< Acts 17 >
1 Now when they had passed through Amphipolis and Apollonia, they came to Thessalonica, where there was a Jewish synagogue.
Διοδεύσαντες δὲ τὴνἈμφίπολιν καὶ ⸀τὴν Ἀπολλωνίαν ἦλθον εἰς Θεσσαλονίκην, ὅπου ⸀ἦνσυναγωγὴ τῶν Ἰουδαίων.
2 Paul, as was his custom, went in to them, and for three Sabbath days reasoned with them from the Scriptures,
κατὰ δὲ τὸ εἰωθὸς τῷ Παύλῳ εἰσῆλθεν πρὸς αὐτοὺς καὶ ἐπὶ σάββατα τρία διελέξατο αὐτοῖς ἀπὸ τῶν γραφῶν,
3 explaining and demonstrating that the Messiah had to suffer and rise again from the dead, and saying, "This Jesus, whom I proclaim to you, is the Messiah."
διανοίγων καὶ παρατιθέμενος ὅτι τὸν χριστὸν ἔδει παθεῖν καὶ ἀναστῆναι ἐκ νεκρῶν, καὶ ὅτι οὗτός ἐστιν ⸂ὁ χριστός, ὁ Ἰησοῦς ὃν ἐγὼ καταγγέλλω ὑμῖν.
4 Some of them were persuaded, and joined Paul and Silas, as did a large number of the devout Greeks, and not a few of the prominent women.
καί τινες ἐξ αὐτῶν ἐπείσθησαν καὶ προσεκληρώθησαν τῷ Παύλῳ καὶ τῷ Σιλᾷ, τῶν τε σεβομένων Ἑλλήνων ⸂πλῆθος πολὺ γυναικῶν τε τῶν πρώτων οὐκ ὀλίγαι.
5 But the Jews, being moved with jealousy, took along some wicked men from the marketplace, and gathering a crowd, set the city in an uproar. Assaulting the house of Jason, they sought to bring them out to the people.
⸂ζηλώσαντες δὲ οἱ Ἰουδαῖοι καὶ προσλαβόμενοι τῶν ἀγοραίων ⸂ἄνδρας τινὰς πονηροὺς καὶ ὀχλοποιήσαντες ἐθορύβουν τὴν πόλιν, ⸂καὶ ἐπιστάντες τῇ οἰκίᾳ Ἰάσονος ἐζήτουν αὐτοὺς ⸀προαγαγεῖνεἰς τὸν δῆμον·
6 When they did not find them, they dragged Jason and certain brothers before the rulers of the city, crying, "These who have turned the world upside down have come here also,
μὴ εὑρόντες δὲ αὐτοὺς ⸀ἔσυρονἸάσονα καί τινας ἀδελφοὺς ἐπὶ τοὺς πολιτάρχας, βοῶντες ὅτι Οἱ τὴν οἰκουμένην ἀναστατώσαντες οὗτοι καὶ ἐνθάδε πάρεισιν,
7 whom Jason has received. These all act contrary to the decrees of Caesar, saying that there is another king, Jesus."
οὓς ὑποδέδεκται Ἰάσων· καὶ οὗτοι πάντες ἀπέναντι τῶν δογμάτων Καίσαρος πράσσουσι, βασιλέα ⸂ἕτερον λέγοντες εἶναι Ἰησοῦν.
8 The crowd and the rulers of the city were troubled when they heard these things.
ἐτάραξαν δὲ τὸν ὄχλον καὶ τοὺς πολιτάρχας ἀκούοντας ταῦτα,
9 When they had taken security from Jason and the rest, they let them go.
καὶ λαβόντες τὸ ἱκανὸν παρὰ τοῦ Ἰάσονος καὶ τῶν λοιπῶν ἀπέλυσαν αὐτούς.
10 The brothers immediately sent Paul and Silas away by night to Beroea. When they arrived, they went into the Jewish synagogue.
Οἱ δὲ ἀδελφοὶ εὐθέως ⸀διὰνυκτὸς ἐξέπεμψαν τόν τε Παῦλον καὶ τὸν Σιλᾶν εἰς Βέροιαν, οἵτινες παραγενόμενοι εἰς τὴν συναγωγὴν ⸂τῶν Ἰουδαίων ἀπῄεσαν·
11 Now these were more noble than those in Thessalonica, in that they received the word with all readiness of the mind, examining the Scriptures daily to see whether these things were so.
