< Acts 7 >

1 And the high-priest said, Are then these things so?
Εἶπεν δὲ ὁ ἀρχιερεύς· ⸀Εἰταῦτα οὕτως ἔχει;
2 And he said, Brethren and fathers, hearken. The God of glory appeared to our father Abraham, when he was in Mesopotamia, before he dwelt in Haran,
ὁ δὲ ἔφη· Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε· Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,
3 and said to him, “Go forth from thy country and thy kindred, and come into the land which I will show thee.”
καὶ εἶπεν πρὸς αὐτόν· Ἔξελθε ἐκτῆς γῆς σου καὶ ⸀ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς ⸀τὴνγῆν ἣν ἄν σοι δείξω.
4 Then came he out of the land of the Chaldaeans, and dwelt in Haran; and from thence, after his father was dead, he caused him to remove into this land wherein ye now dwell;
τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν. κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε,
5 and he gave him no inheritance in it, no, not so much as to set his foot on; and he promised to give it to him for a possession, and to his posterity after him, when as yet he had no child.
καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου.
6 And God spoke in this manner: “That his posterity should sojourn in a foreign land, and that they would bring them into bondage, and ill-treat them four hundred years;
ἐλάλησεν ⸀δὲοὕτως ὁ θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια·
7 and the nation to which they shall be in bondage will I judge,” said God; “and after that they shall come forth, and shall worship me in this place.”
καὶ τὸ ἔθνος ᾧ ⸀ἐὰν⸀δουλεύσουσινκρινῶ ἐγώ, ⸂ὁ θεὸς εἶπεν, καὶ μετὰ ταῦτα ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ.
8 And he gave him the covenant of circumcision; and so he begat Isaac, and circumcised him on the eighth day; and Isaac begat Jacob, and Jacob the twelve patriarchs.
καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, ⸀καὶἸσαὰκ τὸν Ἰακώβ, ⸁καὶἸακὼβ τοὺς δώδεκα πατριάρχας.
9 And the patriarchs, moved with envy, sold Joseph into Egypt; and God was with him,
Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ θεὸς μετʼ αὐτοῦ,
10 and delivered him out of all his afflictions, and gave him favor and wisdom in the sight of Pharaoh king of Egypt; and he made him governor over Egypt, and all his house.
καὶἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπʼ Αἴγυπτον ⸀καὶ ὅλον τὸν οἶκον αὐτοῦ.
11 Now there came a famine over all the land of Egypt and Canaan, and great distress; and our fathers found no Sustenance.
ἦλθεν δὲ λιμὸς ἐφʼ ὅλην τὴν ⸀Αἴγυπτονκαὶ Χανάαν καὶ θλῖψις μεγάλη, καὶ οὐχ ηὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν·
12 But Jacob, hearing that there was grain in Egypt, sent out our fathers first.
ἀκούσας δὲ Ἰακὼβ ὄντα ⸂σιτία εἰς Αἴγυπτον ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον·
13 And at the second time Joseph was recognized by his brothers, and the kindred of Joseph became known to Pharaoh.
καὶ ἐν τῷ δευτέρῳ ⸀ἀνεγνωρίσθηἸωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ ⸀γένοςἸωσήφ.
14 Then Joseph sent and called his father Jacob to him, and all his kindred, seventy five souls.
ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο ⸂Ἰακὼβ τὸν πατέρα αὐτοῦ καὶ πᾶσαν τὴν συγγένειαν ἐν ψυχαῖς ἑβδομήκοντα πέντε,
15 And Jacob went down [[into Egypt]], and died, he and our fathers.
⸂καὶ κατέβη Ἰακὼβ εἰς Αἴγυπτον. καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν,
16 And they were removed to Shechem, and laid in the tomb that Abraham bought for a sum of money of the sons of Hamor, the father of Shechem.
καὶ μετετέθησαν εἰς Συχὲμ καὶ ἐτέθησαν ἐν τῷ μνήματι ⸀ᾧὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἑμμὼρ ⸀ἐνΣυχέμ.
17 But as the time of the promise drew near, which God solemnly made to Abraham, the people grew and multiplied in Egypt,
Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ⸀ὡμολόγησενὁ θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,
18 until another king arose, who knew not Joseph.
ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος ⸂ἐπʼ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ.
19 The same dealt subtly with our race, and ill-treated our fathers, so that they should cast out their infants, that they might not be preserved alive.
οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν ἐκάκωσεν τοὺς ⸀πατέραςτοῦ ποιεῖν ⸂τὰ βρέφη ἔκθετα αὐτῶν εἰς τὸ μὴ ζῳογονεῖσθαι.
