< 1 Corinthians 16 >

1 Now concerning the collection for the saints, according to the directions which I gave to the churches of Galatia, so also do ye.
Περὶ δὲ τῆς λογίας τῆς εἰς τοὺς ἁγίους, ὥσπερ διέταξα ταῖς ἐκκλησίαις τῆς Γαλατίας, οὕτως καὶ ὑμεῖς ποιήσατε.
2 Every first day of the week let each of you lay by him something in store, according as he hath prospered; that the collections may not have to be made when I come.
κατὰ μίαν σαββάτου ἕκαστος ὑμῶν παρ’ ἑαυτῷ τιθέτω θησαυρίζων ὅ τι ἐὰν εὐοδῶται, ἵνα μὴ ὅταν ἔλθω τότε λογίαι γίνωνται.
3 And when I am with you, I will send with letters whomever you may approve to carry your bounty to Jerusalem;
ὅταν δὲ παραγένωμαι, οὓς ἐὰν δοκιμάσητε, δι’ ἐπιστολῶν τούτους πέμψω ἀπενεγκεῖν τὴν χάριν ὑμῶν εἰς Ἰερουσαλήμ·
4 and if it be worth while for me to go also, they shall go with me.
ἐὰν δὲ ἄξιον ᾖ τοῦ κἀμὲ πορεύεσθαι, σὺν ἐμοὶ πορεύσονται.
5 Now I will come to you, when I have passed through Macedonia; for I am about to pass through Macedonia;
Ἐλεύσομαι δὲ πρὸς ὑμᾶς ὅταν Μακεδονίαν διέλθω· Μακεδονίαν γὰρ διέρχομαι,
6 and perhaps I may remain, or even spend the winter with you, that ye may set me forward on my journey whithersoever I may be going.
πρὸς ὑμᾶς δὲ τυχὸν καταμενῶ ἢ καὶ παραχειμάσω, ἵνα ὑμεῖς με προπέμψητε οὗ ἐὰν πορεύωμαι.
7 For I am unwilling to see you now in passing; for I hope to stay some time with you if the Lord permit.
οὐ θέλω γὰρ ὑμᾶς ἄρτι ἐν παρόδῳ ἰδεῖν· ἐλπίζω γὰρ χρόνον τινὰ ἐπιμεῖναι πρὸς ὑμᾶς, ἐὰν ὁ Κύριος ἐπιτρέψῃ.
8 But I shall remain at Ephesus until the Pentecost;
ἐπιμενῶ δὲ ἐν Ἐφέσῳ ἕως τῆς Πεντηκοστῆς·
9 for a door hath been opened to me great and effective, and there are many adversaries.
θύρα γάρ μοι ἀνέῳγεν μεγάλη καὶ ἐνεργής, καὶ ἀντικείμενοι πολλοί.
10 Now if Timothy come, see that he be with you without fear; for he is laboring in the work of the Lord, as I am;
Ἐὰν δὲ ἔλθῃ Τιμόθεος, βλέπετε ἵνα ἀφόβως γένηται πρὸς ὑμᾶς· τὸ γὰρ ἔργον Κυρίου ἐργάζεται ὡς κἀγώ·
11 let no one therefore despise him. But conduct him on in peace, that he may come to me; for I am waiting for him with the brethren.
μή τις οὖν αὐτὸν ἐξουθενήσῃ. προπέμψατε δὲ αὐτὸν ἐν εἰρήνῃ, ἵνα ἔλθῃ πρός με· ἐκδέχομαι γὰρ αὐτὸν μετὰ τῶν ἀδελφῶν.
12 As regards Apollos, the brother, I urged him much to come to you with the brethren; and it was not at all his will to come at this time; but he will come when he hath a convenient opportunity.
Περὶ δὲ Ἀπολλῶ τοῦ ἀδελφοῦ, πολλὰ παρεκάλεσα αὐτὸν ἵνα ἔλθῃ πρὸς ὑμᾶς μετὰ τῶν ἀδελφῶν· καὶ πάντως οὐκ ἦν θέλημα ἵνα νῦν ἔλθῃ, ἐλεύσεται δὲ ὅταν εὐκαιρήσῃ.
13 Watch, stand fast in the faith, quit you like men, be strong;
Γρηγορεῖτε, στήκετε ἐν τῇ πίστει, ἀνδρίζεσθε, κραταιοῦσθε.
14 let all your doings be in love.
πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω.
15 And I exhort you, brethren, —ye know the family of Stephanas, that they are the first-fruits of Achaia, and that they have devoted themselves to the service of the holy, —
Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί· οἴδατε τὴν οἰκίαν Στεφανᾶ, ὅτι ἐστὶν ἀπαρχὴ τῆς Ἀχαΐας καὶ εἰς διακονίαν τοῖς ἁγίοις ἔταξαν ἑαυτούς·
16 that ye submit yourselves to such as they are, and to every one that worketh with us, and laboreth.
ἵνα καὶ ὑμεῖς ὑποτάσσησθε τοῖς τοιούτοις καὶ παντὶ τῷ συνεργοῦντι καὶ κοπιῶντι.
17 I am glad of the coming of Stephanas and Fortunatus and Achaicus; for what was lacking on your part, they supplied;
χαίρω δὲ ἐπὶ τῇ παρουσίᾳ Στεφανᾶ καὶ Φορτουνάτου καὶ Ἀχαϊκοῦ, ὅτι τὸ ὑμέτερον ὑστέρημα οὗτοι ἀνεπλήρωσαν·
18 for they refreshed my spirit and yours. Pay regard then to those that are such.
ἀνέπαυσαν γὰρ τὸ ἐμὸν πνεῦμα καὶ τὸ ὑμῶν. ἐπιγινώσκετε οὖν τοὺς τοιούτους.
19 The churches of Asia salute you. Aquila and Prisca, with the church that is in their house, send you many salutations in the Lord.
Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι τῆς Ἀσίας. ἀσπάζεται ὑμᾶς ἐν Κυρίῳ πολλὰ Ἀκύλας καὶ Πρίσκα σὺν τῇ κατ’ οἶκον αὐτῶν ἐκκλησίᾳ.
20 All the brethren salute you. Salute one another with a holy kiss.
ἀσπάζονται ὑμᾶς οἱ ἀδελφοὶ πάντες. Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ.
21 The salutation of me, Paul, with my own hand.
Ὁ ἀσπασμὸς τῇ ἐμῇ χειρὶ Παύλου.
22 If any one loveth not the Lord, let him be accursed! The Lord is at hand.
εἴ τις οὐ φιλεῖ τὸν Κύριον, ἤτω ἀνάθεμα. μαρὰν ἀθά.
23 The grace of the Lord Jesus be with you.
ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ μεθ’ ὑμῶν.
24 My love is with you all in Christ Jesus.
ἡ ἀγάπη μου μετὰ πάντων ὑμῶν ἐν Χριστῷ Ἰησοῦ.

< 1 Corinthians 16 >