< Luke 9 >
1 He called the twelve together, and gave them power and authority over all demons and to cure diseases.
Συγκαλεσάμενος δὲ τοὺς δώδεκα ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια καὶ νόσους θεραπεύειν,
2 He sent them forth to proclaim the Kingdom of God, and to heal the sick.
καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ θεοῦ καὶ ἰᾶσθαι ⸂τοὺς ἀσθενεῖς,
3 And he said to them, "Take nothing for your journey—neither staff, nor pack, nor bread, nor money; neither have two tunics.
καὶ εἶπεν πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν, μήτε ⸀ῥάβδονμήτε πήραν μήτε ἄρτον μήτε ἀργύριον, μήτε ⸀ἀνὰδύο χιτῶνας ἔχειν.
4 Into whatever house you enter, stay there, and depart from there.
καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε καὶ ἐκεῖθεν ἐξέρχεσθε.
5 As many as do not receive you, when you depart from that city, shake off even the dust from your feet for a testimony against them."
καὶ ὅσοι ⸀ἂνμὴ ⸀δέχωνταιὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ⸀ἐκείνηςτὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ⸀ἀποτινάσσετεεἰς μαρτύριον ἐπʼ αὐτούς.
6 They departed, and went throughout the villages, preaching the Good News, and healing everywhere.
ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
7 Now Herod the tetrarch heard of all that was done; and he was very perplexed, because it was said by some that John had risen from the dead,
Ἤκουσεν δὲ Ἡρῴδης ὁ τετραάρχης τὰ ⸀γινόμεναπάντα, καὶ διηπόρει διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ⸀ἠγέρθηἐκ νεκρῶν,
8 and by some that Elijah had appeared, and by others that one of the old prophets had risen again.
ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη, ἄλλων δὲ ὅτι προφήτης ⸀τιςτῶν ἀρχαίων ἀνέστη.
9 Herod said, "John I beheaded, but who is this, about whom I hear such things?" He sought to see him.
⸂εἶπεν δὲ ⸀ὁἩρῴδης· Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗος περὶ ⸀οὗ ἀκούω τοιαῦτα; καὶ ἐζήτει ἰδεῖν αὐτόν.
10 The apostles, when they had returned, told him what things they had done. He took them, and withdrew apart to a city called Bethsaida.
Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. καὶ παραλαβὼν αὐτοὺς ὑπεχώρησεν κατʼ ἰδίαν εἰς ⸂πόλιν καλουμένην Βηθσαϊδά.
11 But the crowds, perceiving it, followed him. He welcomed them, and spoke to them of the Kingdom of God, and he cured those who needed healing.
οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ. καὶ ⸀ἀποδεξάμενοςαὐτοὺς ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
12 The day began to wear away; and the twelve came, and said to him, "Send the crowd away, that they may go into the surrounding villages and farms, and lodge, and get food, for we are here in a deserted place."
Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπαν αὐτῷ· Ἀπόλυσον τὸν ὄχλον, ἵνα ⸀πορευθέντεςεἰς τὰς κύκλῳ κώμας ⸀καὶἀγροὺς καταλύσωσιν καὶ εὕρωσιν ἐπισιτισμόν, ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν.
13 But he said to them, "You give them something to eat." They said, "We have no more than five loaves and two fish, unless we should go and buy food for all these people."
εἶπεν δὲ πρὸς αὐτούς· Δότε αὐτοῖς ⸂ὑμεῖς φαγεῖν. οἱ δὲ εἶπαν· Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ ⸂ἄρτοι πέντε καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα.
14 For they were about five thousand men. He said to his disciples, "Make them sit down in groups of about fifty each."
ἦσαν γὰρ ὡσεὶἄνδρες πεντακισχίλιοι. εἶπεν δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ· Κατακλίνατε αὐτοὺς κλισίας ⸀ὡσεὶ ἀνὰ πεντήκοντα.
