< Matthew 21 >

1 When they drew near to Jerusalem, and came to Bethphage, to the Mount of Olives, then Jesus sent two disciples,
Καὶ ὅτε ἤγγισαν εἰς Ἱεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ (εἰς *N(k)O*) τὸ ὄρος τῶν ἐλαιῶν, τότε (ὁ *ko*) Ἰησοῦς ἀπέστειλεν δύο μαθητὰς
2 saying to them, "Go into the village that is opposite you, and immediately you will find a donkey tied, and a colt with her. Untie them, and bring them to me.
λέγων αὐτοῖς· (πορεύεσθε *N(k)O*) εἰς τὴν κώμην τὴν (κατέναντι *N(k)O*) ὑμῶν. καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετ᾽ αὐτῆς· λύσαντες (ἀγάγετέ *NK(o)*) μοι.
3 And if anyone says anything to you, you are to say, 'Because the Lord needs them,' and he will send them at once."
καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι ὁ κύριος αὐτῶν χρείαν ἔχει, εὐθὺς δὲ (ἀποστελεῖ *NK(o)*) αὐτούς.
4 This took place that it might be fulfilled which was spoken through the prophet, saying,
Τοῦτο δὲ (ὅλον *k*) γέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος·
5 Say to the daughter of Zion, "Look, your King comes to you, humble, and riding on a donkey, on a colt, the foal of a donkey."
εἴπατε τῇ θυγατρὶ Σιών· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι, πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶ ὄνον καὶ (ἐπὶ *no*) πῶλον υἱὸν ὑποζυγίου.
6 The disciples went, and did just as Jesus directed them,
Πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς (συνέταξεν *N(k)O*) αὐτοῖς ὁ Ἰησοῦς,
7 and brought the donkey and the colt, and placed their clothes on them; and he sat on them.
ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον καὶ ἐπέθηκαν (ἐπ᾽ *N(k)O*) αὐτῶν τὰ ἱμάτια (αὐτῶν, *k*) καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν.
8 A very large crowd spread their clothes on the road. Others cut branches from the trees, and spread them on the road.
ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ.
9 The crowds who went before him, and who followed kept shouting, "Hosanna to the son of David. Blessed is he who comes in the name of the Lord. Hosanna in the highest."
οἱ δὲ ὄχλοι οἱ προάγοντες (αὐτὸν *no*) καὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· ὡσαννὰ τῷ υἱῷ Δαυίδ, εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου, ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
10 When he had come into Jerusalem, all the city was stirred up, saying, "Who is this?"
Καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· τίς ἐστιν οὗτος;
11 The crowds said, "This is the prophet Jesus, from Nazareth of Galilee."
Οἱ δὲ ὄχλοι ἔλεγον· οὗτός ἐστιν ὁ προφήτης Ἰησοῦς, ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας.
12 Jesus entered into the temple, and drove out all of those who sold and bought in the temple, and overthrew the money changers' tables and the seats of those who sold the doves.
Καὶ εἰσῆλθεν (ὁ *k*) Ἰησοῦς εἰς τὸ ἱερὸν (τοῦ θεοῦ *K*) καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς.
13 He said to them, "It is written, 'My house will be called a house of prayer,' but you have made it a den of robbers."
καὶ λέγει αὐτοῖς· γέγραπται· ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν (ποιεῖτε *N(k)O*) σπήλαιον λῃστῶν.
14 The blind and the lame came to him in the temple, and he healed them.
καὶ προσῆλθον αὐτῷ τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς.
15 But when the chief priests and the scribes saw the wonderful things that he did, and the children crying out in the temple and saying, "Hosanna to the son of David." they were indignant,
ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺς παῖδας (τοὺς *no*) κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας· ὡσαννὰ τῷ υἱῷ Δαυίδ, ἠγανάκτησαν
16 and said to him, "Do you hear what these are saying?" Jesus said to them, "Yes. Did you never read, 'Out of the mouth of children and infants you have prepared praise?'"
καὶ εἶπαν αὐτῷ· ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· ναί. οὐδέποτε ἀνέγνωτε ὅτι ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον;
17 He left them, and went out of the city to Bethany, and lodged there.
Καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν καὶ ηὐλίσθη ἐκεῖ.
18 Now in the morning, as he returned to the city, he was hungry.
(πρωῒ *N(k)O*) δὲ (ἐπανάγων *NK(o)*) εἰς τὴν πόλιν ἐπείνασεν,
19 Seeing a fig tree by the road, he came to it, and found nothing on it but leaves. He said to it, "Let there be no fruit from you forever." Immediately the fig tree withered away. (aiōn g165)
καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπ᾽ αὐτὴν καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον καὶ λέγει αὐτῇ· (οὐ *o*) μηκέτι ἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα. καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. (aiōn g165)
20 When the disciples saw it, they were amazed, saying, "How did the fig tree immediately wither away?"
καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ;
21 Jesus answered them, "Truly I tell you, if you have faith, and do not doubt, you will not only do what was done to the fig tree, but even if you told this mountain, 'Be taken up and cast into the sea,' it would be done.
