< Luke 5 >

1 And it came to pass, as the multitude was pressing upon him and hearing the word of God, that he was standing by the lake of Gennesaret,
Ἐγένετο δὲ ἐν τῷ τὸν ὄχλον ἐπικεῖσθαι αὐτῷ καὶ ἀκούειν τὸν λόγον τοῦ θεοῦ, καὶ αὐτὸς ἦν ἑστὼς παρὰ τὴν λίμνην Γεννησαρέτ·
2 and saw two boats standing by the lake; but the fishermen had gone out of them, and had washed the nets.
καὶ εἶδεν δύο πλοῖα ἑστῶτα παρὰ τὴν λίμνην· οἱ δὲ ἁλιεῖς ἀπ᾽ αὐτῶν ἀποβάντες ἔπλυνον τὰ δίκτυα.
3 And going into one of the boats, which was Simon's, he asked him to put out a little from the land. And sitting down in the boat, he taught the multitudes.
ἐμβὰς δὲ εἰς ἓν τῶν πλοίων ὃ ἦν Σίμωνος, ἠρώτησεν αὐτὸν ἀπὸ τῆς γῆς ἐπαναγαγεῖν ὀλίγον, καὶ καθίσας ἐδίδασκεν ἐκ τοῦ πλοίου τοὺς ὄχλους.
4 And when he had done speaking, he said to Simon, Put out into deep water, and let down your nets for a draught.
ὡς δὲ ἐπαύσατο λαλῶν εἶπεν πρὸς τὸν Σίμωνα, Ἐπανάγαγε εἰς τὸ βάθος, καὶ χαλάσατε τὰ δίκτυα ὑμῶν εἰς ἄγραν.
5 And Simon answering said, Master, we toiled all night, and took nothing; but at thy word I will let down the nets.
καὶ ἀποκριθεὶς Σίμων εἶπεν αὐτῷ, Ἐπιστάτα, δι᾽ ὅλης νυκτὸς κοπιάσαντες οὐδὲν ἐλάβομεν· ἐπὶ δὲ τῷ ῥήματί σου χαλάσω τὰ δίκτυα.
6 And having done this, they inclosed great multitude of fishes; and their nets began to break.
καὶ τοῦτο ποιήσαντες συνέκλεισαν πλῆθος ἰχθύων πολύ, διερήσσετο δὲ τὰ δίκτυα αὐτῶν·
7 And they beckoned to their partners in the other boat, to come and help them; and they came, and filled both the boats, so that they began to sink.
καὶ κατένευσαν τοῖς μετόχοις ἐν τῷ ἑτέρῳ πλοίῳ, τοῦ ἐλθόντας συλλαβέσθαι αὐτοῖς· καὶ ἦλθον, καὶ ἔπλησαν ἀμφότερα τὰ πλοῖα, ὥστε βυθίζεσθαι αὐτά.
8 And Simon Peter seeing it fell down at the knees of Jesus, saying, Depart from me, Lord, for I am a sinful man.
ἰδὼν δὲ Σίμων Πέτρος προσέπεσεν τοῖς γόνασιν Ἰησοῦ λέγων, Ἔξελθε ἀπ᾽ ἐμοῦ, ὅτι ἀνὴρ ἁμαρτωλός εἰμι, κύριε.
9 For he and all that were with him were amazed at the draught of fishes, which they had taken;
θάμβος γὰρ περιέσχεν αὐτὸν καὶ πάντας τοὺς σὺν αὐτῷ, ἐπὶ τῇ ἄγρᾳ τῶν ἰχθύων ὧν συνέλαβον,
10 and so were also James and John the sons of Zebedee, who were partners with Simon And Jesus said to Simon, Fear not; henceforth thou shalt catch men.
