύθητι’, καὶ πορεύεται, καὶ ἄλλῳ, ‘Ἔρχου’, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου, ‘Ποίησον τοῦτο’, καὶ ποιεῖ.”
10 When Jesus heard this, he marveled, and said to those who followed, Truly do I say to you, Not even in Israel have I found such faith.
Ἀκούσας δὲ, ὁ ˚Ἰησοῦς ἐθαύμασεν καὶ εἶπεν τοῖς ἀκολουθοῦσιν, “Ἀμὴν, λέγω ὑμῖν, παρʼ οὐδενὶ τοσαύτην πίστιν ἐν τῷ Ἰσραὴλ εὗρον.
11 And I say to you, that many will come from the east and the west, and recline at table with Abraham and Isaac and Jacob in the kingdom of heaven.
Λέγω δὲ ὑμῖν ὅτι πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσιν καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, ἐν τῇ Βασιλείᾳ τῶν Οὐρανῶν·
12 But the sons of the kingdom will go out into the outer darkness; there will be wailing and gnashing of teeth.
οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται εἰς τὸ σκότος τὸ ἐξώτερον, ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.”
13 And Jesus said to the centurion, Go thy way; as thou hast believed, so be it done to thee. And the servant was made well in that hour.
Καὶ εἶπεν ὁ ˚Ἰησοῦς τῷ ἑκατοντάρχῃ, “Ὕπαγε, ὡς ἐπίστευσας, γενηθήτω σοι.” Καὶ ἰάθη ὁ παῖς ἐν τῇ ὥρᾳ ἐκείνῃ.
14 And when Jesus had come into Peter's house, he saw his wife's mother lying sick of a fever.
Καὶ ἐλθὼν ὁ ˚Ἰησοῦς εἰς τὴν οἰκίαν Πέτρου, εἶδεν τὴν πενθερὰν αὐτοῦ βεβλημένην καὶ πυρέσσουσαν,
15 And he touched her hand, and the fever left her; and she arose, and waited on him.
καὶ ἥψατο τῆς χειρὸς αὐτῆς, καὶ ἀφῆκεν αὐτὴν ὁ πυρετός, καὶ ἠγέρθη, καὶ διηκόνει αὐτῷ.
16 And when evening came, they brought to him many that were possessed by demons; and he cast out the spirits with a word, and healed all that were sick;
Ὀψίας δὲ γενομένης, προσήνεγκαν αὐτῷ δαιμονιζομένους πολλούς, καὶ ἐξέβαλεν τὰ πνεύματα λόγῳ, καὶ πάντας τοὺς κακῶς ἔχοντας, ἐθεράπευσεν·
17 that it might be fulfilled which was spoken through Isaiah the prophet, saying, “He himself took our infirmities, and bore our diseases.”
ὅπως πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος, “Αὐτὸς τὰς ἀσθενείας ἡμῶν ἔλαβεν καὶ τὰς νόσους ἐβάστασεν.”
18 And Jesus, seeing great multitudes about him, gave orders to depart to the other side.
Ἰδὼν δὲ ὁ ˚Ἰησοῦς ὄχλον περὶ αὐτὸν, ἐκέλευσεν ἀπελθεῖν εἰς τὸ πέραν.
19 And a certain scribe came and said to him, Teacher, I will follow thee wherever thou goest.
Καὶ προσελθὼν, εἷς γραμματεὺς εἶπεν αὐτῷ, “Διδάσκαλε, ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.”
20 And Jesus saith to him, The foxes have holes, and the birds of the air have lodging-places; but the Son of man hath not where to lay his head.
Καὶ λέγει αὐτῷ ὁ ˚Ἰησοῦς, “Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ Υἱὸς τοῦ Ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.”
21 And another of the disciples said to him, Lord, suffer me first to go and bury my father.
Ἕτερος δὲ τῶν μαθητῶν εἶπεν αὐτῷ, “˚Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθεῖν καὶ θάψαι τὸν πατέρα μου.”
22 But he saith to him, Follow me, and let the dead bury their own dead.
Ὁ δὲ ˚Ἰησοῦς λέγει αὐτῷ, “Ἀκολούθει μοι καὶ ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς.”
23 And when he had gone on board the boat, his disciples followed him.
Καὶ ἐμβάντι αὐτῷ εἰς πλοῖον, ἠκολούθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ.
