< Matthew 26 >

1 And it happened, when Jesus had finished all these words, that he said to his disciples,
Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς πάντας τοὺς λόγους τούτους, εἶπεν τοῖς μαθηταῖς αὐτοῦ·
2 "You know that after two days the Passover is coming, and the Son of Man will be delivered up to be crucified."
οἴδατε ὅτι μετὰ δύο ἡμέρας τὸ πάσχα γίνεται, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς τὸ σταυρωθῆναι.
3 Then the chief priests and the scribes and the elders of the people gathered together in the court of the high priest, who was called Caiaphas.
Τότε συνήχθησαν οἱ ἀρχιερεῖς (καὶ οἱ γραμματεῖς *K*) καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ εἰς τὴν αὐλὴν τοῦ ἀρχιερέως τοῦ λεγομένου Καϊάφα
4 They took counsel together that they might take Jesus by deceit, and kill him.
καὶ συνεβουλεύσαντο ἵνα τὸν Ἰησοῦν δόλῳ κρατήσωσιν καὶ ἀποκτείνωσιν.
5 But they said, "Not during the feast, lest a riot occur among the people."
ἔλεγον δέ· μὴ ἐν τῇ ἑορτῇ, ἵνα μὴ θόρυβος γένηται ἐν τῷ λαῷ.
6 Now when Jesus was in Bethany, in the house of Simon the leper,
Τοῦ δὲ Ἰησοῦ γενομένου ἐν Βηθανίᾳ ἐν οἰκίᾳ Σίμωνος τοῦ λεπροῦ
7 a woman came to him having an alabaster jar of very expensive ointment, and she poured it on his head as he sat at the table.
προσῆλθεν αὐτῷ γυνὴ ἔχουσα ἀλάβαστρον μύρου βαρυτίμου καὶ κατέχεεν ἐπὶ (τῆς κεφαλῆς *N(k)O*) αὐτοῦ ἀνακειμένου.
8 But when the disciples saw this, they were indignant, saying, "Why this waste?
ἰδόντες δὲ οἱ μαθηταὶ (αὐτοῦ *k*) ἠγανάκτησαν λέγοντες· εἰς τί ἡ ἀπώλεια αὕτη;
9 For this ointment might have been sold for much, and given to the poor."
ἐδύνατο γὰρ τοῦτο (τὸ *k*) (μύρον *K*) πραθῆναι πολλοῦ καὶ δοθῆναι πτωχοῖς.
10 However, knowing this, Jesus said to them, "Why do you trouble the woman? Because she has done a good work for me.
γνοὺς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· τί κόπους παρέχετε τῇ γυναικί; ἔργον γὰρ καλὸν ἠργάσατο εἰς ἐμέ.
11 For you always have the poor with you; but you do not always have me.
πάντοτε γὰρ τοὺς πτωχοὺς ἔχετε μεθ᾽ ἑαυτῶν, ἐμὲ δὲ οὐ πάντοτε ἔχετε.
12 For in pouring this ointment on my body, she did it to prepare me for burial.
βαλοῦσα γὰρ αὕτη τὸ μύρον τοῦτο ἐπὶ τοῦ σώματός μου πρὸς τὸ ἐνταφιάσαι με ἐποίησεν.
13 Truly I tell you, wherever this gospel is preached in the whole world, what this woman has done will also be spoken of as a memorial of her."
Ἀμὴν λέγω ὑμῖν· ὅπου ἐὰν κηρυχθῇ τὸ εὐαγγέλιον τοῦτο ἐν ὅλῳ τῷ κόσμῳ, λαληθήσεται καὶ ὃ ἐποίησεν αὕτη εἰς μνημόσυνον αὐτῆς.
14 Then one of the twelve, who was called Judas Iscariot, went to the chief priests,
Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς
15 and said, "What are you willing to give me, that I should deliver him to you?" They weighed out for him thirty pieces of silver.
εἶπεν· τί θέλετέ μοι δοῦναι, κἀγὼ κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια.
16 From that time he sought opportunity to betray him.
καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν ἵνα αὐτὸν παραδῷ.
