< Luke 9 >

1 And he called together the twelve, and gave them power and authority over all demons, and to cure diseases.
Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμό νια, καὶ νόσους θεραπεύειν·
2 And he sent them out to proclaim the kingdom of God, and to heal.
καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ, καὶ ἰᾶσθαι [τοὺς ἀσθενεῖς].
3 And he said to them, Take nothing for the journey, neither a staff, nor a bag, nor bread, nor money, nor have two coats apiece.
καὶ εἶπεν πρὸς αὐτούς, Μηδὲν αἴρετε εἰς τὴν ὁδόν· μήτε ῥάβδον, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε [ἀνὰ] δύο χιτῶνας ἔχειν.
4 And into whatever house ye enter, there abide, and from it take your departure.
καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε, καὶ ἐκεῖθεν ἐξέρχεσθε.
5 And whoever shall not receive you, shake off, when ye leave that city, even the dust from your feet as a testimony against them.
καὶ ὅσοι ἂν μὴ δέχωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης, τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε, εἰς μαρτύριον ἐπ᾽ αὐτούς.
6 And they departed, and went through the towns publishing the glad tidings, and performing cures everywhere.
Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
7 And Herod the tetrarch heard of all that was taking place, and was perplexed; because it was said by some that John had risen from the dead;
Ἤκουσεν δὲ Ἡρώδης ὁ τετράρχης τὰ γινόμενα πάντα· καὶ διηπόρει, διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάνης ἠγέρθη ἐκ νεκρῶν·
8 and by some, that Elijah had appeared; and by others, that one of the old prophets had risen.
ὑπό τινων δὲ ὅτι Ἡλίας ἐφάνη· ἄλλων δὲ ὅτι Προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
9 But Herod said, John I beheaded; but who is this, about whom I hear such things? And he sought to see him.
εἶπεν δὲ Ἡρώδης, Ἰωάνην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος, περὶ οὗ [ἐγὼ] ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
10 And the apostles returned and told him what they had done; and taking them with him, he withdrew privately to a city called Bethsaida.
Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν· καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατ᾽ ἰδίαν εἰς πόλιν καλουμένην Βηθσαϊδά.
11 But the multitudes, when they knew it, followed him; and he welcomed them, and spoke to them about the kingdom of God, and healed those who had need of healing.
οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ· καὶ ἀποδεξάμενος αὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
12 And when the day began to decline, the twelve came and said to him, Send the multitude away, that they may go into the villages around, and the open country, and lodge, and get food; for we are here in a desert place.
Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ, Ἀπόλυσον τὸν ὄχλον, ἵνα πορευθέντες εἰς τὰς κύκλῳ κώμας καὶ [τοὺς] ἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν· ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.
13 But he said to them, Do ye give them food. And they said, We have not more than five loaves and two fishes, unless we ourselves should go and buy food for l all these people.
Εἶπεν δὲ πρὸς αὐτούς, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Οἱ δὲ εἶπαν, Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ ἰχθύες δύο, εἰ μή τι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.
14 They were about five thousand men. And he said to his disciples, Make them lie down in companies of fifty.
Ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Κατακλίνατε αὐτοὺς κλισίας [ὡσεὶ] ἀνὰ πεντήκοντα.
15 And they did so, and made them all lie down.
Καὶ ἐποίησαν οὕτως, καὶ κατέκλιναν ἅπαντας.
16 Then he took the five loaves and the two fishes, and looking up to heaven, he blessed them, and broke and gave them to the disciples to set before the multitude.
λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν, καὶ ἐδίδου τοῖς μαθηταῖς παραθεῖναι τῷ ὄχλῳ.
17 And they ate, and were all filled; and what remained to them of fragments was taken up, twelve baskets.
καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες· καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
18 And it came to pass as he was in a private place praying, that his disciples were with him; and he asked them, saying, Who do the multitudes say that I am?