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἀμὴν λέγω ὑμῖν· ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν κἂν τῷ ὄρει τούτῳ εἴπητε· ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται·
22 All things, whatever you ask in prayer, believing, you will receive."
καὶ πάντα ὅσα (ἂν *NK(o)*) αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήμψεσθε.
23 When he had come into the temple, the chief priests and the elders of the people came to him as he was teaching, and said, "By what authority do you do these things? Who gave you this authority?"
Καὶ (ἐλθόντος αὐτοῦ *N(k)O*) εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην;
24 Jesus answered them, "I also will ask you one question, which if you tell me, I likewise will tell you by what authority I do these things.
Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· ἐρωτήσω ὑμᾶς κἀγὼ κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
25 The baptism of John, where was it from? From heaven or from people?" They reasoned with themselves, saying, "If we say, 'From heaven,' he will ask us, 'Why then did you not believe him?'
τὸ βάπτισμα (τὸ *no*) Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; Οἱ δὲ διελογίζοντο (ἐν *N(k)O*) ἑαυτοῖς λέγοντες· ἐὰν εἴπωμεν· ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ;
26 But if we say, 'From people,' we fear the crowd, for all hold John as a prophet."
ἐὰν δὲ εἴπωμεν· ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον· πάντες γὰρ ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην.
27 They answered Jesus, and said, "We do not know." He also said to them, "Neither will I tell you by what authority I do these things.
Καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
28 But what do you think? A man had two sons, and he came to the first, and said, 'Son, go work today in the vineyard.'
Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο, καὶ προσελθὼν τῷ πρώτῳ εἶπεν· τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ἀμπελῶνι (μου. *k*)
29 He answered, 'I will not,' but afterward he changed his mind, and went.
ὁ δὲ ἀποκριθεὶς εἶπεν· οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς ἀπῆλθεν.
30 And he came to the other, and said the same thing. And he answered and said, 'I go, sir,' but he did not go.
(Καὶ *k*) προσελθὼν (δὲ *no*) τῷ (ἑτέρῳ *N(K)O*) εἶπεν ὡσαύτως. ὁ δὲ ἀποκριθεὶς εἶπεν· ἐγώ, κύριε· καὶ οὐκ ἀπῆλθεν.
31 Which of the two did the will of his father?" They said, "The first." Jesus said to them, "Truly I tell you that the tax collectors and the prostitutes are entering into the Kingdom of God before you.
τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; λέγουσιν (αὐτῷ· *k*) ὁ (πρῶτος. *NK(O)*) λέγει αὐτοῖς ὁ Ἰησοῦς· ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ.
32 For John came to you in the way of righteousness, and you did not believe him, but the tax collectors and the prostitutes believed him. When you saw it, you did not even repent afterward, that you might believe him.
ἦλθεν γὰρ Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ. ὑμεῖς δὲ ἰδόντες (οὐδὲ *N(k)O*) μετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ.
33 "Hear another parable. There was a landowner who planted a vineyard, set a hedge about it, dug a winepress in it, built a tower, leased it out to tenant farmers, and went on a journey.
Ἄλλην παραβολὴν ἀκούσατε· ἄνθρωπος (τις *k*) ἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον καὶ ἐξέδετο αὐτὸν γεωργοῖς καὶ ἀπεδήμησεν.
34 When the season for the fruit drew near, he sent his servants to the tenants, to receive his fruit.
ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ.
35 The tenants took his servants, beat one, killed another, and stoned another.
καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ, ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν.
36 Again, he sent other servants more than the first: and they treated them the same way.
πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως.
37 But afterward he sent to them his son, saying, 'They will respect my son.'
ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· ἐντραπήσονται τὸν υἱόν μου.
38 But the tenants, when they saw the son, said among themselves, 'This is the heir. Come, let us kill him, and have his inheritance.'
Οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε, ἀποκτείνωμεν αὐτὸν καὶ (σχῶμεν *N(k)O*) τὴν κληρονομίαν αὐτοῦ.
39 So they took him, and threw him out of the vineyard, and killed him.
καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν.
40 When therefore the lord of the vineyard comes, what will he do to those tenants?"
ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις;
41 They told him, "He will utterly destroy those evil men, and will lease out the vineyard to other tenants, who will give him the fruit in its season."
λέγουσιν αὐτῷ· κακοὺς κακῶς ἀπολέσει αὐτοὺς καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν.
42 Jesus said to them, "Did you never read in the Scriptures, 'The stone which the builders rejected, the same was made the head of the corner. This was from the Lord. It is marvelous in our eyes?'
Λέγει αὐτοῖς ὁ Ἰησοῦς· οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς· λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες, οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας. παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν;
43 "Therefore I tell you, the Kingdom of God will be taken away from you, and will be given to a nation bringing forth its fruit.
διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφ᾽ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς.
44 He who falls on this stone will be broken to pieces; but on whomever it will fall, it will crush him."
καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφ᾽ ὃν δ᾽ ἂν πέσῃ, λικμήσει αὐτόν.
45 When the chief priests and the Pharisees heard his parables, they perceived that he spoke about them.
Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει.
46 When they sought to seize him, they feared the crowds, because they considered him to be a prophet.
καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, (ἐπεὶ εἰς *N(k)O*) προφήτην αὐτὸν εἶχον.

< Matthew 21 >