< Matthew 12 >
1 At that time, Jesus went on the Sabbath day through the grain fields. His disciples were hungry and began to pluck heads of grain and to eat.
Ἐν ἐκείνῳ τῷ καιρῷ, ἐπορεύθη ὁ ˚Ἰησοῦς τοῖς Σάββασιν διὰ τῶν σπορίμων· οἱ δὲ μαθηταὶ αὐτοῦ ἐπείνασαν, καὶ ἤρξαντο τίλλειν στάχυας καὶ ἐσθίειν.
2 But the Pharisees, when they saw it, said to him, "Look, your disciples do what is not lawful to do on the Sabbath."
Οἱ δὲ Φαρισαῖοι ἰδόντες, εἶπαν αὐτῷ, “Ἰδοὺ, οἱ μαθηταί σου ποιοῦσιν ὃ οὐκ ἔξεστιν ποιεῖν ἐν Σαββάτῳ.”
3 But he said to them, "Have you not read what David did, when he and his companions were hungry;
Ὁ δὲ εἶπεν αὐτοῖς, “Οὐκ ἀνέγνωτε τί ἐποίησεν Δαυὶδ, ὅτε ἐπείνασεν καὶ οἱ μετʼ αὐτοῦ;
4 how he entered into the house of God, and they ate the show bread, which was not lawful for him to eat, neither for those who were with him, but only for the priests?
Πῶς εἰσῆλθεν εἰς τὸν οἶκον τοῦ ˚Θεοῦ, καὶ τοὺς ἄρτους τῆς Προθέσεως ἔφαγον, ὃ οὐκ ἐξὸν ἦν αὐτῷ φαγεῖν, οὐδὲ τοῖς μετʼ αὐτοῦ, εἰ μὴ τοῖς ἱερεῦσιν μόνοις;
5 Or have you not read in the Law, that on the Sabbath day the priests in the temple profane the Sabbath and are blameless?
Ἢ οὐκ ἀνέγνωτε ἐν τῷ νόμῳ ὅτι τοῖς Σάββασιν οἱ ἱερεῖς ἐν τῷ ἱερῷ τὸ Σάββατον βεβηλοῦσιν, καὶ ἀναίτιοί εἰσιν;
6 But I tell you that something greater than the temple is here.
Λέγω δὲ ὑμῖν ὅτι τοῦ ἱεροῦ μεῖζόν ἐστιν ὧδε.
7 But if you had known what this means, 'I desire mercy, and not sacrifice,' you would not have condemned the innocent.
Εἰ δὲ ἐγνώκειτε τί ἐστιν: ‘Ἔλεος θέλω καὶ οὐ θυσίαν’, οὐκ ἂν κατεδικάσατε τοὺς ἀναιτίους.
8 For the Son of Man is Lord of the Sabbath."
˚Κύριος γάρ ἐστιν τοῦ Σαββάτου ὁ Υἱὸς τοῦ Ἀνθρώπου.”
9 And he departed from there and went into their synagogue.
Καὶ μεταβὰς ἐκεῖθεν, ἦλθεν εἰς τὴν συναγωγὴν αὐτῶν.
10 And look, there was a man with a withered hand. They asked him, "Is it lawful to heal on the Sabbath day?" that they might accuse him.
Καὶ ἰδοὺ, ἄνθρωπος χεῖρα ἔχων ξηράν. Καὶ ἐπηρώτησαν αὐτὸν λέγοντες, “Εἰ ἔξεστιν τοῖς Σάββασιν θεραπεύειν;” Ἵνα κατηγορήσωσιν αὐτοῦ.
11 And he said to them, "Which one of you who has one sheep, if it falls into a pit on the Sabbath, will not take hold of it and lift it out?
Ὁ δὲ εἶπεν αὐτοῖς, “Τίς ἔσται ἐξ ὑμῶν ἄνθρωπος, ὃς ἕξει πρόβατον ἕν, καὶ ἐὰν ἐμπέσῃ τοῦτο τοῖς Σάββασιν εἰς βόθυνον, οὐχὶ κρατήσει αὐτὸ καὶ ἐγερεῖ;
12 Of how much more value then is a person than a sheep. Therefore it is lawful to do good on the Sabbath."
Πόσῳ οὖν διαφέρει ἄνθρωπος προβάτου; Ὥστε ἔξεστιν τοῖς Σάββασιν καλῶς ποιεῖν.”