οὗτοι δὲ ἦσαν εὐγενέστεροι τῶν ἐν Θεσσαλονίκῃ, οἵτινες ἐδέξαντο τὸ λόγον μετὰ πάσης προθυμίας, ⸀τὸ καθʼ ἡμέραν ἀνακρίνοντες τὰς γραφὰς εἰ ἔχοι ταῦτα οὕτως.
12 Many of them therefore believed; also of the prominent Greek women, and not a few men.
πολλοὶ μὲν οὖν ἐξ αὐτῶν ἐπίστευσαν, καὶ τῶν Ἑλληνίδων γυναικῶν τῶν εὐσχημόνων καὶ ἀνδρῶν οὐκ ὀλίγοι.
13 But when the Jews of Thessalonica had knowledge that the word of God was proclaimed by Paul at Beroea also, they came there likewise, inciting and disturbing the crowds.
ὡς δὲ ἔγνωσαν οἱ ἀπὸ τῆς Θεσσαλονίκης Ἰουδαῖοι ὅτι καὶ ἐν τῇ Βεροίᾳ κατηγγέλη ὑπὸ τοῦ Παύλου ὁ λόγος τοῦ θεοῦ, ἦλθον κἀκεῖ σαλεύοντες ⸂καὶ ταράσσοντες τοὺς ὄχλους.
14 Then the brothers immediately sent out Paul to go as far as to the sea, and Silas and Timothy still stayed there.
εὐθέως δὲ τότε τὸν Παῦλον ἐξαπέστειλαν οἱ ἀδελφοὶ πορεύεσθαι ⸀ἕωςἐπὶ τὴν θάλασσαν· ⸂ὑπέμεινάν τε ὅ τε Σιλᾶς καὶ ὁ Τιμόθεος ἐκεῖ.
15 But those who escorted Paul brought him as far as Athens. Receiving a commandment to Silas and Timothy that they should come to him very quickly, they departed.
οἱ δὲ ⸀καθιστάνοντεςτὸν Παῦλον ⸀ἤγαγονἕως Ἀθηνῶν, καὶ λαβόντες ἐντολὴν πρὸς τὸνΣιλᾶν καὶ ⸀τὸν Τιμόθεον ἵνα ὡς τάχιστα ἔλθωσιν πρὸς αὐτὸν ἐξῄεσαν.
16 Now while Paul waited for them at Athens, his spirit was provoked within him as he saw the city full of idols.
Ἐν δὲ ταῖς Ἀθήναις ἐκδεχομένου αὐτοὺς τοῦ Παύλου, παρωξύνετο τὸ πνεῦμα αὐτοῦ ἐν αὐτῷ ⸀θεωροῦντοςκατείδωλον οὖσαν τὴν πόλιν.
17 So he reasoned in the synagogue with the Jews and the devout persons, and in the marketplace every day with those who met him.
διελέγετο μὲν οὖν ἐν τῇ συναγωγῇ τοῖς Ἰουδαίοις καὶ τοῖς σεβομένοις καὶ ἐν τῇ ἀγορᾷ κατὰ πᾶσαν ἡμέραν πρὸς τοὺς παρατυγχάνοντας.
18 Some of the Epicurean and Stoic philosophers also were conversing with him. Some said, "What does this babbler want to say?" Others said, "He seems to be advocating foreign deities," because he preached Jesus and the resurrection.
τινὲς δὲ καὶτῶν Ἐπικουρείων ⸀καὶ Στοϊκῶν φιλοσόφων συνέβαλλον αὐτῷ, καί τινες ἔλεγον· Τί ἂν θέλοι ὁ σπερμολόγος οὗτος λέγειν; οἱ δέ· Ξένων δαιμονίων δοκεῖ καταγγελεὺς εἶναι· ὅτι τὸν Ἰησοῦν καὶ τὴν ἀνάστασιν εὐηγγελίζετο.
19 They took hold of him, and brought him to the Areopagus, saying, "May we know what this new teaching is, which is spoken by you?