17 Now on the first day of unleavened bread, the disciples came to Jesus, saying, "Where do you want us to prepare for you to eat the Passover?"
Τῇ δὲ πρώτῃ τῶν ἀζύμων προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες (αὐτῷ· *k*) ποῦ θέλεις (ἑτοιμάσωμέν *NK(o)*) σοι φαγεῖν τὸ πάσχα;
18 He said, "Go into the city to a certain person, and tell him, 'The Teacher says, "My time is near. I will keep the Passover at your house with my disciples."'"
Ὁ δὲ εἶπεν· ὑπάγετε εἰς τὴν πόλιν πρὸς τὸν δεῖνα καὶ εἴπατε αὐτῷ· ὁ διδάσκαλος λέγει· ὁ καιρός μου ἐγγύς ἐστιν, πρὸς σὲ ποιῶ τὸ πάσχα μετὰ τῶν μαθητῶν μου.
19 The disciples did as Jesus commanded them, and they prepared the Passover.
καὶ ἐποίησαν οἱ μαθηταὶ ὡς συνέταξεν αὐτοῖς ὁ Ἰησοῦς, καὶ ἡτοίμασαν τὸ πάσχα.
20 Now when evening had come, he was reclining at the table with the twelve.
Ὀψίας δὲ γενομένης ἀνέκειτο μετὰ τῶν δώδεκα (μαθητῶν. *O*)
21 As they were eating, he said, "Truly I tell you that one of you will betray me."
καὶ ἐσθιόντων αὐτῶν εἶπεν· ἀμὴν λέγω ὑμῖν ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.
22 And they were greatly distressed, and each one began to ask him, "It is not me, is it, Lord?"
καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν αὐτῷ εἷς ἕκαστος (αὐτῶν· *k*) μήτι ἐγώ εἰμι, κύριε;
23 He answered, "He who dipped his hand with me in the dish, the same will betray me.
Ὁ δὲ ἀποκριθεὶς εἶπεν· ὁ ἐμβάψας μετ᾽ ἐμοῦ τὴν χεῖρα ἐν τῷ τρυβλίῳ, οὗτός με παραδώσει.
24 The Son of Man goes, even as it is written of him, but woe to that man through whom the Son of Man is betrayed. It would be better for that man if he had not been born."
ὁ μὲν υἱὸς τοῦ ἀνθρώπου ὑπάγει καθὼς γέγραπται περὶ αὐτοῦ, οὐαὶ δὲ τῷ ἀνθρώπῳ ἐκείνῳ δι᾽ οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται· καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος.
25 Judas, who betrayed him, answered, "It is not me, is it, Rabbi?" He said to him, "You said it."
ἀποκριθεὶς δὲ Ἰούδας ὁ παραδιδοὺς αὐτὸν εἶπεν· μήτι ἐγώ εἰμι, ῥαββί; λέγει αὐτῷ· σὺ εἶπας.
26 As they were eating, Jesus took bread, gave thanks for it, and broke it. He gave to the disciples, and said, "Take, eat; this is my body."
Ἐσθιόντων δὲ αὐτῶν λαβὼν ὁ Ἰησοῦς (τὸν *k*) ἄρτον καὶ (εὐλογήσας *NK(O)*) ἔκλασεν, καὶ (δοὺς *N(k)O*) τοῖς μαθηταῖς (καὶ *k*) εἶπεν· λάβετε φάγετε· τοῦτό ἐστιν τὸ σῶμά μου.
27 He took a cup, gave thanks, and gave to them, saying, "All of you drink it,
καὶ λαβὼν (τὸ *k*) ποτήριον καὶ εὐχαριστήσας ἔδωκεν αὐτοῖς λέγων· πίετε ἐξ αὐτοῦ πάντες·
28 for this is my blood of the new covenant, which is poured out for many for the forgiveness of sins.
τοῦτο γάρ ἐστιν τὸ αἷμά μου (τὸ *k*) τῆς (καινῆς *KO*) διαθήκης τὸ περὶ πολλῶν ἐκχυννόμενον εἰς ἄφεσιν ἁμαρτιῶν.
29 But I tell you that I will not drink of this fruit of the vine from now on, until that day when I drink it anew with you in my Father's Kingdom."
