< Acts 7 >

1 The high priest said, "Are these things so?"
Εἶπεν δὲ ὁ ἀρχιερεύς, “Εἰ ταῦτα οὕτως ἔχει;”
2 He said, "Brothers and fathers, listen. The God of glory appeared to our father Abraham, when he was in Mesopotamia, before he lived in Haran,
Ὁ δὲ ἔφη, “Ἄνδρες, ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε! Ὁ ˚Θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ, ὄντι ἐν τῇ Μεσοποταμίᾳ πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν,
3 and said to him, 'Go out from your land and from your relatives, and come into a land which I will show you.'
καὶ εἶπεν πρὸς αὐτόν, ‘Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς τὴν γῆν ἣν ἄν σοι δείξω.’
4 Then he came out of the land of the Kasdim, and lived in Haran. From there, after his father died, he moved him into this land, where you are now living.
Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων, κατῴκησεν ἐν Χαρράν. Κἀκεῖθεν μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην, εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε.
5 He gave him no inheritance in it, no, not so much as to set his foot on. He promised that he would give it to him for a possession, and to his descendants after him, when he still had no child.
Καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός, καὶ ἐπηγγείλατο ‘δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτὴν, καὶ τῷ σπέρματι αὐτοῦ μετʼ αὐτόν’, οὐκ ὄντος αὐτῷ τέκνου.
6 But God spoke in this way, 'His descendants will live as strangers in a foreign land, and that they will be slaves and mistreated, for four hundred years.
Ἐλάλησεν δὲ οὕτως ὁ ˚Θεὸς ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ, ‘πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν ἔτη τετρακόσια.
7 But I will judge the nation to which they will be in bondage,' said God, 'and after that will they come out, and serve me in this place.'
Καὶ τὸ ἔθνος ᾧ ἐὰν δουλεύσωσιν, κρινῶ ἐγώ’, ὁ ˚Θεὸς εἶπεν, ‘Καὶ μετὰ ταῦτα, ἐξελεύσονται καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ.’
8 He gave him the covenant of circumcision. So Abraham became the father of Isaac, and circumcised him the eighth day. Isaac became the father of Jacob, and Jacob became the father of the twelve patriarchs.
Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαὰκ, καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ, καὶ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ Ἰακὼβ τοὺς δώδεκα πατριάρχας.
9 "The patriarchs, moved with jealousy against Joseph, sold him into Egypt; and God was with him,
Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ, ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ ˚Θεὸς μετʼ αὐτοῦ,
10 and delivered him out of all his afflictions, and gave him favor and wisdom before Pharaoh, king of Egypt. He made him governor over Egypt and all his house.
καὶ ἐξείλατο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ, βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ἐπʼ Αἴγυπτον, καὶ ἐφʼ ὅλον τὸν οἶκον αὐτοῦ.
11 Now a famine came over all Egypt and Canaan, and great affliction, and our fathers found no food.
Ἦλθεν δὲ λιμὸς ἐφʼ ὅλην τὴν Αἴγυπτον καὶ Χανάαν, καὶ θλῖψις μεγάλη, καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν.
12 But when Jacob heard that there was grain in Egypt, he sent out our fathers the first time.
Ἀκούσας δὲ Ἰακὼβ, ὄντα σιτία εἰς Αἴγυπτον, ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον.
13 On the second time Joseph was made known to his brothers, and Joseph's family became known to Pharaoh.
Καὶ ἐν τῷ δευτέρῳ, ἐγνωρίσθη Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος Ἰωσήφ.
14 Then Joseph sent, and summoned Jacob, his father, and all his relatives, seventy-five souls.
Ἀποστείλας δὲ, Ἰωσὴφ μετεκαλέσατο Ἰακὼβ, τὸν πατέρα αὐτοῦ, καὶ πᾶσαν τὴν συγγένειαν, ἐν ψυχαῖς ἑβδομήκοντα πέντε.
