< Matthew 25 >

1 "Then the kingdom of heaven will be like ten virgins, who took their lamps, and went out to meet the bridegroom.
Τότε ὁμοιωθήσεται ἡ Βασιλεία τῶν Οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας αὐτῶν ἐξῆλθον εἰς ὑπάντησιν τοῦ νυμφίου.
2 Five of them were foolish, and five were wise.
Πέντε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ, καὶ πέντε φρόνιμοι.
3 For the foolish, when they took their lamps, took no oil with them,
Αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας αὐτῶν, οὐκ ἔλαβον μεθʼ ἑαυτῶν ἔλαιον·
4 but the wise took oil in their vessels with their lamps.
αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις, μετὰ τῶν λαμπάδων ἑαυτῶν.
5 Now while the bridegroom delayed, they all slumbered and slept.
Χρονίζοντος δὲ τοῦ νυμφίου, ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον.
6 But at midnight there was a cry, 'Look. The bridegroom. Come out to meet him.'
Μέσης δὲ νυκτὸς, κραυγὴ γέγονεν, ‘Ἰδοὺ, ὁ νυμφίος!’ Ἐξέρχεσθε εἰς ἀπάντησιν.
7 Then all those virgins arose, and trimmed their lamps.
Τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι, καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν.
8 The foolish said to the wise, 'Give us some of your oil, for our lamps are going out.'
Αἱ δὲ μωραὶ ταῖς φρονίμοις εἶπον, ‘Δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν, ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται.’
9 But the wise answered, saying, 'No, there will not be enough for us and you. Go rather to those who sell, and buy for yourselves.'
Ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι, ‘Μήποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας, καὶ ἀγοράσατε ἑαυταῖς.’
10 While they went away to buy, the bridegroom came, and those who were ready went in with him to the marriage feast, and the door was shut.
Ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι, ἦλθεν ὁ νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετʼ αὐτοῦ εἰς τοὺς γάμους, καὶ ἐκλείσθη ἡ θύρα.
11 Afterward the other virgins also came, saying, 'Lord, Lord, open to us.'
Ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι, ‘Κύριε, κύριε, ἄνοιξον ἡμῖν!’
12 But he answered, 'Truly I tell you, I do not know you.'
Ὁ δὲ ἀποκριθεὶς εἶπεν, ‘Ἀμὴν, λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς.’
13 Watch therefore, for you do not know the day nor the hour.
Γρηγορεῖτε οὖν, ὅτι οὐκ οἴδατε τὴν ἡμέραν, οὐδὲ τὴν ὥραν.
14 "For it is like a man, going on a journey, who called his own servants, and entrusted his goods to them.
Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν, ἐκάλεσεν τοὺς ἰδίους δούλους, καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ.
15 To one he gave five talents, to another two, to another one; to each according to his own ability. Then he went on his journey.
Καὶ ᾧ μὲν ἔδωκεν πέντε τάλαντα, ᾧ δὲ δύο, ᾧ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, καὶ ἀπεδήμησεν εὐθέως.
16 Immediately the one who received the five talents went and traded with them, and made another five talents.
Πορευθεὶς, ὁ τὰ πέντε τάλαντα λαβὼν, ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέντε τάλαντα.
17 In like manner he who got the two gained another two.
Ὡσαύτως καὶ ὁ τὰ δύο, ἐκέρδησεν ἄλλα δύο.
18 But he who received the one went away and dug in the earth, and hid his lord's money.
Ὁ δὲ τὸ ἓν λαβὼν, ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ.
19 "Now after a long time the lord of those servants came, and reconciled accounts with them.
Μετὰ δὲ πολὺν χρόνον, ἔρχεται ὁ κύριος τῶν δούλων ἐκείνων, καὶ συναίρει λόγον μετʼ αὐτῶν.
20 And he who received the five talents came and brought another five talents, saying, 'Lord, you delivered to me five talents. See, I have gained another five talents.'
Καὶ προσελθὼν ὁ, τὰ πέντε τάλαντα λαβὼν, προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων, ‘Κύριε, πέντε τάλαντά μοι παρέδωκας, ἴδε, ἄλλα πέντε τάλαντα ἐκέρδησα.’
21 "His lord said to him, 'Well done, good and faithful servant. You have been faithful over a few things, I will set you over many things. Enter into the joy of your lord.'
Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, ‘Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! Ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.’
22 "And he also who had the two talents came and said, 'Lord, you delivered to me two talents. See, I have gained another two talents.'
Προσελθὼν καὶ ὁ τὰ δύο τάλαντα εἶπεν, ‘Κύριε, δύο τάλαντά μοι παρέδωκας. Ἴδε, ἄλλα δύο τάλαντα ἐκέρδησα.’
23 "His lord said to him, 'Well done, good and faithful servant. You have been faithful over a few things, I will set you over many things. Enter into the joy of your lord.'
Ἔφη αὐτῷ ὁ κύριος αὐτοῦ, ‘Εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ! Ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου.’