λέγω δὲ ὑμῖν (ὅτι· *k*) οὐ μὴ πίω ἀπ᾽ ἄρτι ἐκ τούτου τοῦ (γενήματος *N(k)O*) τῆς ἀμπέλου ἕως τῆς ἡμέρας ἐκείνης ὅταν αὐτὸ πίνω μεθ᾽ ὑμῶν καινὸν ἐν τῇ βασιλείᾳ τοῦ πατρός μου.
30 When they had sung the hymn, they went out to the Mount of Olives.
Καὶ ὑμνήσαντες ἐξῆλθον εἰς τὸ ὄρος τῶν ἐλαιῶν.
31 Then Jesus said to them, "All of you will be made to stumble because of me tonight, for it is written, 'I will strike the shepherd, and the sheep of the flock will be scattered.'
Τότε λέγει αὐτοῖς ὁ Ἰησοῦς· πάντες ὑμεῖς σκανδαλισθήσεσθε ἐν ἐμοὶ ἐν τῇ νυκτὶ ταύτῃ· γέγραπται γάρ· πατάξω τὸν ποιμένα, καὶ (διασκορπισθήσονται *N(k)O*) τὰ πρόβατα τῆς ποίμνης.
32 But after I am raised up, I will go before you into Galilee."
μετὰ δὲ τὸ ἐγερθῆναί με προάξω ὑμᾶς εἰς τὴν Γαλιλαίαν.
33 But Peter answered him, "Even if all will be made to stumble because of you, I will never be made to stumble."
Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ· εἰ (καὶ *k*) πάντες σκανδαλισθήσονται ἐν σοί, ἐγὼ (δὲ *k*) οὐδέποτε σκανδαλισθήσομαι.
34 Jesus said to him, "Truly I tell you that tonight, before the rooster crows, you will deny me three times."
Ἔφη αὐτῷ ὁ Ἰησοῦς· ἀμὴν λέγω σοι ὅτι ἐν ταύτῃ τῇ νυκτὶ πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με.
35 Peter said to him, "Even if I must die with you, I will not deny you." All of the disciples also said likewise.
Λέγει αὐτῷ ὁ Πέτρος· κἂν κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε (ἀπαρνήσομαι. *NK(o)*) ὁμοίως (δὲ *o*) καὶ πάντες οἱ μαθηταὶ εἶπαν.
36 Then Jesus came with them to a place called Gethsemane, and said to his disciples, "Sit here, while I go there and pray."
Τότε ἔρχεται μετ᾽ αὐτῶν ὁ Ἰησοῦς εἰς χωρίον λεγόμενον Γεθσημανὶ καὶ λέγει τοῖς μαθηταῖς· καθίσατε αὐτοῦ ἕως οὗ ἀπελθὼν ἐκεῖ προσεύξωμαι.
37 He took with him Peter and the two sons of Zebedee, and began to be sorrowful and severely troubled.
Καὶ παραλαβὼν τὸν Πέτρον καὶ τοὺς δύο υἱοὺς Ζεβεδαίου ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν.
38 Then he said to them, "My soul is exceedingly sorrowful, even to death. Stay here, and watch with me."
Τότε λέγει αὐτοῖς (ὁ *o*) (Ἰησοῦς· *O*) περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου· μείνατε ὧδε καὶ γρηγορεῖτε μετ᾽ ἐμοῦ.
39 He went forward a little, fell on his face, and prayed, saying, "My Father, if it is possible, let this cup pass away from me; nevertheless, not what I desire, but what you desire."
Καὶ (προελθὼν *NK(o)*) μικρὸν ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ προσευχόμενος καὶ λέγων· πάτερ μου, εἰ δυνατόν ἐστιν, παρελθάτω ἀπ᾽ ἐμοῦ τὸ ποτήριον τοῦτο· πλὴν οὐχ ὡς ἐγὼ θέλω ἀλλ᾽ ὡς σύ.
40 He came to the disciples, and found them sleeping, and said to Peter, "What, could you not watch with me for one hour?