15 Jacob went down into Egypt, and he died, himself and our fathers,
Καὶ κατέβη Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν,
16 and they were brought back to Shechem, and placed in the tomb that Abraham bought for a price in silver from the children of Hamor in Shechem.
καὶ μετετέθησαν εἰς Συχὲμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι, ᾧ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἑμμὼρ ἐν Συχέμ.
17 "But as the time of the promise came close which God had made to Abraham, the people grew and multiplied in Egypt,
Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας, ἧς ὡμολόγησεν ὁ ˚Θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ,
18 until 'there arose a different king over Egypt, who did not know Joseph.'
ἄχρι ‘οὗ ἀνέστη βασιλεὺς ἕτερος ἐπʼ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ’.
19 The same took advantage of our race, and mistreated our fathers, and forced them to throw out their babies, so that they would not stay alive.
Οὗτος, κατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσεν τοὺς πατέρας τοῦ ποιεῖν τὰ βρέφη ἔκθετα αὐτῶν, εἰς τὸ μὴ ζῳογονεῖσθαι.
20 At that time Moses was born, and was exceedingly handsome. He was nourished three months in his father's house.
Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωϋσῆς, καὶ ἦν ἀστεῖος τῷ ˚Θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός.
21 When he was thrown out, Pharaoh's daughter took him up, and reared him as her own son.
Ἐκτεθέντος δὲ αὐτοῦ, ἀνείλατο αὐτὸν ἡ θυγάτηρ Φαραὼ, καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν.
22 Moses was instructed in all the wisdom of the Egyptians. He was mighty in his words and works.
Καὶ ἐπαιδεύθη Μωϋσῆς ἐν πάσῃ σοφίᾳ Αἰγυπτίων, ἦν δὲ δυνατὸς ἐν λόγοις καὶ ἔργοις αὐτοῦ.
23 But when he was forty years old, it came into his heart to visit his brothers, the children of Israel.
Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσερακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ, τοὺς υἱοὺς Ἰσραήλ.
24 Seeing one of them suffer wrong, he defended him, and avenged him who was oppressed, striking the Egyptian.
Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον.
25 He supposed that his brothers understood that God, by his hand, was giving them deliverance; but they did not understand.
Ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς ὅτι ὁ ˚Θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν σωτηρίαν αὐτοῖς, οἱ δὲ οὐ συνῆκαν.
26 "The day following, he appeared to them as they fought, and urged them to be at peace again, saying, 'Men, you are brothers. Why do you wrong one another?'
Τῇ τε ἐπιούσῃ ἡμέρᾳ, ὤφθη αὐτοῖς μαχομένοις, καὶ συνήλλασσεν αὐτοὺς εἰς εἰρήνην, εἰπών, ‘Ἄνδρες, ἀδελφοί ἐστε. Ἱνα τί ἀδικεῖτε ἀλλήλους;’
27 But he who did his neighbor wrong pushed him away, saying, 'Who made you a ruler and a judge over us?
Ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο αὐτὸν εἰπών, ‘Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφʼ ἡμῶν;
28 Do you want to kill me, as you killed the Egyptian yesterday?'
Μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν Αἰγύπτιον;’
29 Moses fled at this saying, and became a stranger in the land of Midian, where he became the father of two sons.
‘Ἔφυγεν δὲ Μωϋσῆς’ ἐν τῷ λόγῳ τούτῳ, ‘καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ’, οὗ ἐγέννησεν υἱοὺς δύο.
30 "When forty years were fulfilled, an angel appeared to him in the wilderness of Mount Sinai, in a flame of fire in a bush.
Καὶ πληρωθέντων ἐτῶν τεσσεράκοντα, ‘ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ Ὄρους Σινᾶ, ἄγγελος ἐν φλογὶ πυρὸς βάτου’.