15 They did so, and made them all sit down.
καὶ ἐποίησαν οὕτως καὶ ⸀κατέκλινανἅπαντας.
16 He took the five loaves and the two fish, and looking up to the sky, he blessed them, and broke them, and gave them to the disciples to set before the crowd.
λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν αὐτοὺς καὶ κατέκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς ⸀παραθεῖναιτῷ ὄχλῳ.
17 They ate, and were all filled. They gathered up twelve baskets of broken pieces that were left over.
καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες, καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων κόφινοι δώδεκα.
18 It happened, as he was praying alone, that the disciples were with him, and he asked them, "Who do the crowds say that I am?"
Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον κατὰ μόνας συνῆσαν αὐτῷ οἱ μαθηταί, καὶ ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με ⸂οἱ ὄχλοι λέγουσιν εἶναι;
19 They answered, "'John the Baptist,' but others say, 'Elijah,' and others, that one of the old prophets is risen again."
οἱ δὲ ἀποκριθέντες εἶπαν· Ἰωάννην τὸν βαπτιστήν, ἄλλοι δὲ Ἠλίαν, ἄλλοι δὲ ὅτι προφήτης τις τῶν ἀρχαίων ἀνέστη.
20 He said to them, "But who do you say that I am?" Peter answered, "The Christ of God."
εἶπεν δὲ αὐτοῖς· Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; ⸂Πέτρος δὲ ἀποκριθεὶς εἶπεν· Τὸν χριστὸν τοῦ θεοῦ.
21 But he warned them, and commanded them to tell this to no one,
Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλεν μηδενὶ ⸀λέγειντοῦτο,
22 saying, "The Son of Man must suffer many things, and be rejected by the elders, chief priests, and scribes, and be killed, and the third day be raised up."
εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων καὶ ἀποκτανθῆναι καὶ τῇ τρίτῃ ἡμέρᾳ ⸀ἐγερθῆναι
23 He said to all, "If anyone desires to come after me, let him deny himself, take up his cross daily, and follow me.
Ἔλεγεν δὲ πρὸς πάντας· Εἴ τις θέλει ὀπίσω μου ⸂ἔρχεσθαι, ἀρνησάσθω⸃ ἑαυτὸν καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ ⸂καθʼ ἡμέραν⸃, καὶ ἀκολουθείτω μοι.
24 For whoever desires to save his life will lose it, but whoever will lose his life for my sake, the same will save it.
ὃς γὰρ ⸀ἂνθέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δʼ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν.
25 For what does it profit a person if he gains the whole world, and loses or forfeits his own self?
τί γὰρ ὠφελεῖται ἄνθρωπος κερδήσας τὸν κόσμον ὅλον ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς;
26 For whoever will be ashamed of me and of my words, of him will the Son of Man be ashamed, when he comes in his glory, and the glory of the Father, and of the holy angels.
ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων.
27 But I tell you the truth: There are some of those who stand here, who will in no way taste of death, until they see the Kingdom of God."
λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσίν τινες τῶν ⸀αὐτοῦ⸀ἑστηκότωνοἳ οὐ μὴ γεύσωνται θανάτου ἕως ἂν ἴδωσιν τὴν βασιλείαν τοῦ θεοῦ.
28 It happened about eight days after these sayings, that he took with him Peter, John, and James, and went up onto the mountain to pray.
Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτὼ ⸀καὶπαραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι.
29 As he was praying, the appearance of his face was altered, and his clothing became white and dazzling.
καὶ ἐγένετο ἐν τῷ προσεύχεσθαι αὐτὸν τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων.
30 And look, two men were talking with him, who were Moses and Elijah,
καὶ ἰδοὺ ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωϋσῆς καὶ Ἠλίας,
31 who appeared in glory, and spoke of his departure, which he was about to accomplish at Jerusalem.
οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἤμελλεν πληροῦν ἐν Ἰερουσαλήμ.
32 Now Peter and those who were with him were heavy with sleep, but when they were fully awake, they saw his glory, and the two men who stood with him.
ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ.
33 It happened, as they were parting from him, that Peter said to Jesus, "Master, it is good for us to be here. Let us make three tents: one for you, and one for Moses, and one for Elijah," not knowing what he said.
καὶ ἐγένετο ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπʼ αὐτοῦ εἶπεν ⸀ὁΠέτρος πρὸς τὸν Ἰησοῦν· Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι, καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοὶ καὶ μίαν Μωϋσεῖ καὶ μίαν Ἠλίᾳ, μὴ εἰδὼς ὃ λέγει.
34 While he said these things, a cloud came and overshadowed them, and they were afraid as they entered into the cloud.
ταῦτα δὲ αὐτοῦ λέγοντος ἐγένετο νεφέλη καὶ ⸀ἐπεσκίαζεναὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ ⸂εἰσελθεῖν αὐτοὺς εἰς τὴν νεφέλην.
35 A voice came out of the cloud, saying, "This is my Son, my Chosen One. Listen to him."
καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ⸀ἐκλελεγμένος αὐτοῦ ἀκούετε.
36 When the voice came, Jesus was found alone. They were silent, and told no one in those days any of the things which they had seen.
καὶ ἐν τῷ γενέσθαι τὴν φωνὴν ⸀εὑρέθηἸησοῦς μόνος. καὶ αὐτοὶ ἐσίγησαν καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑώρακαν.
37 It happened on the next day, when they had come down from the mountain, that a large crowd met him.
Ἐγένετο ⸀δὲτῇ ἑξῆς ἡμέρᾳ κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους συνήντησεν αὐτῷ ὄχλος πολύς.
38 And look, a man from the crowd called out, saying, "Teacher, I beg you to look at my son, for he is my only child.
καὶ ἰδοὺ ἀνὴρ ἀπὸ τοῦ ὄχλου ⸀ἐβόησενλέγων· Διδάσκαλε, δέομαί σου ἐπιβλέψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής ⸂μοί ἐστιν,
39 And look, a spirit seizes him, and all at once he cries out, and it convulses him so that he foams, and it hardly departs from him, bruising him severely.
καὶ ἰδοὺ πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ καὶ ⸀μόγιςἀποχωρεῖ ἀπʼ αὐτοῦ συντρῖβον αὐτόν·
40 I begged your disciples to cast it out, and they could not."
καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν.
41 Jesus answered, "Faithless and perverse generation, how long must I be with you and put up with you? Bring your son here."
ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς καὶ ἀνέξομαι ὑμῶν; προσάγαγε ⸂ὧδε τὸν υἱόν σου.
42 While he was still coming, the demon threw him down and convulsed him violently. But Jesus rebuked the unclean spirit, and healed the boy, and gave him back to his father.
ἔτι δὲ προσερχομένου αὐτοῦ ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησεν δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ.
43 They were all astonished at the majesty of God. But while all were marveling at all the things which Jesus did, he said to his disciples,
ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ θεοῦ. Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ⸀ἐποίει εἶπεν πρὸς τοὺς μαθητὰς αὐτοῦ·
44 "Let these words sink into your ears, for the Son of Man will be delivered up into the hands of men."
Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους, ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων.
45 But they did not understand this saying. It was concealed from them, that they should not perceive it, and they were afraid to ask him about this saying.
οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπʼ αὐτῶν ἵνα μὴ αἴσθωνται αὐτό, καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
46 There arose an argument among them about which of them was the greatest.
Εἰσῆλθεν δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν.
47 Jesus, knowing the reasoning of their hearts, took a little child, and set him by his side,
ὁ δὲ Ἰησοῦς ⸀εἰδὼςτὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν ἐπιλαβόμενος ⸀παιδίονἔστησεν αὐτὸ παρʼ ἑαυτῷ,
48 and said to them, "Whoever receives this little child in my name receives me. Whoever receives me receives him who sent me. For whoever is least among you all, this one is great."
