< Mark 8 >

1 In those days, there being again a great multitude, and they having nothing to eat, he called the disciples to him, and saith to them,
Ἐν ἐκείναις ταῖς ἡμέραις πάλιν πολλοῦ ὄχλου ὄντος καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος τοὺς μαθητὰς λέγει αὐτοῖς,
2 I have compassion on the multitude, because they have remained with me now three days, and they have nothing to eat.
Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ἡμέραι τρεῖς προσμένουσίν [μοι], καὶ οὐκ ἔχουσιν τί φάγωσιν.
3 And if I send them away fasting to their houses, they will faint on the road; and some of them have come from altar.
καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· καί τινες αὐτῶν ἀπὸ μακρόθεν ἥκασιν.
4 And his disciples answered him, Whence can ally one satisfy these men with bread here in a wilderness?
καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ὅτι Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας;
5 And he asked them, How many loaves have ye? And they said, Seven.
καὶ ἠρώτα αὐτούς, Πόσους ἔχετε ἄρτους; οἱ δὲ εἶπαν, Ἑπτά.
6 And he ordered the multitude to lie down on the ground; and he took the seven loaves, and gave thanks, and broke, and gave to his disciples to set before them; and they set them before the multitude.
καὶ παραγγέλλει τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους εὐχαριστήσας ἔκλασεν, καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ ἵνα παρατιθῶσιν· καὶ παρέθηκαν τῷ ὄχλῳ.
7 And they had a few small fishes; and having blessed them, he set them before them.
καὶ εἶχαν ἰχθύδια ὀλίγα · καὶ εὐλογήσας αὐτὰ εἶπεν καὶ ταῦτα παρατιθέναι.
8 And they ate, and were filled; and they took up of the fragments that remained, seven baskets.
καὶ ἔφαγον καὶ ἐχορτάσθησαν, καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας.
9 And they were about four thousand; and he sent them away.
ἦσαν δὲ [οἱ φαγόντες] ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς.
10 And immediately going on board the boat with his disciples, he came into the region of Dalmanutha.
Καὶ εὐθὺς ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
11 And the Pharisees came out, and began to question with him, seeking of him a sign from heaven, trying him.
καὶ ἐξῆλθον οἱ Φαρισαῖοι καὶ ἤρξαντο συνζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν.
12 And sighing deeply in his spirit, he saith, Why doth this generation seek for a sign? Truly do I say to you, A sign will not he given to this generation.
καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, Τί ἡ γενεὰ αὕτη ζητεῖ σημεῖον; ἀμὴν λέγω ὑμῖν, εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον.
13 And leaving them, he again went on board and crossed to the other side.
Καὶ ἀφεὶς αὐτοὺς πάλιν ἐμβὰς [εἰς πλοῖον] ἀπῆλθεν εἰς τὸ πέραν.
14 And they had forgotten to take bread, and had not in the boat with them more than one loaf.
καὶ ἐπελάθοντο λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ.
15 And he charged them, saying, Take heed, beware of the leaven of the Pharisees, and the leaven of Herod.
καὶ διεστέλλετο αὐτοῖς λέγων, Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρώδου.
16 And they reasoned among themselves, saying, It is because we have no bread.
καὶ διελογίζοντο πρὸς ἀλλήλους, ὅτι ἄρτους οὐκ ἔχουσιν.
17 And knowing it, he saith to them, Why are ye reasoning, because ye have no bread? Do ye not yet perceive nor understand? Have ye your mind still blinded?
καὶ γνοὺς [ὁ Ἰησοῦς] λέγει αὐτοῖς, Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; οὔπω νοεῖτε οὐδὲ συνίετε; πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν;
18 Having eyes, do ye not see? and having ears, do ye not hear? And do ye not remember,
ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε, καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; καὶ οὐ μνημονεύετε;
19 when I broke the five loaves among the five thousand, and how many baskets full of fragments ye took up? They say to him, Twelve.
ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους πόσους κοφίνους κλασμάτων πλήρεις ἤρατε; λέγουσιν αὐτῷ, Δώδεκα.
20 When also the seven among the four thousand, how many baskets full of fragments did ye take up? And they say, Seven.
Ὅτε [δὲ] τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; οἱ δὲ εἶπον, Ἑπτά.