ὁμοίως δὲ καὶ Ἰάκωβον καὶ Ἰωάνην υἱοὺς Ζεβεδαίου, οἳ ἦσαν κοινωνοὶ τῷ Σίμωνι. καὶ εἶπεν πρὸς τὸν Σίμωνα [ὁ] Ἰησοῦς, Μὴ φοβοῦ· ἀπὸ τοῦ νῦν ἀνθρώπους ἔσῃ ζωγρῶν.
11 And when they had brought their boats to land, they left everything, and followed him.
καὶ καταγαγόντες τὰ πλοῖα ἐπὶ τὴν γῆν, ἀφέντες πάντα ἠκολούθησαν αὐτῷ.
12 And it came to pass, when he was in one of the cities, lo! a man full of leprosy; and seeing Jesus, he fell on his face, and besought him, saying, Lord, if thou wilt, thou canst cleanse me.
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν ἐν μιᾷ τῶν πόλεων, καὶ ἰδοὺ ἀνὴρ πλήρης λέπρας· καὶ ἰδὼν τὸν Ἰησοῦν, πεσὼν ἐπὶ πρόσωπον, ἐδεήθη αὐτοῦ λέγων, Κύριε, ἐὰν θέλῃς, δύνασαί με καθαρίσαι.
13 And he put forth his hand and touched him, saying, I will; be thou cleansed. And immediately the leprosy left him.
καὶ ἐκτείνας τὴν χεῖρα ἥψατο αὐτοῦ λέγων, Θέλω, καθαρίσθητι. καὶ εὐθέως ἡ λέπρα ἀπῆλθεν ἀπ᾽ αὐτοῦ.
14 And he charged him to tell no one: but go, and show thyself to the priest, and offer for thy cleansing as Moses commanded, for a testimony to them.
καὶ αὐτὸς παρήγγειλεν αὐτῷ μηδενὶ εἰπεῖν, ἀλλὰ ἀπελθὼν δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσένεγκε περὶ τοῦ καθαρισμοῦ σου, καθὼς προσέταξεν Μωυσῆς, εἰς μαρτύριον αὐτοῖς.
15 But so much the more went abroad the report concerning him; and great multitudes came together to hear, and to be healed of their infirmities.
Διήρχετο δὲ μᾶλλον ὁ λόγος περὶ αὐτοῦ· καὶ συνήρχοντο ὄχλοι πολλοὶ ἀκούειν καὶ θεραπεύεσθαι ἀπὸ τῶν ἀσθενειῶν αὐτῶν·
16 But he was wont to withdraw to desert places, and pray.
αὐτὸς δὲ ἦν ὑποχωρῶν ἐν ταῖς ἐρήμοις, καὶ προσευχόμενος.
17 And it came to pass on a certain day, that he was teaching, and there were sitting by Pharisees and teachers of the law, who had come from every town of Galilee and Judea, and from Jerusalem; and the power of the Lord was present that he might heal.
Καὶ ἐγένετο ἐν μιᾷ τῶν ἡμερῶν, καὶ αὐτὸς ἦν διδάσκων· καὶ ἦσαν καθήμενοι Φαρισαῖοι καὶ νομοδιδάσκαλοι, οἳ ἦσαν ἐληλυθότες ἐκ πάσης κώμης τῆς Γαλιλαίας καὶ Ἰουδαίας καὶ Ἱερουσαλήμ, καὶ δύναμις κυρίου ἦν εἰς τὸ ἰᾶσθαι αὐτούς.
18 And lo! men brought on a bed a man that was palsied; and they endeavored to bring him in, and to set him before him.
καὶ ἰδοὺ ἄνδρες φέροντες ἐπὶ κλίνης ἄνθρωπον ὃς ἦν παραλελυμένος, καὶ ἐζήτουν αὐτὸν εἰσενεγκεῖν καὶ θεῖναι ἐνώπιον αὐτοῦ·
19 And not finding any way to bring him in because of the multitude, they went upon the house-top, and let him down through the tiling with the couch into the midst before Jesus.