καὶ ἔρχεται πρὸς τοὺς μαθητὰς καὶ εὑρίσκει αὐτοὺς καθεύδοντας καὶ λέγει τῷ Πέτρῳ· οὕτως οὐκ ἰσχύσατε μίαν ὥραν γρηγορῆσαι μετ᾽ ἐμοῦ;
41 Watch and pray, that you do not enter into temptation. The spirit indeed is willing, but the flesh is weak."
γρηγορεῖτε καὶ προσεύχεσθε ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. τὸ μὲν πνεῦμα πρόθυμον ἡ δὲ σὰρξ ἀσθενής.
42 Again, a second time he went away, and prayed, saying, "My Father, if this cannot pass away unless I drink it, your desire be done."
Πάλιν ἐκ δευτέρου ἀπελθὼν προσηύξατο λέγων· πάτερ μου, εἰ οὐ δύναται τοῦτο (τὸ ποτήριον *K*) παρελθεῖν (ἀπ᾽ ἐμοῦ *k*) ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου.
43 He came again and found them sleeping, for their eyes were heavy.
καὶ ἐλθὼν πάλιν (εὗρεν *N(k)O*) αὐτοὺς καθεύδοντας· ἦσαν γὰρ αὐτῶν οἱ ὀφθαλμοὶ βεβαρημένοι.
44 He left them again, went away, and prayed a third time, saying the same words.
Καὶ ἀφεὶς αὐτοὺς πάλιν ἀπελθὼν προσηύξατο ἐκ τρίτου τὸν αὐτὸν λόγον εἰπὼν (πάλιν. *no*)
45 Then he came to the disciples, and said to them, "Sleep on now, and take your rest. Look, the hour is near, and the Son of Man is betrayed into the hands of sinners.
Τότε ἔρχεται πρὸς τοὺς μαθητὰς (αὐτοῦ *k*) καὶ λέγει αὐτοῖς· καθεύδετε τὸ λοιπὸν καὶ ἀναπαύεσθε· ἰδοὺ ἤγγικεν ἡ ὥρα, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοται εἰς χεῖρας ἁμαρτωλῶν.
46 Arise, let us be going. Look, he who betrays me is near."
ἐγείρεσθε ἄγωμεν· ἰδοὺ ἤγγικεν ὁ παραδιδούς με.
47 While he was still speaking, look, Judas, one of the twelve, came, and with him a large crowd with swords and clubs, from the chief priests and elders of the people.
Καὶ ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθεν, καὶ μετ᾽ αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ.
48 Now he who betrayed him gave them a sign, saying, "Whoever I kiss, he is the one. Seize him."
ὁ δὲ παραδιδοὺς αὐτὸν ἔδωκεν αὐτοῖς σημεῖον λέγων· ὃν ἂν φιλήσω, αὐτός ἐστιν· κρατήσατε αὐτόν.
49 Immediately he came to Jesus, and said, "Greetings, Rabbi." and kissed him.
καὶ εὐθέως προσελθὼν τῷ Ἰησοῦ εἶπεν· χαῖρε ῥαββί, καὶ κατεφίλησεν αὐτόν.
50 Jesus said to him, "Friend, why are you here?" Then they came and laid hands on Jesus, and took him.
Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· ἑταῖρε, ἐφ᾽ (ὃ *N(k)O*) πάρει. τότε προσελθόντες ἐπέβαλον τὰς χεῖρας ἐπὶ τὸν Ἰησοῦν καὶ ἐκράτησαν αὐτόν.
51 And look, one of those who were with Jesus stretched out his hand, and drew his sword, and struck the servant of the high priest, and struck off his ear.
καὶ ἰδοὺ εἷς τῶν μετὰ Ἰησοῦ ἐκτείνας τὴν χεῖρα ἀπέσπασεν τὴν μάχαιραν αὐτοῦ, καὶ πατάξας τὸν δοῦλον τοῦ ἀρχιερέως ἀφεῖλεν αὐτοῦ τὸ ὠτίον.