20 In which time Moses was born, and was exceedingly fair; who was nourished in his father's house three months.
ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός·
21 And when he was cast out, Pharaoh's daughter took him up, and nourished him for herself as a son.
⸂ἐκτεθέντος δὲ αὐτοῦ ἀνείλατο αὐτὸν ἡ θυγάτηρ Φαραὼ καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.
22 And Moses was instructed in all the wisdom of the Egyptians, and was mighty in his worlds and deeds.
καὶ ἐπαιδεύθη ⸀Μωϋσῆςπάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις ⸀αὐτοῦ
23 And when he was forty years old, it came into his heart to visit his brethren, the sons of Israel.
Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ.
24 And seeing one of them suffer wrong, he defended him, and avenged him that was oppressed by smiting the Egyptian.
καὶ ἰδών τινα ἀδικούμενον ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ πατάξας τὸν Αἰγύπτιον.
25 For he supposed his brethren would understand that God through his hand would give them salvation; but they understood not.
ἐνόμιζεν δὲ συνιέναι τοὺς ⸀ἀδελφοὺςὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν ⸂σωτηρίαν αὐτοῖς, οἱ δὲ οὐ συνῆκαν.
26 And the next day he showed himself to them as they were contending, and urged them to peace, saying, Ye are brethren; why do ye wrong one another?
τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις καὶ ⸀συνήλλασσεναὐτοὺς εἰς εἰρήνην εἰπών· Ἄνδρες, ἀδελφοί ⸀ἐστε ἱνατί ἀδικεῖτε ἀλλήλους;
27 But he who was wronging his neighbor thrust him away, saying, “Who made thee a ruler and a judge over us?
ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών· Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφʼ ⸀ἡμῶν
28 Dost thou mean to kill me, as thou didst kill the Egyptian yesterday?”
μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ⸀ἐχθὲςτὸν Αἰγύπτιον;
29 And Moses fled at this saying, and became a sojourner in the land of Midian, where he begat two sons.
ἔφυγεν δὲ Μωϋσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο.
30 And when forty years were completed, there appeared to him in the wilderness of Mount Sinai an angel in the flaming fire of a bush.
Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ⸀ἄγγελοςἐν φλογὶ πυρὸς βάτου·
31 And Moses seeing it wondered at the sight; and as he drew near to behold it, the voice of the Lord came [[to him]],
ὁ δὲ Μωϋσῆς ἰδὼν ⸀ἐθαύμασεντὸ ὅραμα. προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι ἐγένετο φωνὴ ⸀κυρίου
32 saying, “I am the God of thy fathers, the God of Abraham and Isaac and Jacob.” And Moses trembled and durst not behold.
Ἐγὼ ὁ θεὸς τῶν πατέρων σου, ὁ θεὸς Ἀβραὰμ ⸀καὶἸσαὰκ ⸁καὶἸακώβ. ἔντρομος δὲ γενόμενος Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι.
33 And the Lord said to him, “Loose the sandals from thy feet; for the place where thou standest is holy ground.
εἶπεν δὲ αὐτῷ ὁ κύριος· Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ⸀ἐφʼᾧ ἕστηκας γῆ ἁγία ἐστίν.
34 I have surely seen the oppression of my people in Egypt, and I have heard their groaning, and am come down to deliver them; and now, come, I will send thee into Egypt.”
ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ ⸀αὐτοῦἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο ⸀ἀποστείλωσε εἰς Αἴγυπτον.
35 This Moses, whom they denied, saying, “Who made thee a ruler and a judge?” this very man did God send both as a ruler and a redeemer with the hand of the angel who appeared to him in the bush.
Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες· Τίς σε κατέστησεν ἄρχοντα καὶδικαστήν, τοῦτον ὁ θεὸς ⸀καὶ ἄρχοντα καὶ λυτρωτὴν ⸂ἀπέσταλκεν σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
36 This very man brought them out, working wonders and signs in the land of Egypt, and in the Red Sea, and in the wilderness forty years.
οὗτος ἐξήγαγεν αὐτοὺς ποιήσας τέρατα καὶ σημεῖα ἐν ⸀γῇΑἰγύπτῳ καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσεράκοντα.
37 This is the Moses who said to the sons of Israel, “A prophet will God raise up to you from among your brethren, as he raised up me.”
οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ ⸀εἴπαςτοῖς υἱοῖς Ἰσραήλ· Προφήτην ὑμῖν ἀναστήσει ⸂ὁ θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ.
