< 1 Timothy 4 >
1 Now the Spirit saith expressly, that in the latter times some will depart from the faith, giving heed to seducing spirits and teachings of demons,
Τὸ δὲ πνεῦμα ῥητῶς λέγει ὅτι ἐν ὑστέροις καιροῖς ἀποστήσονταί τινες τῆς πίστεως, προσέχοντες πνεύμασιν πλάνοις καὶ διδασκαλίαις δαιμονίων,
2 through the hypocrisy of speakers of lies, who bear a brand on their own conscience,
ἐν ὑποκρίσει ψευδολόγων, κεκαυστηριασμένων τὴν ἰδίαν συνείδησιν,
3 forbidding to marry, and commanding to abstain from food which God created to be received with thanksgiving, for those who believe and know the truth.
κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ Θεὸς ἔκτισεν εἰς μετάλημψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς καὶ ἐπεγνωκόσι τὴν ἀλήθειαν.
4 For every creature of God is good, and nothing to be refused, if it be received with thanksgiving;
ὅτι πᾶν κτίσμα Θεοῦ καλόν, καὶ οὐδὲν ἀπόβλητον μετὰ εὐχαριστίας λαμβανόμενον·
5 for it is sanctified by the word of God and prayer.
ἁγιάζεται γὰρ διὰ λόγου Θεοῦ καὶ ἐντεύξεως.
6 If thou lay these things before the brethren, thou wilt be a good minister of Christ Jesus, nourished in the words of the faith, and of the good teaching, with which thou art well acquainted.
Ταῦτα ὑποτιθέμενος τοῖς ἀδελφοῖς καλὸς ἔσῃ διάκονος Χριστοῦ Ἰησοῦ, ἐντρεφόμενος τοῖς λόγοις τῆς πίστεως καὶ τῆς καλῆς διδασκαλίας ᾗ παρηκολούθηκας·
7 But avoid the profane and old wives' fables; and exercise thyself unto godliness.
τοὺς δὲ βεβήλους καὶ γραώδεις μύθους παραιτοῦ. γύμναζε δὲ σεαυτὸν πρὸς εὐσέβειαν.
8 For bodily exercise is profitable for little; but godliness is profitable for all things, having promise of the life that now is, and of that which is to come.
ἡ γὰρ σωματικὴ γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν, ἐπαγγελίαν ἔχουσα ζωῆς τῆς νῦν καὶ τῆς μελλούσης.
9 True is the saying, and worthy of all acceptance.
πιστὸς ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος·
10 For to this end we both labor and suffer reproach, because we have placed our hope in the living God, who is the Saviour of all men, especially of believers.
εἰς τοῦτο γὰρ κοπιῶμεν καὶ ἀγωνιζόμεθα, ὅτι ἠλπίκαμεν ἐπὶ Θεῷ ζῶντι, ὅς ἐστιν Σωτὴρ πάντων ἀνθρώπων, μάλιστα πιστῶν.
11 These things command and teach.
Παράγγελλε ταῦτα καὶ δίδασκε.
12 Let no one despise thy youth, but become an example to the believers, in word, in behavior, in love, in faith, in purity.
μηδείς σου τῆς νεότητος καταφρονείτω, ἀλλὰ τύπος γίνου τῶν πιστῶν ἐν λόγῳ, ἐν ἀναστροφῇ, ἐν ἀγάπῃ, ἐν πίστει, ἐν ἁγνείᾳ.
13 Till I come, give attention to reading, to exhortation, to teaching.
ἕως ἔρχομαι πρόσεχε τῇ ἀναγνώσει, τῇ παρακλήσει, τῇ διδασκαλίᾳ.
14 Neglect not the gift that is in thee, which was given thee by prophecy, with the laying on of the hands of the presbytery.
μὴ ἀμέλει τοῦ ἐν σοὶ χαρίσματος, ὃ ἐδόθη σοι διὰ προφητείας μετὰ ἐπιθέσεως τῶν χειρῶν τοῦ πρεσβυτερίου.
15 Meditate on these things, give thyself wholly to them; that thy progress may be manifest to all.
ταῦτα μελέτα, ἐν τούτοις ἴσθι, ἵνα σου ἡ προκοπὴ φανερὰ ᾖ πᾶσιν.
16 Give heed to thyself, and to thy teaching; continue in them; for in doing this thou wilt save both thyself and them that hear thee.
ἔπεχε σεαυτῷ καὶ τῇ διδασκαλίᾳ, ἐπίμενε αὐτοῖς· τοῦτο γὰρ ποιῶν καὶ σεαυτὸν σώσεις καὶ τοὺς ἀκούοντάς σου.