13 Then he told the man, "Stretch out your hand." And he stretched it out, and it was restored whole, just like the other.
Τότε λέγει τῷ ἀνθρώπῳ, “Ἔκτεινόν σου τὴν χεῖρα.” Καὶ ἐξέτεινεν, καὶ ἀπεκατεστάθη, ὑγιὴς ὡς ἡ ἄλλη.
14 But the Pharisees went out, and conspired against him, how they might destroy him.
Ἐξελθόντες δὲ, οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατʼ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν.
15 But Jesus, perceiving that, withdrew from there. Large crowds followed him, and he healed them all,
Ὁ δὲ ˚Ἰησοῦς γνοὺς, ἀνεχώρησεν ἐκεῖθεν. Καὶ ἠκολούθησαν αὐτῷ πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας,
16 and commanded them that they should not make him known.
καὶ ἐπετίμησεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν.
17 This was to fulfill what had been spoken through Isaiah the prophet, saying,
Ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ Ἠσαΐου τοῦ προφήτου λέγοντος,
18 "Look, my servant whom I have chosen; my beloved in whom my soul delights. I will put my Spirit on him; and he will proclaim justice to the nations.
“Ἰδοὺ, ὁ παῖς μου ὃν ᾑρέτισα, ὁ ἀγαπητός μου ὃν εὐδόκησεν ἡ ψυχή μου. Θήσω τὸ ˚Πνεῦμά μου ἐπʼ αὐτόν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ.
19 He will not quarrel, nor shout; nor will anyone hear his voice in the streets.
Οὐκ ἐρίσει, οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσει τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ.
20 He won't break a bruised reed. And he won't put out a smoldering wick, until he leads justice to victory.
Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν.
21 And in his name the coastlands will hope."
Καὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν.”
22 Then one possessed by a demon, blind and mute, was brought to him and he healed him, so that the mute man spoke and saw.
Τότε προσηνέχθη αὐτῷ δαιμονιζόμενος, τυφλὸς καὶ κωφός, καὶ ἐθεράπευσεν αὐτόν, ὥστε τὸν κωφὸν λαλεῖν καὶ βλέπειν.
23 And all the crowds were amazed, and said, "Can this be the son of David?"
Καὶ ἐξίσταντο πάντες οἱ ὄχλοι καὶ ἔλεγον, “Μήτι οὗτός ἐστιν ὁ υἱὸς Δαυίδ;”
24 But when the Pharisees heard it, they said, "This man does not cast out demons, except by Beelzebul, the prince of the demons."
Οἱ δὲ Φαρισαῖοι ἀκούσαντες εἶπον, “Οὗτος οὐκ ἐκβάλλει τὰ δαιμόνια, εἰ μὴ ἐν τῷ Βεεζεβοὺλ, ἄρχοντι τῶν δαιμονίων.”
25 And knowing their thoughts, he said to them, "Every kingdom divided against itself is brought to desolation, and every city or house divided against itself will not stand.
Εἰδὼς δὲ τὰς ἐνθυμήσεις αὐτῶν, εἶπεν αὐτοῖς, “Πᾶσα βασιλεία μερισθεῖσα καθʼ ἑαυτῆς ἐρημοῦται, καὶ πᾶσα πόλις ἢ οἰκία μερισθεῖσα καθʼ ἑαυτῆς οὐ σταθήσεται.
26 And if Satan casts out Satan, he is divided against himself. How then will his kingdom stand?
Καὶ εἰ ὁ Σατανᾶς τὸν Σατανᾶν ἐκβάλλει, ἐφʼ ἑαυτὸν ἐμερίσθη. Πῶς οὖν σταθήσεται ἡ βασιλεία αὐτοῦ;
27 If I by Beelzebul cast out demons, by whom do your children cast them out? Therefore they will be your judges.
Καὶ εἰ ἐγὼ ἐν Βεεζεβοὺλ ἐκβάλλω τὰ δαιμόνια, οἱ υἱοὶ ὑμῶν ἐν τίνι ἐκβάλλουσιν; Διὰ τοῦτο, αὐτοὶ κριταὶ ἔσονται ὑμῶν.