52 Then Jesus said to him, "Put your sword back into its place, for all those who take the sword will die by the sword.
Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· ἀπόστρεψον τὴν μάχαιράν σου εἰς τὸν τόπον αὐτῆς· πάντες γὰρ οἱ λαβόντες μάχαιραν ἐν μαχαίρῃ (ἀπολοῦνται. *NK(o)*)
53 Or do you think that I could not ask my Father, and he would even now send me more than twelve legions of angels?
ἢ δοκεῖς ὅτι οὐ δύναμαι παρακαλέσαι τὸν πατέρα μου, καὶ παραστήσει μοι ἄρτι (πλείω *N(k)O*) (ἢ *k*) δώδεκα (λεγιῶνας *N(k)O*) ἀγγέλων;
54 How then would the Scriptures be fulfilled that it must be so?"
πῶς οὖν πληρωθῶσιν αἱ γραφαὶ ὅτι οὕτως δεῖ γενέσθαι;
55 In that hour Jesus said to the crowds, "Have you come out as against a robber with swords and clubs to seize me? I sat daily in the temple teaching, and you did not arrest me.
Ἐν ἐκείνῃ τῇ ὥρᾳ εἶπεν ὁ Ἰησοῦς τοῖς ὄχλοις· ὡς ἐπὶ λῃστὴν ἐξήλθατε μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ᾽ ἡμέραν (πρὸς ὑμᾶς *KO*) ἐν τῷ ἱερῷ ἐκαθεζόμην διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με.
56 But all this has happened, that the Scriptures of the prophets might be fulfilled." Then all the disciples left him, and fled.
τοῦτο δὲ ὅλον γέγονεν ἵνα πληρωθῶσιν αἱ γραφαὶ τῶν προφητῶν. Τότε οἱ μαθηταὶ πάντες ἀφέντες αὐτὸν ἔφυγον.
57 Those who had taken Jesus led him away to Caiaphas the high priest, where the scribes and the elders were gathered together.
οἱ δὲ κρατήσαντες τὸν Ἰησοῦν ἀπήγαγον πρὸς Καϊάφαν τὸν ἀρχιερέα ὅπου οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι συνήχθησαν.
58 But Peter followed him from a distance, to the court of the high priest, and entered in and sat with the officers, to see the end.
Ὁ δὲ Πέτρος ἠκολούθει αὐτῷ ἀπὸ μακρόθεν ἕως τῆς αὐλῆς τοῦ ἀρχιερέως, καὶ εἰσελθὼν ἔσω ἐκάθητο μετὰ τῶν ὑπηρετῶν ἰδεῖν τὸ τέλος.
59 Now the chief priests and the whole council sought false testimony against Jesus so they could put him to death;
Οἱ δὲ ἀρχιερεῖς καὶ (οἱ πρεσβύτεροι καὶ *K*) τὸ συνέδριον ὅλον ἐζήτουν ψευδομαρτυρίαν κατὰ τοῦ Ἰησοῦ ὅπως αὐτὸν (θανατώσωσιν, *NK(o)*)
60 and they found none, even though many false witnesses came forward. But afterward two came forward,
καὶ οὐχ εὗρον (καὶ *k*) πολλῶν προσελθόντων ψευδομαρτύρων (οὐχ εὗρον. *k*) ὕστερον δὲ προσελθόντες δύο (ψευδομάρτυρες *k*)
61 and said, "This man said, 'I am able to destroy the temple of God, and to build it in three days.'"
εἶπαν· οὗτος ἔφη· δύναμαι καταλῦσαι τὸν ναὸν τοῦ θεοῦ καὶ διὰ τριῶν ἡμερῶν οἰκοδομῆσαι (αὐτόν. *k*)
62 The high priest stood up, and said to him, "Have you no answer? What is this that these testify against you?"
καὶ ἀναστὰς ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· οὐδὲν ἀποκρίνῃ; τί οὗτοί σου καταμαρτυροῦσιν;
63 But Jesus held his peace. The high priest answered him, "I adjure you by the living God, that you tell us whether you are the Messiah, the Son of God."
ὁ δὲ Ἰησοῦς ἐσιώπα. καὶ (ἀποκριθεὶς *k*) ὁ ἀρχιερεὺς εἶπεν αὐτῷ· ἐξορκίζω σε κατὰ τοῦ θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς εἰ σὺ εἶ ὁ χριστὸς ὁ υἱὸς τοῦ θεοῦ.
