< Matthew 20 >

1 For the kingdom of heaven is like a householder, who went out early in the morning to hire laborers for his vineyard.
Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
2 And having agreed with the laborers for a denary a day, he sent them into his vineyard.
⸂συμφωνήσας δὲ μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ.
3 And going out about the third hour, he saw others standing idle in the market-place;
καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς·
4 and said to them, Go ye also into the vineyard; and whatever is right, I will give you. And they went.
καὶ ἐκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν·
5 Again going out about the sixth and the ninth hour, he did likewise.
οἱ δὲ ἀπῆλθον. ⸀πάλινἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως.
6 And going out about the eleventh hour, he found others standing, and saith to them, Why stand ye here all the day idle?
περὶ δὲ τὴν ⸀ἑνδεκάτηνἐξελθὼν εὗρεν ἄλλους ⸀ἑστῶτας καὶ λέγει αὐτοῖς· Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;
7 They say to him, Because no one hath hired us. He saith to them, Go ye also into the vineyard.
λέγουσιν αὐτῷ· Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο. λέγει αὐτοῖς· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ⸀ἀμπελῶνα
8 And when evening came, the lord of the vineyard saith to his steward, Call the laborers, and give them their pay, beginning with the last, and going on to the first.
ὀψίας δὲ γενομένης λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ· Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος ⸀αὐτοῖςτὸν μισθὸν ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.
9 And they who were hired about the eleventh hour came, and received each a denary.
⸂καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον.
10 But when the first came, they supposed that they should receive more; and they too received each a denary.
⸂καὶ ἐλθόντες οἱ πρῶτοι ἐνόμισαν ὅτι ⸀πλεῖονλήμψονται· καὶ ἔλαβον ⸂τὸ ἀνὰ δηνάριον καὶ αὐτοί.
11 And when they had received it, they murmured against the householder,
λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου
12 saying, These last have worked but one hour, and thou hast made them equal to us, who have borne the burden and heat of the day.
⸀λέγοντες Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ⸂αὐτοὺς ἡμῖν ἐποίησας τοῖς βαστάσασι τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.
13 But he answering said to one of them, Friend, I do thee no wrong; didst not thou agree with me for a denary?
ὁ δὲ ἀποκριθεὶς ⸂ἑνὶ αὐτῶν εἶπεν· Ἑταῖρε, οὐκ ἀδικῶ σε· οὐχὶ δηναρίου συνεφώνησάς μοι;
14 Take thy due, and go. But I will give to this last even as to thee.
ἆρον τὸ σὸν καὶ ὕπαγε· θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί·
15 Am I not free to do what I will with my own? Is thine eye evil, because I am good?
⸀οὐκἔξεστίν μοι ⸂ὃ θέλω ποιῆσαι ἐν τοῖς ἐμοῖς; ⸀ἢὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;
16 Thus the last will be first, and the first, last. And as
οὕτως ἔσονται οἱ ἔσχατοιπρῶτοι καὶ οἱ πρῶτοι ⸀ἔσχατοι.
17 Jesus was going up to Jerusalem, he took the twelve apart, and on the way said to them,
⸂Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα ⸀μαθητὰςκατʼ ἰδίαν, ⸂καὶ ἐν τῇ ὁδῷ εἶπεν αὐτοῖς·
18 Lo! we are going up to Jerusalem, and the Son of man will be delivered up to the chief priests and scribes; and they will condemn him to death,
Ἰδοὺ ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ,
19 and will deliver him up to the gentiles to mock, and scourge, and crucify; and on the third day he will rise again.
καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ⸀ἐγερθήσεται
20 Then came to him the mother of the sons of Zebedee with her sons, falling down before him, and asking a certain thing of him.
Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς προσκυνοῦσα καὶ αἰτοῦσά τι ⸀παρʼαὐτοῦ.
21 And he said to her, What is thy wish? She saith to him, Grant that these my two sons may sit, one on thy right hand, and one on thy left, in thy kingdom.
ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; λέγει αὐτῷ· Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν ⸀σουκαὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.
22 But Jesus answering said, Ye know not what ye ask. Can ye drink the cup which I am to drink? They say to him, We can.
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε· δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω ⸀πίνειν λέγουσιν αὐτῷ· Δυνάμεθα.
23 He saith to them, Ye will indeed drink my cup; but to sit on my right hand and on my left is not mine to give, but it will be given to those for whom it hath been prepared by my Father.
⸀λέγειαὐτοῖς· Τὸ μὲν ποτήριόν μου ⸀πίεσθε τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ ⸀εὐωνύμωνοὐκ ἔστιν ⸀ἐμὸνδοῦναι, ἀλλʼ οἷς ἡτοίμασται ὑπὸ τοῦ πατρός μου.
24 And when the ten heard this, they were much displeased with the two brothers.
Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν.
25 But Jesus called them to him, and said, Ye know that the rulers of the nations lord it over them, and their great men exercise a strict authority over them.
ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν.
26 Not so shall it be among you; but whoever desireth to become great among you, will be your minister;
οὐχ οὕτως ⸀ἔσταιἐν ὑμῖν· ἀλλʼ ὃς ⸀ἂνθέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος,
27 and whoever desireth to be first among you, will be your servant;
καὶ ὃς ⸀ἂνθέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ⸀ἔσταιὑμῶν δοῦλος·
28 even as the Son of man came not to be served, but to serve, and to give his life a ransom for many.
ὥσπερ ὁ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθεν διακονηθῆναι ἀλλὰ διακονῆσαι καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.
29 And as they were going out of Jericho, a great multitude followed him.
Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἰεριχὼ ἠκολούθησεν αὐτῷ ὄχλος πολύς.
30 And lo! two blind men, who were sitting by the way-side, when they heard that Jesus was passing by, cried out, saying, Have pity on us, Son of David!
καὶ ἰδοὺ δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν λέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ.
31 And the multitude sharply bade them be silent. But they cried out the more, saying, Lord, have pity on us, Son of David!
ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν· οἱ δὲ μεῖζον ⸀ἔκραξανλέγοντες· ⸂Κύριε, ἐλέησον ἡμᾶς⸃, ⸀υἱὸς Δαυίδ.
32 And Jesus stopped, and called them, and said, What would ye have me do for you?
καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν· Τί θέλετε ποιήσω ὑμῖν;
33 They say to him, Lord, to open our eyes.
λέγουσιν αὐτῷ· Κύριε, ἵνα ⸂ἀνοιγῶσιν οἱ ὀφθαλμοὶ ἡμῶν.
34 Then Jesus, moved with compassion, touched their eyes; and they immediately received sight, and followed him.
σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ⸀ὀμμάτωναὐτῶν, καὶ εὐθέως ⸀ἀνέβλεψανκαὶ ἠκολούθησαν αὐτῷ.

< Matthew 20 >