28 But if I by the Spirit of God cast out demons, then the Kingdom of God has come upon you.
Εἰ δὲ ἐν ˚Πνεύματι ˚Θεοῦ ἐγὼ ἐκβάλλω τὰ δαιμόνια, ἄρα ἔφθασεν ἐφʼ ὑμᾶς ἡ Βασιλεία τοῦ ˚Θεοῦ.
29 Or how can one enter into the house of the strong man, and carry off his possessions, unless he first bind the strong man? And then he will plunder his house.
Ἢ πῶς δύναταί τις εἰσελθεῖν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ καὶ τὰ σκεύη αὐτοῦ ἁρπάσαι, ἐὰν μὴ πρῶτον δήσῃ τὸν ἰσχυρόν; Καὶ τότε τὴν οἰκίαν αὐτοῦ διαρπάσει.
30 "He who is not with me is against me, and he who does not gather with me, scatters.
Ὁ μὴ ὢν μετʼ ἐμοῦ κατʼ ἐμοῦ ἐστιν, καὶ ὁ μὴ συνάγων μετʼ ἐμοῦ σκορπίζει.
31 Therefore I tell you, every sin and blasphemy will be forgiven people, but the blasphemy against the Spirit will not be forgiven.
Διὰ τοῦτο λέγω ὑμῖν, πᾶσα ἁμαρτία καὶ βλασφημία ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ τοῦ ˚Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται.
32 And whoever speaks a word against the Son of Man, it will be forgiven him; but whoever speaks against the Holy Spirit, it will not be forgiven him, neither in this age, nor in that which is to come. (aiōn )
Καὶ ὃς ἐὰν εἴπῃ λόγον κατὰ τοῦ Υἱοῦ τοῦ Ἀνθρώπου, ἀφεθήσεται αὐτῷ· ὃς δʼ ἂν εἴπῃ κατὰ τοῦ ˚Πνεύματος τοῦ Ἁγίου, οὐκ ἀφεθήσεται αὐτῷ, οὔτε ἐν τούτῳ τῷ αἰῶνι οὔτε ἐν τῷ μέλλοντι. (aiōn )
33 "Either make the tree good, and its fruit good, or make the tree corrupt, and its fruit corrupt; for the tree is known by its fruit.
Ἢ ποιήσατε τὸ δένδρον καλὸν καὶ τὸν καρπὸν αὐτοῦ καλόν, ἢ ποιήσατε τὸ δένδρον σαπρὸν καὶ τὸν καρπὸν αὐτοῦ σαπρόν· ἐκ γὰρ τοῦ καρποῦ, τὸ δένδρον γινώσκεται.
34 You offspring of vipers, how can you, being evil, speak good things? For out of the abundance of the heart, the mouth speaks.
Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; Ἐκ γὰρ τοῦ περισσεύματος τῆς καρδίας, τὸ στόμα λαλεῖ.
35 The good person out of his good treasure brings out good things, and the evil person out of his evil treasure brings out evil things.
Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ ἐκβάλλει ἀγαθά, καὶ ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ ἐκβάλλει πονηρά.
36 But I tell you that every careless word that people speak, they will give account of it in the day of judgment.
Λέγω δὲ ὑμῖν ὅτι πᾶν ῥῆμα ἀργὸν ὃ λαλήσουσιν οἱ ἄνθρωποι, ἀποδώσουσιν περὶ αὐτοῦ λόγον ἐν ἡμέρᾳ κρίσεως.
37 For by your words you will be justified, and by your words you will be condemned."
Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ.”
38 Then certain of the scribes and Pharisees said to him, "Teacher, we want to see a sign from you."
Τότε ἀπεκρίθησαν αὐτῷ τινες τῶν γραμματέων καὶ Φαρισαίων λέγοντες, “Διδάσκαλε, θέλομεν ἀπὸ σοῦ σημεῖον ἰδεῖν.”
39 But he answered and said to them, "An evil and adulterous generation seeks after a sign, but no sign will be given it but the sign of Jonah the prophet.
Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, “Γενεὰ πονηρὰ καὶ μοιχαλὶς σημεῖον ἐπιζητεῖ, καὶ σημεῖον οὐ δοθήσεται αὐτῇ, εἰ μὴ τὸ σημεῖον Ἰωνᾶ τοῦ προφήτου.