64 Jesus said to him, "You have said it. Nevertheless, I tell you, after this you will see the Son of Man sitting at the right hand of Power, and coming on the clouds of the sky."
λέγει αὐτῷ ὁ Ἰησοῦς· σὺ εἶπας. πλὴν λέγω ὑμῖν· ἀπ᾽ ἄρτι ὄψεσθε τὸν υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.
65 Then the high priest tore his clothing, saying, "He has spoken blasphemy. Why do we need any more witnesses? See, now you have heard his blasphemy.
Τότε ὁ ἀρχιερεὺς διέρρηξεν τὰ ἱμάτια αὐτοῦ λέγων (ὅτι· *k*) ἐβλασφήμησεν· τί ἔτι χρείαν ἔχομεν μαρτύρων; ἴδε νῦν ἠκούσατε τὴν βλασφημίαν (αὐτοῦ. *k*)
66 What do you think?" They answered, "He is worthy of death."
τί ὑμῖν δοκεῖ; οἱ δὲ ἀποκριθέντες εἶπαν· ἔνοχος θανάτου ἐστίν.
67 Then they spit in his face and beat him with their fists, and some slapped him,
Τότε ἐνέπτυσαν εἰς τὸ πρόσωπον αὐτοῦ καὶ ἐκολάφισαν αὐτόν. οἱ δὲ ἐράπισαν
68 saying, "Prophesy to us, you Messiah. Who hit you?"
λέγοντες· προφήτευσον ἡμῖν, χριστέ, τίς ἐστιν ὁ παίσας σε;
69 Now Peter was sitting outside in the courtyard, and a servant girl came to him, saying, "You were also with Jesus, the Galilean."
Ὁ δὲ Πέτρος ἐκάθητο ἔξω ἐν τῇ αὐλῇ. καὶ προσῆλθεν αὐτῷ μία παιδίσκη λέγουσα· καὶ σὺ ἦσθα μετὰ Ἰησοῦ τοῦ Γαλιλαίου.
70 But he denied it before them all, saying, "I do not know what you are talking about."
ὁ δὲ ἠρνήσατο ἔμπροσθεν (αὐτῶν *k*) πάντων λέγων· οὐκ οἶδα τί λέγεις.
71 And when he had gone out onto the porch, another girl saw him, and said to those who were there, "This man also was with Jesus the Nazorean."
ἐξελθόντα δὲ (αὐτὸν *k*) εἰς τὸν πυλῶνα εἶδεν αὐτὸν ἄλλη καὶ λέγει (τοῖς *NK(o)*) ἐκεῖ· (καὶ *ko*) οὗτος ἦν μετὰ Ἰησοῦ τοῦ Ναζωραίου.
72 Again he denied it with an oath, "I do not know the man."
καὶ πάλιν ἠρνήσατο μετὰ ὅρκου ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον.
73 After a little while those who stood by came and said to Peter, "Surely you are also one of them, for your accent makes you known."
μετὰ μικρὸν δὲ προσελθόντες οἱ ἑστῶτες εἶπον τῷ Πέτρῳ· ἀληθῶς καὶ σὺ ἐξ αὐτῶν εἶ· καὶ γὰρ ἡ λαλιά σου δῆλόν σε ποιεῖ.
74 Then he began to curse and to swear, "I do not know the man." Immediately the rooster crowed.
τότε ἤρξατο καταθεματίζειν καὶ ὀμνύειν ὅτι οὐκ οἶδα τὸν ἄνθρωπον. καὶ εὐθέως ἀλέκτωρ ἐφώνησεν.
75 Peter remembered the word which Jesus had said, "Before the rooster crows, you will deny me three times." He went out and wept bitterly.
καὶ ἐμνήσθη ὁ Πέτρος τοῦ ῥήματος (τοῦ *k*) Ἰησοῦ εἰρηκότος (αὐτῷ *k*) ὅτι πρὶν ἀλέκτορα φωνῆσαι τρὶς ἀπαρνήσῃ με, καὶ ἐξελθὼν ἔξω ἔκλαυσεν πικρῶς.

< Matthew 26 >