24 And, lo! a great tempest arose on the lake, so that the boat was almost covered by the waves; but he was sleeping.
Καὶ ἰδοὺ, σεισμὸς μέγας ἐγένετο ἐν τῇ θαλάσσῃ, ὥστε τὸ πλοῖον καλύπτεσθαι ὑπὸ τῶν κυμάτων, αὐτὸς δὲ ἐκάθευδεν.
25 And they came and awoke him, saying, Lord, save! we are perishing.
Καὶ προσελθόντες, ἤγειραν αὐτὸν λέγοντες, “˚Κύριε, σῶσον, ἀπολλύμεθα!”
26 And he saith to them, Why are ye fearful, ye of little faith? Then he arose, and rebuked the winds and the waves; and there was a great calm.
Καὶ λέγει αὐτοῖς, “Τί δειλοί ἐστε, ὀλιγόπιστοι;” Τότε ἐγερθεὶς, ἐπετίμησεν τοῖς ἀνέμοις καὶ τῇ θαλάσσῃ, καὶ ἐγένετο γαλήνη μεγάλη.
27 And the men marveled, saying, What manner of man is this, that even the winds and the waves obey him?
Οἱ δὲ ἄνθρωποι ἐθαύμασαν λέγοντες, “Ποταπός ἐστιν οὗτος, ὅτι καὶ οἱ ἄνεμοι καὶ ἡ θάλασσα αὐτῷ ὑπακούουσιν;”
28 And when he had come to the other side, into the country of the Gadarenes, there met him two men possessed by demons, coming out of the tombs, exceedingly fierce, so that no one could pass by that way.
Καὶ ἐλθόντος αὐτοῦ εἰς τὸ πέραν εἰς τὴν χώραν τῶν Γαδαρηνῶν, ὑπήντησαν αὐτῷ δύο δαιμονιζόμενοι ἐκ τῶν μνημείων ἐξερχόμενοι, χαλεποὶ λίαν ὥστε μὴ ἰσχύειν τινὰ παρελθεῖν διὰ τῆς ὁδοῦ ἐκείνης.
29 And lo! they cried out, saying, What have we to do with thee, Son of God? Didst thou come here to torment us before the time?
Καὶ ἰδοὺ, ἔκραξαν λέγοντες, “Τί ἡμῖν καὶ σοί, Υἱὲ τοῦ ˚Θεοῦ; Ἦλθες ὧδε πρὸ καιροῦ βασανίσαι ἡμᾶς;”
30 Now there was at a distance from them a herd of many swine feeding.
Ἦν δὲ μακρὰν ἀπʼ αὐτῶν ἀγέλη χοίρων πολλῶν βοσκομένη.
31 And the demons besought him, saying, If thou cast us out, send us into the herd of swine.
Οἱ δὲ δαίμονες παρεκάλουν αὐτὸν λέγοντες, “Εἰ ἐκβάλλεις ἡμᾶς, ἀπόστειλον ἡμᾶς εἰς τὴν ἀγέλην τῶν χοίρων.”
32 And he said to them, Go. And they came out, and went into the swine. And lo! the whole herd rushed down the steep into the lake, and perished in the waters.
Καὶ εἶπεν αὐτοῖς, “Ὑπάγετε.” Οἱ δὲ ἐξελθόντες ἀπῆλθον εἰς τοὺς χοίρους· καὶ ἰδοὺ, ὥρμησεν πᾶσα ἡ ἀγέλη κατὰ τοῦ κρημνοῦ εἰς τὴν θάλασσαν, καὶ ἀπέθανον ἐν τοῖς ὕδασιν.
33 And the herdsmen fled, and went away into the city, and told everything, and what had happened to the men possessed by demons.
Οἱ δὲ βόσκοντες ἔφυγον, καὶ ἀπελθόντες εἰς τὴν πόλιν, ἀπήγγειλαν πάντα καὶ τὰ τῶν δαιμονιζομένων.
34 And lo! the whole city came out to meet Jesus; and when they saw him, they besought him to depart from their borders.
Καὶ ἰδοὺ, πᾶσα ἡ πόλις ἐξῆλθεν εἰς ὑπάντησιν τῷ ˚Ἰησοῦ, καὶ ἰδόντες αὐτὸν, παρεκάλεσαν ὅπως μεταβῇ ἀπὸ τῶν ὁρίων αὐτῶν.