καὶ μὴ εὑρόντες ποίας εἰσενέγκωσιν αὐτὸν διὰ τὸν ὄχλον, ἀναβάντες ἐπὶ τὸ δῶμα διὰ τῶν κεράμων καθῆκαν αὐτὸν σὺν τῷ κλινιδίῳ εἰς τὸ μέσον ἔμπροσθεν τοῦ Ἰησοῦ.
20 And seeing their faith, he said, Man, thy sins have been forgiven thee.
καὶ ἰδὼν τὴν πίστιν αὐτῶν εἶπεν, Ἄνθρωπε, ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου.
21 And the scribes and the Pharisees began to reason, saying, Who is this that speaketh blasphemies? Who can forgive sins but God alone?
καὶ ἤρξαντο διαλογίζεσθαι οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι λέγοντες, Τίς ἐστιν οὗτος ὃς λαλεῖ βλασφημίας; τίς δύναται ἁμαρτίας ἀφεῖναι, εἰ μὴ μόνος ὁ θεός;
22 But Jesus, perceiving their thoughts, answered and said to them, What are ye thinking in your hearts?
ἐπιγνοὺς δὲ ὁ Ἰησοῦς τοὺς διαλογισμοὺς αὐτῶν [ἀποκριθεὶς] εἶπεν πρὸς αὐτούς, Τί διαλογίζεσθε ἐν ταῖς καρδίαις ὑμῶν;
23 Which is easier? to say, Thy sins have been forgiven thee? or to say, Arise, and walk?
τί ἐστιν εὐκοπώτερον, εἰπεῖν Ἀφέωνταί σοι αἱ ἁμαρτίαι σου, ἢ εἰπεῖν Ἔγειρε καὶ περιπάτει;
24 But that ye may know that the Son of man hath authority on earth to forgive sins, —he said to the palsied man, —I say to thee, Arise, and take up thy couch, and go to thy house.
ἵνα δὲ εἰδῆτε ὅτι ὁ υἱὸς τοῦ ἀνθρώπου ἐξουσίαν ἔχει ἐπὶ τῆς γῆς ἀφιέναι ἁμαρτίας, εἶπεν τῷ παραλελυμένῳ, Σοὶ λέγω, ἔγειρε καὶ ἄρας τὸ κλινίδιόν σου, πορεύου εἰς τὸν οἶκόν σου.
25 And he immediately rose up before them, and took up that whereon he lay, and went away to his house, giving glory to God.
καὶ παραχρῆμα ἀναστὰς ἐνώπιον αὐτῶν, ἄρας ἐφ᾽ ὃ κατέκειτο, ἀπῆλθεν εἰς τὸν οἶκον αὐτοῦ, δοξάζων τὸν θεόν.
26 And amazement seized them all, and they gave glory to God, and were filled with fear, saying, We have seen strange things to-day.
καὶ ἔκστασις ἔλαβεν ἅπαντας, καὶ ἐδόξαζον τὸν θεόν, καὶ ἐπλήσθησαν φόβου, λέγοντες ὅτι Εἴδομεν παράδοξα σήμερον.
27 And after these things he went out, and saw a publican named Levi, sitting at the custom-house; and he said to him, Follow me.
Καὶ μετὰ ταῦτα ἐξῆλθεν καὶ ἐθεάσατο τελώνην ὀνόματι Λευεὶν καθήμενον ἐπὶ τὸ τελώνιον, καὶ εἶπεν αὐτῷ, Ἀκολούθει μοι.
28 And leaving everything, he arose and followed him.
καὶ καταλιπὼν πάντα ἀναστὰς ἠκολούθει αὐτῷ.
29 And Levi made a great feast for him at his house, and there was a great company of publicans and others, who were reclining at table with them.
καὶ ἐποίησεν δοχὴν μεγάλην Λευεὶς αὐτῷ ἐν τῇ οἰκίᾳ αὐτοῦ, καὶ ἦν ὄχλος πολὺς τελωνῶν καὶ ἄλλων οἳ ἦσαν μετ᾽ αὐτῶν κατακείμενοι.