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί· καὶ ἐπηρώτησεν αὐτοὺς λέγων, Τίνα με οἱ ὄχλοι λέγουσιν εἶναι;
19 And they answering said, John the Baptist; and others, Elijah; and others, that one of the old prophets hath risen.
Οἱ δὲ ἀποκριθέντες εἶπαν, Ἰωάνην τὸν βαπτιστήν· ἄλλοι δὲ Ἡλίαν· ἄλλοι δὲ ὅτι Προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
20 And he said to them, But who do ye say that I am? And Peter answering said, The Christ of God.
Εἶπεν δὲ αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Πέτρος δὲ ἀποκριθεὶς εἶπεν, Τὸν χριστὸν τοῦ θεοῦ.
21 But he strictly charged them, and commanded them to tell this to no one;
ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ λέγειν τοῦτο,
22 saying, The Son of man must suffer many things, and be rejected by the elders and chief priests and scribes, and be put to death, and rise again on the third day.
εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθῆναι.
23 And he said to all, If any one chooseth to come after me, let him deny himself and take up his cross daily, and follow me.
Ἔλεγεν δὲ πρὸς πάντας, Εἴ τις θέλει ὀπίσω μου ἔρχεσθαι ἀρνησάσθω ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καθ᾽ ἡμέραν, καὶ ἀκολουθείτω μοι.
24 For whoever chooseth to save his life, will lose it; and whoever loseth his life for my sake, he will save it.
ὃς γὰρ ἂν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.
25 For what is a man profited, if he gain the whole world, and lose or forfeit himself?
τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;
26 For whoever shall be ashamed of me and of my words, of him will the Son of man be ashamed, when be cometh in his glory, and that of his Father, and of the holy angels.
ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.
27 And I tell you in truth, that there are some of those standing here who will not taste of death, till they have seen the kingdom of God.
λέγω δὲ ὑμῖν ἀληθῶς εἰσίν τινες τῶν αὐτοῦ ἑστώτων, οἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.
28 And it came to pass about eight days after this discourse, that he took with him Peter and John and James, and went up into the mountain to pray.
Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ, καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάνην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
29 And while he was praying, the appearance of his countenance was changed, and his raiment became white and glistening.
καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
30 And lo! two men were talking with him, who were Moses and Elijah;
καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωυσῆς καὶ Ἡλίας·
31 who appeared in glory, and spoke of his departure which he was about to fulfill in Jerusalem.
οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἱερουσαλήμ.
32 But Peter and those who were with him were weighed down with sleep. But when they awoke, they saw his glory, and the two men that stood with him.
ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ, καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.
33 And it came to pass as they were parting from him, that Peter said to Jesus, Master, it is good for us to be here; and let us make three tents, one for thee, and one for Moses, and one for Elijah; —not knowing what he said.
καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾽ αὐτοῦ, εἶπεν ὁ Πέτρος πρὸς τὸν Ἰησοῦν, Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωυσεῖ καὶ μίαν Ἡλίᾳ· μὴ εἰδὼς ὃ λέγει.
34 But as he was saying this, there came a cloud and overshadowed them; and they were afraid as they entered the cloud.
ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ἐπεσκίαζεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην.
35 And there came a voice out of the cloud, saying, “This is my chosen Son; hear him.”
καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἐκλελεγμένος, αὐτοῦ ἀκούετε.
36 And when the voice had come, Jesus was found alone. And they kept it secret, and told no one in those days anything of what they had seen.
Καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν εὑρέθη Ἰησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.
37 And it came to pass that on the next day, when they had come down from the mountain, a great multitude met him.
Ἐγένετο δὲ [ἐν] τῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς.
38 And lo! a man from the multitude cried out, saying, Teacher, I beseech thee, look upon my son, for he is my only child;
καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἐβόησεν λέγων, Διδάσκαλε, δέομαί σου, ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής μοί ἐστιν·
39 and lo! a spirit seizeth him, and suddenly crieth out, and convulseth him so that he foameth, and it departeth from him hardly, taking away all his strength.
καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτὸν καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόγις ἀποχωρεῖ ἀπ᾽ αὐτοῦ συντρῖβον αὐτόν.
40 And I besought thy disciples to cast it out, and they could not.
καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν.