40 For as Jonah was three days and three nights in the belly of the great fish, so will the Son of Man be three days and three nights in the heart of the earth.
Ὥσπερ γὰρ ‘ἦν Ἰωνᾶς ἐν τῇ κοιλίᾳ τοῦ κήτους τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας’, οὕτως ἔσται ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐν τῇ καρδίᾳ τῆς γῆς τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας.
41 The people of Nineveh will stand up in the judgment with this generation, and will condemn it, for they repented at the preaching of Jonah; and look, something greater than Jonah is here.
Ἄνδρες Νινευῖται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινοῦσιν αὐτήν· ὅτι μετενόησαν εἰς τὸ κήρυγμα Ἰωνᾶ, καὶ ἰδοὺ, πλεῖον Ἰωνᾶ ὧδε.
42 The queen of the south will rise up in the judgment with this generation, and will condemn it, for she came from a distant land to hear the wisdom of Solomon; and look, someone greater than Solomon is here.
Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης, καὶ κατακρινεῖ αὐτήν· ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶνος, καὶ ἰδοὺ, πλεῖον Σολομῶνος ὧδε.
43 But the unclean spirit, when he is gone out of the person, passes through waterless places, seeking rest, and does not find it.
Ὅταν δὲ τὸ ἀκάθαρτον πνεῦμα ἐξέλθῃ ἀπὸ τοῦ ἀνθρώπου, διέρχεται διʼ ἀνύδρων τόπων ζητοῦν ἀνάπαυσιν καὶ οὐχ εὑρίσκει.
44 Then he says, 'I will return into my house from which I came out,' and when he has come back, he finds it empty, swept, and put in order.
Τότε λέγει, ‘Εἰς τὸν οἶκόν μου ἐπιστρέψω ὅθεν ἐξῆλθον.’ Καὶ ἐλθὸν, εὑρίσκει σχολάζοντα σεσαρωμένον καὶ κεκοσμημένον.
45 Then he goes, and takes with himself seven other spirits more evil than he is, and they enter in and dwell there. The last state of that person becomes worse than the first. Even so will it be also to this evil generation."
Τότε πορεύεται καὶ παραλαμβάνει μεθʼ ἑαυτοῦ ἑπτὰ ἕτερα πνεύματα πονηρότερα ἑαυτοῦ, καὶ εἰσελθόντα κατοικεῖ ἐκεῖ· καὶ γίνεται τὰ ἔσχατα τοῦ ἀνθρώπου ἐκείνου χείρονα τῶν πρώτων. Οὕτως ἔσται καὶ τῇ γενεᾷ ταύτῃ τῇ πονηρᾷ.”
46 While he was yet speaking to the crowds, look, his mother and his brothers stood outside, seeking to speak to him.
Ἔτι αὐτοῦ λαλοῦντος τοῖς ὄχλοις, ἰδοὺ, ἡ μήτηρ καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἱστήκεισαν ἔξω, ζητοῦντες αὐτῷ λαλῆσαι.
47 Then one said to him, "Look, your mother and your brothers stand outside, seeking to speak to you."
Εἶπεν δέ τις αὐτῷ, “Ἰδοὺ, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ἔξω ἑστήκασιν ζητοῦντές σοι λαλῆσαι.”
48 But he answered him who spoke to him, "Who is my mother? Who are my brothers?"
Ὁ δὲ ἀποκριθεὶς εἶπεν τῷ λέγοντι αὐτῷ, “Τίς ἐστιν ἡ μήτηρ μου καὶ τίνες εἰσὶν οἱ ἀδελφοί μου;”
49 And he stretched out his hand towards his disciples, and said, "Look, my mother and my brothers.
Καὶ ἐκτείνας τὴν χεῖρα αὐτοῦ ἐπὶ τοὺς μαθητὰς αὐτοῦ εἶπεν, “Ἰδοὺ, ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου.
50 For whoever does the will of my Father who is in heaven, he is my brother, and sister, and mother."
Ὅστις γὰρ ἂν ποιήσῃ τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς, αὐτός μου ἀδελφὸς, καὶ ἀδελφὴ, καὶ μήτηρ ἐστίν.”