καὶ εἶπεν αὐτοῖς· Ὃς ⸀ἂνδέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται, καὶ ὃς ⸁ἂνἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτός ⸀ἐστινμέγας.
49 John answered, "Master, we saw someone casting out demons in your name, and we forbade him, because he does not follow with us."
Ἀποκριθεὶς ⸀δὲἸωάννης εἶπεν· Ἐπιστάτα, εἴδομέν τινα ⸀ἐντῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια, καὶ ⸀ἐκωλύομεναὐτὸν ὅτι οὐκ ἀκολουθεῖ μεθʼ ἡμῶν.
50 Jesus said to him, "Do not forbid him, for he who is not against you is for you."
⸂εἶπεν δὲ πρὸς αὐτὸν ⸀ὁἸησοῦς· Μὴ κωλύετε, ὃς γὰρ οὐκ ἔστιν καθʼ ⸂ὑμῶν ὑπὲρ ὑμῶν ἐστιν.
51 It came to pass, when the days were near that he should be taken up, he intently set his face to go to Jerusalem,
Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήμψεως αὐτοῦ καὶ αὐτὸς τὸ ⸀πρόσωπον⸀ἐστήρισεντοῦ πορεύεσθαι εἰς Ἰερουσαλήμ,
52 and sent messengers before his face. They went, and entered into a village of the Samaritans, so as to prepare for him.
καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ. καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαριτῶν, ⸀ὡςἑτοιμάσαι αὐτῷ·
53 But they did not receive him, because he was traveling with his face set towards Jerusalem.
καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἰερουσαλήμ.
54 When his disciples, James and John, saw this, they said, "Lord, do you want us to command fire to come down from the sky, and consume them?"
ἰδόντες δὲ οἱ ⸀μαθηταὶἸάκωβος καὶ Ἰωάννης εἶπαν· Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ καὶ ἀναλῶσαι ⸀αὐτούς
55 And he turned and rebuked them, and said, "You do not realize what kind of Spirit you belong to.
στραφεὶς δὲ ἐπετίμησεν ⸀αὐτοῖς
56 For the Son of Man did not come to destroy people's lives, but to save them." And they went to another village.
⸀καὶἐπορεύθησαν εἰς ἑτέραν κώμην.
57 As they went on the way, a certain man said to him, "I want to follow you wherever you go."
⸀Καὶπορευομένων αὐτῶν ἐν τῇ ὁδῷ εἶπέν τις πρὸς αὐτόν· Ἀκολουθήσω σοι ὅπου ⸀ἐὰν⸀ἀπέρχῃ
58 And Jesus said to him, "The foxes have holes, and the birds of the sky have nests, but the Son of Man has no place to lay his head."
καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς· Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσιν καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις, ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ.
59 He said to another, "Follow me." But he said, "Lord, allow me first to go and bury my father."
εἶπεν δὲ πρὸς ἕτερον· Ἀκολούθει μοι. ὁ δὲ εἶπεν· ⸀Κύριε ἐπίτρεψόν μοι ⸂ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου.
60 But Jesus said to him, "Leave the dead to bury their own dead, but you go and announce the Kingdom of God."
εἶπεν δὲ ⸀αὐτῷ Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς, σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ θεοῦ.
61 Another also said, "I want to follow you, Lord, but first allow me to bid farewell to those who are at my house."
εἶπεν δὲ καὶ ἕτερος· Ἀκολουθήσω σοι, κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου.
62 But Jesus said to him, "No one, having put his hand to the plow, and looking back, is fit for the Kingdom of God."
εἶπεν δὲ ⸂ὁ Ἰησοῦς· Οὐδεὶς ἐπιβαλὼν τὴν ⸀χεῖραἐπʼ ἄροτρον καὶ βλέπων εἰς τὰ ὀπίσω εὔθετός ἐστιν ⸂τῇ βασιλείᾳ τοῦ θεοῦ.