31 When Moses saw it, he wondered at the sight. As he came close to see, a voice of the Lord came,
Ὁ δὲ Μωϋσῆς ἰδὼν, ἐθαύμασεν τὸ ὅραμα. Προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ ˚Κυρίου:
32 'I am the God of your fathers, the God of Abraham, and of Isaac, and of Jacob.' Moses trembled, and dared not look.
‘Ἐγὼ ὁ ˚Θεὸς τῶν πατέρων σου, ὁ ˚Θεὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακώβ.’ Ἔντρομος δὲ γενόμενος, Μωϋσῆς οὐκ ἐτόλμα κατανοῆσαι.
33 The Lord said to him, 'Take your sandals off of your feet, for the place where you stand is holy ground.
Εἶπεν δὲ αὐτῷ ὁ ˚Κύριος, ‘Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου, ὁ γὰρ τόπος ἐφʼ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν.’
34 I have surely seen the affliction of my people that is in Egypt, and have heard their groaning. I have come down to deliver them. Now come, I will send you to Egypt.'
‘Ἰδὼν, εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ αὐτῶν ἤκουσα, καὶ κατέβην ἐξελέσθαι αὐτούς’· ‘Καὶ νῦν δεῦρο, ἀποστείλω σε εἰς Αἴγυπτον.’
35 "This Moses, whom they refused, saying, 'Who made you a ruler and a judge?'—God has sent him as both a ruler and a deliverer by the hand of the angel who appeared to him in the bush.
Τοῦτον τὸν Μωϋσῆν, ὃν ἠρνήσαντο εἰπόντες, ‘Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν;’ Τοῦτον ὁ ˚Θεὸς ἄρχοντα καὶ λυτρωτὴν ἀπέσταλκεν, σὺν χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ.
36 This man led them out, having worked wonders and signs in Egypt, in the Red Sea, and in the wilderness for forty years.
Οὗτος ἐξήγαγεν αὐτοὺς, ποιήσας τέρατα καὶ σημεῖα ἐν τῇ Αἰγύπτῳ, καὶ ἐν Ἐρυθρᾷ Θαλάσσῃ, καὶ ἐν τῇ ἐρήμῳ, ἔτη τεσσεράκοντα.
37 This is that Moses, who said to the children of Israel, 'God will raise up a prophet for you from among your brothers, like me.'
Οὗτός ἐστιν ὁ Μωϋσῆς ὁ εἴπας τοῖς υἱοῖς Ἰσραήλ, ‘Προφήτην ὑμῖν ἀναστήσει ὁ ˚Θεὸς, ἐκ τῶν ἀδελφῶν ὑμῶν, ὡς ἐμέ.’
38 This is he who was in the assembly in the wilderness with the angel that spoke to him on Mount Sinai, and with our fathers, who received words of life to give to us,
Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ, μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ Ὄρει Σινᾶ, καὶ τῶν πατέρων ἡμῶν, ὃς ἐδέξατο λόγια ζῶντα δοῦναι ὑμῖν·
39 to whom our fathers would not be obedient, but rejected him, and turned back in their hearts to Egypt,
ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλὰ ἀπώσαντο καὶ ἐστράφησαν ἐν ταῖς καρδίαις αὐτῶν εἰς Αἴγυπτον,
40 saying to Aaron, 'Make us gods that will go before us, for as for this Moses, who led us out of the land of Egypt, we do not know what has become of him.'
εἰπόντες τῷ Ἀαρών, ‘Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν. Ὁ γὰρ Μωϋσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ἐγένετο αὐτῷ.’
41 They made a calf in those days, and brought a sacrifice to the idol, and rejoiced in the works of their hands.
Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν.
42 But God turned, and gave them over to worship the host of heaven, as it is written in the book of the prophets, 'Did you offer to me sacrifices and offerings forty years in the wilderness, O house of Israel?
Ἔστρεψεν δὲ ὁ ˚Θεὸς, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ, καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν, ‘Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι, ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ, οἶκος Ἰσραήλ;
43 You took up the tabernacle of Moloch, and the star of your god Rephan, the images that you made to worship them. Therefore I will exile you beyond Babylon.'
Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολὸχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ὑμῶν Ῥομφά, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς. Καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος.’
44 "Our fathers had the tabernacle of the testimony in the wilderness, even as he who spoke to Moses commanded him to make it according to the pattern that he had seen;
Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωϋσῇ, ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει,
45 which also our fathers, in their turn, brought in with Joshua when they entered into the possession of the nations, whom God drove out before the face of our fathers, to the days of David,
ἣν καὶ εἰσήγαγον, διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ ˚Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἐξῶσεν ὁ ˚Θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυίδ·
46 who found favor in the sight of God, and asked to find a habitation for the God of Jacob.
ὃς εὗρεν χάριν ἐνώπιον τοῦ ˚Θεοῦ, καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ οἴκῳ Ἰακώβ.
47 But Solomon built him a house.
Σολομῶν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον.
48 However, the Most High does not dwell in temples made with hands, as the prophet says,
Ἀλλʼ οὐχ ὁ Ὕψιστος ἐν χειροποιήτοις κατοικεῖ, καθὼς ὁ προφήτης λέγει,
49 'Heaven is my throne, and the earth a footstool for my feet. What kind of house will you build me?' says the Lord; 'or what is the place of my rest?
‘Ὁ οὐρανός μοι θρόνος, ἡ δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι; Λέγει ˚Κύριος, ἢ τίς τόπος τῆς καταπαύσεώς μου;
50 Did not my hand make all these things?'
Οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;’
51 "You stiff-necked and uncircumcised in heart and ears, you always resist the Holy Spirit. As your fathers did, so you do.
Σκληροτράχηλοι καὶ ἀπερίτμητοι καρδίαις καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ ˚Πνεύματι τῷ Ἁγίῳ ἀντιπίπτετε, ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς.
52 Which of the prophets did not your fathers persecute? They killed those who foretold the coming of the Righteous One, of whom you have now become betrayers and murderers.
Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ Δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ἐγένεσθε!
53 You received the Law as it was ordained by angels, and did not keep it."
Οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.”
54 Now when they heard these things, they were furious, and they ground their teeth at him.
Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπʼ αὐτόν.
55 But he, being full of the Holy Spirit, looked up steadfastly into heaven, and saw the glory of God, and Jesus standing on the right hand of God.
Ὑπάρχων δὲ πλήρης ˚Πνεύματος Ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανὸν, εἶδεν δόξαν ˚Θεοῦ, καὶ ˚Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ ˚Θεοῦ,
56 And he said, "Look, I see the heavens opened, and the Son of Man standing at the right hand of God."
καὶ εἶπεν, “Ἰδοὺ, θεωρῶ τοὺς οὐρανοὺς διηνοιγμένους, καὶ τὸν Υἱὸν τοῦ Ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ ˚Θεοῦ.”
57 But they shouted out with a loud voice, and stopped their ears, and rushed at him with one accord.
Κράξαντες δὲ φωνῇ μεγάλῃ, συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπʼ αὐτόν.
58 They threw him out of the city, and stoned him. The witnesses placed their garments at the feet of a young man named Saul.
Καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν. Καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια αὐτῶν, παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου.
59 They stoned Stephen as he called out, saying, "Lord Jesus, receive my spirit."
Καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα, “˚Κύριε ˚Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου.”
60 He kneeled down, and shouted out, "Lord, do not hold this sin against them." When he had said this, he fell asleep.
Θεὶς δὲ τὰ γόνατα, ἔκραξεν φωνῇ μεγάλῃ, “˚Κύριε, μὴ στήσῃς αὐτοῖς ταύτην τὴν ἁμαρτίαν.” Καὶ τοῦτο εἰπὼν, ἐκοιμήθη.

< Acts 7 >