30 And the Pharisees and their scribes murmured against his disciples, saying, Why do ye eat and drink with the publicans and sinners?
καὶ ἐγόγγυζον οἱ Φαρισαῖοι καὶ οἱ γραμματεῖς [αὐτῶν] πρὸς τοὺς μαθητὰς αὐτοῦ λέγοντες, Διὰ τί μετὰ τῶν τελωνῶν καὶ ἁμαρτωλῶν ἐσθίετε καὶ πίνετε;
31 And Jesus answering said to them, They who are well do not need a physician, but they who are sick.
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτούς, Οὐ χρείαν ἔχουσιν οἱ ὑγιαίνοντες ἰατροῦ, ἀλλὰ οἱ κακῶς ἔχοντες.
32 I have not come to call righteous men, but sinners to repentance.
οὐκ ἐλήλυθα καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν.
33 And they said to him, The disciples of John fast often, and make prayers, and likewise those of the Pharisees; but thine eat and drink.
Οἱ δὲ εἶπαν πρὸς αὐτόν, [Διὰ τί] οἱ μαθηταὶ Ἰωάνου νηστεύουσιν πυκνὰ καὶ δεήσεις ποιοῦνται, ὁμοίως καὶ οἱ τῶν Φαρισαίων, οἱ δὲ σοὶ ἐσθίουσιν καὶ πίνουσιν;
34 But Jesus said to them, Can ye make the companions of the bridegroom fast while the bridegroom is with them?
ὁ δὲ Ἰησοῦς εἶπεν πρὸς αὐτούς, Μὴ δύνασθε τοὺς υἱοὺς τοῦ νυμφῶνος, ἐν ᾧ ὁ νυμφίος μετ᾽ αὐτῶν ἐστίν, ποιῆσαι νηστεῦσαι;
35 But the days will come—and when the bridegroom is taken from them, then will they fast in those days.
ἐλεύσονται δὲ ἡμέραι, καὶ ὅταν ἀπαρθῇ ἀπ᾽ αὐτῶν ὁ νυμφίος, τότε νηστεύσουσιν ἐν ἐκείναις ταῖς ἡμέραις.
36 And he spoke also a parable to them: No one taketh a patch from a new garment and putteth it upon an old one; for then both the new garment would be rent, and the patch from the new garment would not match with the old.
ἔλεγεν δὲ καὶ παραβολὴν πρὸς αὐτοὺς ὅτι Οὐδεὶς ἐπίβλημα ἀπὸ ἱματίου καινοῦ σχίσας ἐπιβάλλει ἐπὶ ἱμάτιον παλαιόν· εἰ δὲ μή γε, καὶ τὸ καινὸν σχίσει, καὶ τῷ παλαιῷ οὐ συμφωνήσει τὸ ἐπίβλημα τὸ ἀπὸ τοῦ καινοῦ.
37 And no one putteth new wine into old skins; for the new wine would burst the skins, and would itself run out, and the skins would be spoilt.
καὶ οὐδεὶς βάλλει οἶνον νέον εἰς ἀσκοὺς παλαιούς· εἰ δὲ μή γε, ῥήξει ὁ οἶνος ὁ νέος τοὺς ἀσκούς, καὶ αὐτὸς ἐκχυθήσεται, καὶ οἱ ἀσκοὶ ἀπολοῦνται·
38 But new wine must be put into new skins.
ἀλλὰ οἶνον νέον εἰς ἀσκοὺς καινοὺς βλητέον, [καὶ ἀμφότεροι συντηροῦνται.]
39 And no one, having drunk old wine, desireth new; for he saith, The old is good.
καὶ οὐδεὶς πιὼν παλαιὸν θέλει νέον· λέγει γάρ, Ὁ παλαιὸς χρηστός ἐστιν.

< Luke 5 >