< Luke 7 >

1 After he had finished speaking in the hearing of the people, he entered into Kfar-Nahum.
⸀Ἐπειδὴἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καφαρναούμ.
2 A certain centurion's servant, who was dear to him, was sick and at the point of death.
Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἤμελλεν τελευτᾶν, ὃς ἦν αὐτῷ ἔντιμος.
3 When he heard about Yeshua, he sent to him Jewish elders, asking him to come and save his servant.
ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτὸν ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ.
4 When they came to Yeshua, they pleaded with him earnestly, saying, "He is worthy for you to do this for him,
οἱ δὲ παραγενόμενοι πρὸς τὸν Ἰησοῦν παρεκάλουν αὐτὸν σπουδαίως λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ ⸀παρέξῃτοῦτο,
5 for he loves our nation, and he built our synagogue for us."
ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν.
6 Yeshua went with them. When he was now not far from the house, the centurion sent friends, saying to him, "Lord, do not trouble yourself, for I am not worthy for you to come under my roof.
ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας ἔπεμψεν ⸂φίλους ὁ ἑκατοντάρχης λέγων αὐτῷ· Κύριε, μὴ σκύλλου, οὐ γὰρ ⸂ἱκανός εἰμι ἵνα ὑπὸ τὴν στέγην μου εἰσέλθῃς·
7 Therefore I did not even think myself worthy to come to you; but say the word, and my servant will be healed.
διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρὸς σὲ ἐλθεῖν· ἀλλὰ εἰπὲ λόγῳ, καὶ ⸀ἰαθήτωὁ παῖς μου·
8 For I also am a man placed under authority, having under myself soldiers. I tell this one, 'Go.' and he goes; and to another, 'Come.' and he comes; and to my servant, 'Do this,' and he does it."
καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπʼ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ· Πορεύθητι, καὶ πορεύεται, καὶ ἄλλῳ· Ἔρχου, καὶ ἔρχεται, καὶ τῷ δούλῳ μου· Ποίησον τοῦτο, καὶ ποιεῖ.
9 When Yeshua heard these things, he was amazed at him, and turned and said to the crowd who followed him, "I tell you, I have not found such great faith, no, not in Israel."
ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν· Λέγω ὑμῖν, ⸀οὐδὲἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.
10 And when those who had been sent returned to the house, they found the servant in good health.
καὶ ὑποστρέψαντες ⸂εἰς τὸν οἶκον οἱ πεμφθέντες εὗρον ⸀τὸνδοῦλον ὑγιαίνοντα.
11 It happened soon afterwards, that he went to a city called Nain; and many of his talmidim, along with a large crowd, went with him.
Καὶ ἐγένετο ἐν τῷ ἑξῆς ⸀ἐπορεύθηεἰς πόλιν καλουμένην Ναΐν, καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ ⸀αὐτοῦκαὶ ὄχλος πολύς.
12 And when he drew near to the gate of the city, then look, a man who was dead was carried out, the only son of his mother, and she was a widow; and a large crowd from the city was with her.
ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδοὺ ἐξεκομίζετο τεθνηκὼς ⸂μονογενὴς υἱὸς τῇ μητρὶ αὐτοῦ, καὶ αὐτὴ ⸀ἦνχήρα, καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ⸁ἦνσὺν αὐτῇ.
13 When the Lord saw her, he had compassion on her, and said to her, "Do not cry."
καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπʼ αὐτῇ καὶ εἶπεν αὐτῇ· Μὴ κλαῖε.
14 He came near and touched the coffin, and the bearers stood still. He said, "Young man, I tell you, arise."
καὶ προσελθὼν ἥψατο τῆς σοροῦ, οἱ δὲ βαστάζοντες ἔστησαν, καὶ εἶπεν· Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι.
15 He who was dead sat up, and began to speak. And he gave him to his mother.
καὶ ἀνεκάθισεν ὁ νεκρὸς καὶ ἤρξατο λαλεῖν, καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ.