38 This is he that was in the assembly in the wilderness with the anger who spake to him on Mount Sinai, and with our fathers; who received the living oracles to give to us;
οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο ⸀λόγιαζῶντα δοῦναι ⸀ἡμῖν
39 to whom our fathers would not be obedient, but thrust him from them, and in their hearts turned back into Egypt,
ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ⸂ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον,
40 saying to Aaron, “Make us gods who shall go before us; for as for this Moses, who brought us out of the land of Egypt, we know not what is become of him.”
εἰπόντες τῷ Ἀαρών· Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ⸀ἐγένετοαὐτῷ.
41 And they made a calf in those days, and offered sacrifice to the idol, and rejoiced in the works of their own hands.
καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
42 But God turned away, and gave them up to worship the host of heaven; as it is written in the book of the Prophets, “Did ye offer to me slain beasts and sacrifices for forty years in the wilderness, O house of Israel?
ἔστρεψεν δὲ ὁ θεὸς καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν· Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;
43 And ye took up the tabernacle of Moloch, and the star of the god Rephan, the figures which ye made to worship them; and I will carry you away beyond Babylon.”
καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ καὶ τὸ ἄστρον τοῦ ⸀θεοῦ⸀Ῥαιφάν τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.
44 Our fathers had the tabernacle of the testimony in the wilderness, as he that spoke to Moses commanded that he should make it according to the pattern that he had seen;
Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει,
45 which also our fathers received and brought in with Joshua, at their taking possession of the gentiles whom God drove out from before our fathers, until the days of David;
ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν ἕως τῶν ἡμερῶν Δαυίδ·
46 who found favor before God, and asked that he might find a habitation for the God of Jacob.
ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ ⸀θεῷἸακώβ.
47 But Solomon built him a house.
Σολομῶν δὲ οἰκοδόμησεν αὐτῷ οἶκον.
48 Yet the Most High dwelleth not in [[temples]] made with hands; as saith the prophet,
ἀλλʼ οὐχ ὁ ὕψιστος ἐν ⸀χειροποιήτοιςκατοικεῖ· καθὼς ὁ προφήτης λέγει·
49 “Heaven is my throne, and the earth is my footstool. What house will ye build for me? saith the Lord; or what is the place of my rest?
Ὁ οὐρανός μοι θρόνος, ⸂ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι, λέγει κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου;
50 Did not my hands make all these things?”
οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;
51 Stiffnecked, and uncircumcised in heart and ears! ye do always resist the Holy Spirit; as your fathers did, so do ye.
Σκληροτράχηλοι καὶ ἀπερίτμητοι ⸀καρδίαιςκαὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν καὶ ὑμεῖς.
52 Which of the prophets did not your fathers persecute? And they slew those who foretold the coming of the righteous one, of whom ye have now become the betrayers and murderers;
τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ⸀ἐγένεσθε
53 ye who received the Law as ordained through angels, and did not keep it.
οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
54 But when they heard these things, their hearts were filled with rage, and they gnashed their teeth at him.
Ἀκούοντες δὲ ταῦτα διεπρίοντο ταῖς καρδίαις αὐτῶν καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπʼ αὐτόν.
55 But, being full of the Holy Spirit, he looked up earnestly into heaven, and saw the glory of God, and Jesus standing on the right hand of God,
ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου ἀτενίσας εἰς τὸν οὐρανὸν εἶδεν δόξαν θεοῦ καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ,
56 and said, Lo, I behold the heavens opened, and the Son of man standing on the right hand of God.
καὶ εἶπεν· Ἰδοὺ θεωρῶ τοὺς οὐρανοὺς ⸀διηνοιγμένουςκαὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ.
57 And they cried out with a loud voice, and stopped their ears, and rushed upon him with one accord;
κράξαντες δὲ φωνῇ μεγάλῃ συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπʼ αὐτόν,
58 and having cast him out of the city, they stoned him. And the witnesses laid down their garments at the feet of a young man named Saul;
καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως ἐλιθοβόλουν. καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια ⸀αὐτῶνπαρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.
59 and they stoned Stephen, making supplication, and saying, Lord Jesus, receive my spirit.
καὶ ἐλιθοβόλουν τὸν Στέφανον ἐπικαλούμενον καὶ λέγοντα· Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου·
60 And kneeling down he cried with a loud voice, Lord, lay not this sin to their charge. And saying this, he fell asleep.
θεὶς δὲ τὰ γόνατα ἔκραξεν φωνῇ μεγάλῃ· Κύριε, μὴ στήσῃς αὐτοῖς ⸂ταύτην τὴν ἁμαρτίαν· καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.

< Acts 7 >