< Philemon 1 >
1 Paul, a prisoner of Christ Jesus, and Timothy our brother, to Philemon, our beloved fellow worker,
Παῦλος, δέσμιος ˚Χριστοῦ ˚Ἰησοῦ, καὶ Τιμόθεος, ὁ ἀδελφὸς, Φιλήμονι, τῷ ἀγαπητῷ καὶ συνεργῷ ἡμῶν,
2 and to Apphia our sister, to Archippus, our fellow soldier, and to the church in your house:
καὶ Ἀπφίᾳ, τῇ ἀδελφῇ, καὶ Ἀρχίππῳ, τῷ συστρατιώτῃ ἡμῶν, καὶ τῇ κατʼ οἶκόν σου ἐκκλησίᾳ:
3 Grace to you and peace from God our Father and the Lord Jesus Christ.
χάρις ὑμῖν καὶ εἰρήνη, ἀπὸ ˚Θεοῦ Πατρὸς ἡμῶν καὶ ˚Κυρίου ˚Ἰησοῦ ˚Χριστοῦ.
4 I thank my God always, making mention of you in my prayers,
Εὐχαριστῶ τῷ ˚Θεῷ μου πάντοτε, μνείαν σου ποιούμενος ἐπὶ τῶν προσευχῶν μου,
5 hearing of your love, and of the faith which you have toward the Lord Jesus, and toward all the saints;
ἀκούων σου τὴν ἀγάπην καὶ τὴν πίστιν, ἣν ἔχεις εἰς τὸν ˚Κύριον ˚Ἰησοῦν, καὶ εἰς πάντας τοὺς ἁγίους,
6 that the fellowship of your faith may become effective, in the knowledge of every good thing which is in you in Christ.
ὅπως ἡ κοινωνία τῆς πίστεώς σου, ἐνεργὴς γένηται ἐν ἐπιγνώσει παντὸς ἀγαθοῦ τοῦ ἐν ἡμῖν εἰς ˚Χριστόν.
7 For I have much joy and comfort in your love, because the hearts of the saints have been refreshed through you, brother.
Χαρὰν γὰρ πολλὴν ἔσχον καὶ παράκλησιν, ἐπὶ τῇ ἀγάπῃ σου, ὅτι τὰ σπλάγχνα τῶν ἁγίων ἀναπέπαυται διὰ σοῦ, ἀδελφέ.
8 Therefore, though I have all boldness in Christ to command you that which is appropriate,
Διό, πολλὴν ἐν ˚Χριστῷ παρρησίαν ἔχων, ἐπιτάσσειν σοι τὸ ἀνῆκον,
9 yet on the basis of love I rather appeal, being such a one as Paul, the aged, but also a prisoner of Christ Jesus.
διὰ τὴν ἀγάπην μᾶλλον παρακαλῶ τοιοῦτος ὢν, ὡς Παῦλος (πρεσβύτης νυνὶ δὲ καὶ δέσμιος ˚Χριστοῦ ˚Ἰησοῦ),
10 I appeal to you for my child, whom I have become the father of in my chains, Onesimus,
παρακαλῶ σε περὶ τοῦ ἐμοῦ τέκνου, ὃν ἐγέννησα ἐν τοῖς δεσμοῖς, Ὀνήσιμον,
11 who once was useless to you, but now is useful to you and to me.
τόν ποτέ σοι ἄχρηστον, νυνὶ δὲ σοὶ καὶ ἐμοὶ εὔχρηστον,
12 I am sending back to you, him who is my very heart,
ὃν ἀνέπεμψά σοι αὐτόν, τοῦτʼ ἔστιν τὰ ἐμὰ σπλάγχνα,
13 whom I desired to keep with me, that on your behalf he might serve me in my chains for the Good News.
ὃν ἐγὼ ἐβουλόμην πρὸς ἐμαυτὸν κατέχειν, ἵνα ὑπὲρ σοῦ μοι διακονῇ ἐν τοῖς δεσμοῖς τοῦ εὐαγγελίου,
14 But I was willing to do nothing without your consent, that your goodness would not be as of necessity, but of free will.
χωρὶς δὲ τῆς σῆς γνώμης, οὐδὲν ἠθέλησα ποιῆσαι, ἵνα μὴ ὡς κατὰ ἀνάγκην τὸ ἀγαθόν σου ᾖ, ἀλλὰ κατὰ ἑκούσιον.
15 For perhaps he was therefore separated from you for a while, that you would have him forever, (aiōnios )
Τάχα γὰρ διὰ τοῦτο, ἐχωρίσθη πρὸς ὥραν, ἵνα αἰώνιον αὐτὸν ἀπέχῃς, (aiōnios )
16 no longer as a slave, but more than a slave, a beloved brother, especially to me, but how much rather to you, both in the flesh and in the Lord.
οὐκέτι ὡς δοῦλον, ἀλλʼ ὑπὲρ δοῦλον, ἀδελφὸν ἀγαπητόν, μάλιστα ἐμοί πόσῳ δὲ μᾶλλον σοὶ, καὶ ἐν σαρκὶ καὶ ἐν ˚Κυρίῳ.
17 If then you count me a partner, receive him as you would receive me.
Εἰ οὖν με ἔχεις κοινωνόν, προσλαβοῦ αὐτὸν ὡς ἐμέ.
18 But if he has wronged you at all, or owes you anything, put that to my account.
Εἰ δέ τι ἠδίκησέν σε ἢ ὀφείλει, τοῦτο ἐμοὶ ἐλλόγα.
19 I, Paul, write this with my own hand: I will repay it (not to mention to you that you owe to me even your own self besides).
Ἐγὼ Παῦλος ἔγραψα τῇ ἐμῇ χειρί, ἐγὼ ἀποτίσω· ἵνα μὴ λέγω σοι ὅτι καὶ σεαυτόν μοι προσοφείλεις.
20 Yes, brother, let me have joy from you in the Lord. Refresh my heart in Christ.
Ναί, ἀδελφέ, ἐγώ σου ὀναίμην ἐν ˚Κυρίῳ· ἀνάπαυσόν μου τὰ σπλάγχνα ἐν ˚Χριστῷ.
21 Having confidence in your obedience, I write to you, knowing that you will do even beyond what I say.
Πεποιθὼς τῇ ὑπακοῇ σου, ἔγραψά σοι, εἰδὼς ὅτι καὶ ὑπὲρ ἃ λέγω, ποιήσεις.
22 Also, prepare a guest room for me, for I hope that through your prayers I will be restored to you.
Ἅμα δὲ καὶ ἑτοίμαζέ μοι ξενίαν, ἐλπίζω γὰρ ὅτι διὰ τῶν προσευχῶν ὑμῶν, χαρισθήσομαι ὑμῖν.
23 Epaphras, my fellow prisoner in Christ Jesus, greets you,
Ἀσπάζεταί σε Ἐπαφρᾶς, ὁ συναιχμάλωτός μου ἐν ˚Χριστῷ ˚Ἰησοῦ,
24 as do Mark, Aristarchus, Demas, and Luke, my fellow workers.
Μᾶρκος, Ἀρίσταρχος, Δημᾶς, Λουκᾶς, οἱ συνεργοί μου.
25 The grace of the Lord Jesus Christ be with your spirit.
Ἡ χάρις τοῦ ˚Κυρίου ἡμῶν, ˚Ἰησοῦ ˚Χριστοῦ, μετὰ τοῦ πνεύματος ὑμῶν. Ἀμήν!