24 "He also who had received the one talent came and said, 'Lord, I knew you that you are a hard man, reaping where you did not sow, and gathering where you did not scatter.
Προσελθὼν δὲ καὶ ὁ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν, ‘Κύριε, ἔγνων σε, ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας, καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας.
25 I was afraid, and went away and hid your talent in the earth. See, you have what is yours.'
Καὶ φοβηθεὶς ἀπελθὼν, ἔκρυψα τὸ τάλαντόν σου ἐν τῇ γῇ. Ἴδε, ἔχεις τὸ σόν.’
26 "But his lord answered him, 'You wicked and slothful servant. You knew that I reap where I did not sow, and gather where I did not scatter.
Ἀποκριθεὶς δὲ ὁ κύριος αὐτοῦ εἶπεν αὐτῷ, ‘Πονηρὲ Δοῦλε καὶ ὀκνηρέ! ἬΙδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα, καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα;
27 You ought therefore to have deposited my money with the bankers, and at my coming I should have received back my own with interest.
Ἔδει σε οὖν βαλεῖν τὰ ἀργύριά μου τοῖς τραπεζίταις, καὶ ἐλθὼν, ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ.
28 Take away therefore the talent from him, and give it to him who has the ten talents.
Ἄρατε οὖν ἀπʼ αὐτοῦ τὸ τάλαντον, καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα.
29 For to everyone who has will be given, and he will have abundance, but from him who does not have, even that which he has will be taken away.
Τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, τοῦ δὲ μὴ ἔχοντος, καὶ ὃ ἔχει ἀρθήσεται ἀπʼ αὐτοῦ.
30 Throw out the unprofitable servant into the outer darkness, where there will be weeping and grinding of teeth.'
Καὶ τὸν ἀχρεῖον δοῦλον, ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων.’
31 "But when the Son of Man comes in his glory, and all the angels with him, then he will sit on the throne of his glory.
Ὅταν δὲ ἔλθῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ, καὶ πάντες οἱ ἄγγελοι μετʼ αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ.
32 Before him all the nations will be gathered, and he will separate them one from another, as a shepherd separates the sheep from the goats.
Καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφοριεῖ αὐτοὺς ἀπʼ ἀλλήλων, ὥσπερ ὁ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων.
33 He will set the sheep on his right hand, but the goats on the left.
Καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.
34 Then the King will tell those on his right hand, 'Come, blessed of my Father, inherit the Kingdom prepared for you from the foundation of the world;
Τότε ἐρεῖ ὁ Βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, ‘Δεῦτε οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου.
35 for I was hungry, and you gave me food to eat. I was thirsty, and you gave me drink. I was a stranger, and you took me in.
Ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ συνηγάγετέ με,
36 I was naked, and you clothed me. I was sick, and you visited me. I was in prison, and you came to me.'
γυμνὸς καὶ περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με.’
37 "Then the righteous will answer him, saying, 'Lord, when did we see you hungry, and feed you; or thirsty, and give you a drink?
Τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες, ‘˚Κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν;
38 When did we see you as a stranger, and take you in; or naked, and clothe you?
Πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν;
39 When did we see you sick, or in prison, and come to you?'
Πότε δέ σε εἴδομεν ἀσθενῆ ἢ ἐν φυλακῇ, καὶ ἤλθομεν πρός σε;’
40 "The King will answer them, 'Truly I tell you, inasmuch as you did it to one of the least of these my brothers, you did it to me.'
Καὶ ἀποκριθεὶς ὁ Βασιλεὺς ἐρεῖ αὐτοῖς, ‘Ἀμὴν, λέγω ὑμῖν, ἐφʼ ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε.’
41 Then he will say also to those on the left hand, 'Depart from me, you cursed, into the everlasting fire which is prepared for the devil and his angels; (aiōnios g166)
Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων, ‘Πορεύεσθε ἀπʼ ἐμοῦ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. (aiōnios g166)
42 for I was hungry, and you did not give me food to eat; I was thirsty, and you gave me no drink;
Ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, καὶ ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με,
43 I was a stranger, and you did not take me in; naked, and you did not clothe me; sick, and in prison, and you did not visit me.'
ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθέ με.’
44 "Then they will also answer, saying, 'Lord, when did we see you hungry, or thirsty, or a stranger, or naked, or sick, or in prison, and did not help you?'
Τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες, ‘˚Κύριε, πότε σε εἴδομεν πεινῶντα, ἢ διψῶντα, ἢ ξένον, ἢ γυμνὸν, ἢ ἀσθενῆ, ἢ ἐν φυλακῇ, καὶ οὐ διηκονήσαμέν σοι;’
45 "Then he will answer them, saying, 'Truly I tell you, inasmuch as you did not do it to one of the least of these, you did not do it to me.'
Τότε ἀποκριθήσεται αὐτοῖς λέγων, ‘Ἀμὴν, λέγω ὑμῖν, ἐφʼ ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε.’
46 These will go away into everlasting punishment, but the righteous into everlasting life." (aiōnios g166)
Καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.” (aiōnios g166)

< Matthew 25 >