21 And he said to them, Do ye not yet understand?
Καὶ ἔλεγεν αὐτοῖς, Πῶς οὔπω συνίετε;
22 And they come to Bethsaida. And they bring to him a blind man, and beseech him to touch him.
Καὶ ἔρχονται εἰς Βηθσαϊδάν· καὶ φέρουσιν αὐτῷ τυφλόν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται.
23 And taking the blind man by the hand, he led him out of the village; and spitting on his eyes, and putting his hands on him, he asked him if he saw anything.
καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ ἐξήνεγκεν αὐτὸν ἔξω τῆς κώμης, καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τι βλέπει.
24 And he looked up, and said, I can see men, for I see them as trees, walking.
καὶ ἀναβλέψας ἔλεγεν, Βλέπω τοὺς ἀνθρώπους, ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.
25 Then he again put his hands on his eyes, and he saw clearly, and was restored, and saw all things distinctly.
εἶτα πάλιν ἔθηκεν τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ διέβλεψεν, καὶ ἀπεκατέστη, καὶ ἐνέβλεπεν τηλαυγῶς ἅπαντα.
26 And he sent him away to his house, saying, Go not into the village.
καὶ ἀπέστειλεν αὐτὸν εἰς οἶκον αὐτοῦ λέγων, Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς, μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.
27 And Jesus went out, and his disciples, into the villages of Caesarea Philippi. And on the way he asked his disciples, saying to them, Who do men say that I am?
Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ λέγων [αὐτοῖς], Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι;
28 And they answered him, saying, John the Baptist; and others, Elijah; and others, One of the prophets.
οἱ δὲ ἀπεκρίθησαν αὐτῷ λέγοντες, Ἰωάννην τὸν Βαπτιστήν, καὶ ἄλλοι Ἡλίαν, ἄλλοι δὲ ὅτι εἷς τῶν προφητῶν.
29 And he asked them, But who do ye say that I am? Peter answering saith to him, Thou art the Christ.
καὶ αὐτὸς ἐπηρώτα αὐτούς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ἀποκριθεὶς ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ χριστός.
30 And he strictly charged them to tell no one concerning him.
Καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ.
31 And he began to teach them that the Son of man must suffer many things, and be rejected by the elders and the chief priests and the scribes, and be put to death, and after three days rise again;
Καὶ ἤρξατο διδάσκειν αὐτοὺς ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ὑπὸ τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι·
32 and he told them this plainly. And Peter, taking him aside, began to rebuke him.
καὶ παῤῥησίᾳ τὸν λόγον ἐλάλει. καὶ προσλαβόμενος ὁ Πέτρος αὐτὸν ἤρξατο ἐπιτιμᾶν αὐτῷ.
33 But he turning about and looking at his disciples, rebuked Peter, and saith, Get thee behind me, Satan! for thy thoughts are not on the things of God, but on those of men.
ὁ δὲ ἐπιστραφεὶς καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησεν Πέτρῳ καὶ λέγει, Ὕπαγε ὀπίσω μου, σατανᾶ, ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων.
34 And calling the multitude to him with his disciples also, he said to them, Whoever chooseth to follow me, let him deny himself, and take up his cross, and follow me.
καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ εἶπεν αὐτοῖς, Εἴ τις θέλει ὀπίσω μου ἀκολουθεῖν, ἀπαρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι.
35 For whoever chooseth to save his life, will lose it; but whoever shall lose his life for the sake of me and of the glad tidings, will save it.
ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσει τὴν ἑαυτοῦ ψυχὴν ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, σώσει αὐτήν.
36 For what doth it profit a man to gain the whole world, and forfeit his life?
τί γὰρ ὠφελήσει τὸν ἄνθρωπον, ἐὰν κερδήσῃ τὸν κόσμον ὅλον καὶ ζημιωθῇ τὴν ψυχὴν αὐτοῦ;
37 For what can a man give as an exchange for his life?
τί γὰρ δοῖ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ;
38 For whoever shall be ashamed of me and of my words in this adulterous and sinful generation, of him will also the Son of man be ashamed, when he cometh in the glory of his Father with the holy angels.
ὃς γὰρ ἐὰν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.

< Mark 8 >