16 Fear took hold of all, and they glorified God, saying, "A great prophet has arisen among us." and, "God has visited his people."
ἔλαβεν δὲ φόβος πάντας, καὶ ἐδόξαζον τὸν θεὸν λέγοντες ὅτι Προφήτης μέγας ⸀ἠγέρθηἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ.
17 This report went out concerning him in the whole of Judea, and in all the surrounding region.
καὶἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ ⸀καὶ πάσῃ τῇ περιχώρῳ.
18 The talmidim of John told him about all these things.
Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης
19 John, calling to himself two of his talmidim, sent them to the Lord, saying, "Are you the one who is to come, or should we look for another?"
ἔπεμψεν πρὸς τὸν ⸀κύριονλέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ⸀ἄλλονπροσδοκῶμεν;
20 When the men had come to him, they said, "John the Immerser has sent us to you, saying, 'Are you the one who is to come, or should we look for another?'"
παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπαν· Ἰωάννης ὁ βαπτιστὴς ⸀ἀπέστειλενἡμᾶς πρὸς σὲ λέγων· Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἄλλον προσδοκῶμεν;
21 In that hour he cured many of diseases and plagues and evil spirits; and to many who were blind he gave sight.
ἐν ⸀ἐκείνῃτῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ⸀ἐχαρίσατοβλέπειν.
22 Yeshua answered them, "Go and tell John the things which you have seen and heard: that the blind receive their sight, the lame walk, the lepers are cleansed, the deaf hear, the dead are raised up, and the poor have good news preached to them.
καὶ ⸀ἀποκριθεὶςεἶπεν αὐτοῖς· Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· ⸀τυφλοὶἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, ⸀κωφοὶἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται·
23 Blessed is he who is not offended by me."
καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
24 When John's messengers had departed, he began to tell the crowds about John, "What did you go out into the wilderness to see? A reed shaken by the wind?
Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου ἤρξατο λέγειν ⸂πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου· Τί ⸀ἐξήλθατεεἰς τὴν ἔρημον θεάσασθαι; κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον;
25 But what did you go out to see? A man clothed in soft clothing? Look, those who are gorgeously dressed, and live delicately, are in kings' courts.
ἀλλὰ τί ⸀ἐξήλθατεἰδεῖν; ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; ἰδοὺ οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν.
26 But what did you go out to see? A prophet? Yes, I tell you, and much more than a prophet.
ἀλλὰ τί ⸀ἐξήλθατεἰδεῖν; προφήτην; ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου.
27 This is he of whom it is written, 'Look, I send my messenger ahead of you, who will prepare your way before you.'
οὗτός ἐστιν περὶ οὗ γέγραπται· ⸀Ἰδοὺἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.
28 "I tell you, among those who are born of women there is none greater than John, yet he who is least in the Kingdom of God is greater than he."
⸀λέγωὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν ⸀Ἰωάννουοὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν.
29 When all the people and the tax collectors heard this, they declared God to be just, having been immersed with John's immersion.
(καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου·
30 But the Pharisees and the Law scholars rejected the counsel of God, not being immersed by him themselves.
οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπʼ αὐτοῦ.)
31 "To what then will I liken the people of this generation? What are they like?
Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι;
32 They are like children who sit in the marketplace, and call one to another, saying, 'We played the flute for you, and you did not dance. We mourned, and you did not weep.'
ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις καὶ προσφωνοῦσιν ἀλλήλοις, ⸂ἃ λέγει· Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ⸀ἐθρηνήσαμενκαὶ οὐκ ἐκλαύσατε·
33 For John the Immerser came neither eating bread nor drinking wine, and you say, 'He has a demon.'
ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς ⸀μὴ⸂ἐσθίων ἄρτον μήτε πίνων οἶνον, καὶ λέγετε· Δαιμόνιον ἔχει·
34 The Son of Man has come eating and drinking, and you say, 'Look, a gluttonous man, and a drunkard; a friend of tax collectors and sinners.'
ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε· Ἰδοὺ ἄνθρωπος φάγος καὶ οἰνοπότης, φίλος τελωνῶν καὶ ἁμαρτωλῶν.
35 Wisdom is justified by all her children."
καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ ⸂πάντων τῶν τέκνων αὐτῆς.
36 One of the Pharisees invited him to eat with him. He entered into the Pharisee's house, and sat at the table.
Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετʼ αὐτοῦ· καὶ εἰσελθὼν εἰς ⸂τὸν οἶκον τοῦ Φαρισαίου ⸀κατεκλίθη
37 And look, a woman in the city who was a sinner, when she knew that he was reclining in the Pharisee's house, she brought an alabaster jar of ointment.
καὶ ἰδοὺ γυνὴ ⸂ἥτις ἦν ἐν τῇ πόλει ἁμαρτωλός, ⸀καὶἐπιγνοῦσα ὅτι ⸀κατάκειταιἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου
38 Standing behind at his feet weeping, she began to wet his feet with her tears, and she wiped them with the hair of her head, kissed his feet, and anointed them with the ointment.
καὶ στᾶσα ⸂ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ κλαίουσα, ⸂τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ καὶ ἤλειφεν τῷ μύρῳ.
39 Now when the Pharisee who had invited him saw it, he said to himself, "This man, if he were a prophet, would have perceived who and what kind of woman this is who touches him, that she is a sinner."
ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων· Οὗτος εἰ ⸀ἦνπροφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν.
40 Yeshua answered him, "Shim'on, I have something to tell you." He said, "Teacher, say on."
καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Σίμων, ἔχω σοί τι εἰπεῖν. ὁ δέ· ⸂Διδάσκαλε, εἰπέ, φησίν⸃.
41 "A certain lender had two debtors. The one owed five hundred denarii, and the other fifty.
δύο χρεοφειλέται ἦσαν δανιστῇ τινι· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα.
42 When they could not pay, he forgave them both. Which of them therefore will love him most?"
μὴ ⸀ἐχόντωναὐτῶνἀποδοῦναι ἀμφοτέροις ἐχαρίσατο. τίς οὖν ⸀αὐτῶν πλεῖον ⸂ἀγαπήσει αὐτόν;
43 Shim'on answered, "He, I suppose, to whom he forgave the most." He said to him, "You have judged correctly."
⸀ἀποκριθεὶςΣίμων εἶπεν· Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. ὁ δὲ εἶπεν αὐτῷ· Ὀρθῶς ἔκρινας.
44 Turning to the woman, he said to Shim'on, "Do you see this woman? I entered into your house, and you gave me no water for my feet, but she has wet my feet with her tears, and wiped them with her hair.
καὶ στραφεὶς πρὸς τὴν γυναῖκα τῷ Σίμωνι ἔφη· Βλέπεις ταύτην τὴν γυναῖκα; εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ⸀μοιἐπὶ ⸀πόδαςοὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας καὶ ταῖς ⸀θριξὶναὐτῆς ἐξέμαξεν.
45 You gave me no kiss, but she, since the time I came in, has not ceased to kiss my feet.
φίλημά μοι οὐκ ἔδωκας· αὕτη δὲ ἀφʼ ἧς εἰσῆλθον οὐ διέλιπεν καταφιλοῦσά μου τοὺς πόδας.
46 You did not anoint my head with oil, but she has anointed my feet with ointment.
ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψεν ⸂τοὺς πόδας μου.
47 Therefore I tell you, her sins, which are many, are forgiven, for she loved much. But to whom little is forgiven, the same loves little."
οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ.
48 He said to her, "Your sins are forgiven."
εἶπεν δὲ αὐτῇ· Ἀφέωνταί σου αἱ ἁμαρτίαι.
49 And those who were reclining with him began to say to themselves, "Who is this who even forgives sins?"
καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς· Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν;
50 He said to the woman, "Your faith has saved you. Go in peace."
εἶπεν δὲ πρὸς τὴν γυναῖκα· Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

< Luke 7 >