41 And Jesus answering said, O unbelieving and perverse generation, how long shall I be with you, and bear with you? Bring thy son hither.
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ὧδε τὸν υἱόν σου.
42 And while he was yet coming, the demon threw him down, and convulsed him. But Jesus rebuked the unclean spirit, and healed the child, and delivered him to his father.
Ἔτι δὲ προσερχομένου αὐτοῦ, ἔῤῥηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα, καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
43 And they were all amazed at the mighty power of God. But while they were all wondering at all the things which he did, he said to his disciples,
ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίει, εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ,
44 As for you, let these words sink into your ears; for the Son of man is about to be delivered up into the hands of men.
Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.
45 But they knew not the meaning of these words, and it was hidden from them, that they might not perceive it; and they were afraid to ask him about these words.
Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτό· καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
46 And there arose a reasoning among them, which of them was greatest.
εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.
47 And Jesus knowing the reasoning of their heart, took a child and set him by his side,
ὁ δὲ Ἰησοῦς ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίον ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῷ,
48 and said to them, Whoever receiveth this child in my name, receiveth me; and whoever receiveth me, receiveth him who sent me. For he that is least among you all, he is great.
καὶ εἶπεν αὐτοῖς, Ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται, δέχεται τὸν ἀποστείλαντά με. ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ἐστιν μέγας.
49 And John answering said, Master, we saw one casting out demons in thy name, and we forbade him, because he doth not follow in our company.
Ἀποκριθεὶς δὲ Ἰωάνης εἶπεν, Ἐπιστάτα, εἴδομέν τινα ἐν τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια· καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν.
50 But Jesus said to him, Forbid him not; for he that is not against you is for you.
εἶπεν δὲ πρὸς αὐτὸν ὁ Ἰησοῦς, Μὴ κωλύετε· ὃς γὰρ οὐκ ἔστιν καθ᾽ ὑμῶν, ὑπὲρ ὑμῶν ἐστιν.
51 And it came to pass, when the time was near for his being received up, that he himself steadily set his face to go to Jerusalem.
Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ, καὶ αὐτὸς τὸ πρόσωπον [αὐτοῦ] ἐστήρισεν τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ.
52 And he sent messengers before him; and they went and entered a city of the Samaritans, to make ready for him.
καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ· καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν ὥστε ἑτοιμάσαι αὐτῷ.
53 And they did not receive him, because his face was as if he were going to Jerusalem.
καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ.
54 And the disciples James and John, on seeing it, said, Lord, wilt thou have us bid fire come down from heaven, and consume them?
ἰδόντες δὲ οἱ μαθηταὶ [αὐτοῦ] Ἰάκωβος καὶ Ἰωάνης εἶπαν, Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἀναλῶσαι αὐτούς;
55 But he turned and rebuked them.
Στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς.
56 And they went to another village.
καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
57 And as they were traveling on the way, one said to him, I will follow thee wherever thou goest.
Καὶ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν, Ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ.
58 And Jesus said to him, The foxes have holes, and the birds of the air have lodging-places; but the Son of man hath not where to lay his head.
Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
59 And he said to another, Follow me. But he said, Suffer me first to go and bury my father.
Εἶπεν δὲ πρὸς ἕτερον, Ἀκολούθει μοι. Ὁ δὲ εἶπεν, Κύριε, ἐπίτρεψόν μοι πρῶτον ἀπελθόντι θάψαι τὸν πατέρα μου.
60 And he said to him, Let the dead bury their own dead; but go thou and carry the tidings of the kingdom of God.
Εἶπεν δὲ αὐτῷ, Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ.
61 And another also said, I will follow thee, Lord; but first let me bid farewell to those who are in my house.
Εἶπεν δὲ καὶ ἕτερος, Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.
62 And Jesus said to him, No one who looketh back after putting his hand to the plough is fit for the kingdom of God.
Εἶπεν δὲ ὁ Ἰησοῦς πρὸς αὐτόν, Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα [αὐτοῦ] ἐπ᾽ ἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν τῇ βασιλείᾳ τοῦ θεοῦ.

< Luke 9 >