ἐπιλαβόμενοί ⸀τεαὐτοῦ ἐπὶ τὸν Ἄρειον Πάγον ἤγαγον, λέγοντες· Δυνάμεθα γνῶναι τίς ἡ καινὴ αὕτη ἡ ὑπὸ σοῦ λαλουμένη διδαχή;
20 For you bring certain strange things to our ears. We want to know therefore what these things mean."
ξενίζοντα γάρ τινα εἰσφέρεις εἰς τὰς ἀκοὰς ἡμῶν· βουλόμεθα οὖν γνῶναι ⸂τίνα θέλει ταῦτα εἶναι.
21 Now all the Athenians and the strangers living there spent their time in nothing else, but either to tell or to hear some new thing.
Ἀθηναῖοι δὲ πάντες καὶ οἱ ἐπιδημοῦντες ξένοι εἰς οὐδὲν ἕτερον ηὐκαίρουν ἢ λέγειν τι⸀ἢ ἀκούειν ⸀τι καινότερον.
22 Paul stood in the middle of the Areopagus, and said, "You men of Athens, I perceive that you are very religious in all things.
Σταθεὶς ⸀δὲΠαῦλος ἐν μέσῳ τοῦ Ἀρείου Πάγου ἔφη· Ἄνδρες Ἀθηναῖοι, κατὰ πάντα ὡς δεισιδαιμονεστέρους ὑμᾶς θεωρῶ·
23 For as I passed along, and observed the objects of your worship, I found also an altar with this inscription: 'TO AN UNKNOWN GOD.' What therefore you worship in ignorance, this I announce to you.
διερχόμενος γὰρ καὶ ἀναθεωρῶν τὰ σεβάσματα ὑμῶν εὗρον καὶ βωμὸν ἐν ᾧ ἐπεγέγραπτο· Ἀγνώστῳ θεῷ. ⸀ὃοὖν ἀγνοοῦντες εὐσεβεῖτε, ⸀τοῦτοἐγὼ καταγγέλλω ὑμῖν.
24 The God who made the world and all things in it, he, being Lord of heaven and earth, does not dwell in temples made with hands,
ὁ θεὸς ὁ ποιήσας τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ, οὗτος οὐρανοῦ καὶ γῆς ⸂ὑπάρχων κύριος οὐκ ἐν χειροποιήτοις ναοῖς κατοικεῖ
25 neither is he served by human hands, as though he needed anything, seeing he himself gives to all life and breath, and all things.
οὐδὲ ὑπὸ χειρῶν ⸀ἀνθρωπίνωνθεραπεύεται προσδεόμενός τινος, αὐτὸς διδοὺς πᾶσι ζωὴν καὶ πνοὴν ⸂καὶ τὰ πάντα·
26 He made from one blood every nation of mankind to dwell on all the surface of the earth, having determined appointed seasons, and the boundaries of their dwellings,
ἐποίησέν τε ἐξ ⸀ἑνὸςπᾶν ἔθνος ἀνθρώπων κατοικεῖν ἐπὶ ⸂παντὸς προσώπου τῆς γῆς, ὁρίσας προστεταγμένους καιροὺς καὶ τὰς ὁροθεσίας τῆς κατοικίας αὐτῶν,
27 that they should seek God, if perhaps they might reach out for him and find him, though he is not far from each one of us.
ζητεῖν τὸν ⸀θεὸνεἰ ἄρα γε ψηλαφήσειαν αὐτὸν καὶ εὕροιεν, καί γε οὐ μακρὰν ἀπὸ ἑνὸς ἑκάστου ἡμῶν ὑπάρχοντα.
28 'For in him we live, and move, and have our being.' As some of your own poets have said, 'For we are also his offspring.'
ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν, ὡς καί τινες τῶν καθʼ ὑμᾶς ποιητῶν εἰρήκασιν· Τοῦ γὰρ καὶ γένος ἐσμέν.
29 Being then the offspring of God, we ought not to think that the Divine Nature is like gold, or silver, or stone, engraved by human art and design.
γένος οὖν ὑπάρχοντες τοῦ θεοῦ οὐκ ὀφείλομεν νομίζειν χρυσῷ ἢ ἀργύρῳ ἢ λίθῳ, χαράγματι τέχνης καὶ ἐνθυμήσεως ἀνθρώπου, τὸ θεῖον εἶναι ὅμοιον.
30 The times of ignorance therefore God overlooked. But now he commands that all people everywhere should repent,
τοὺς μὲν οὖν χρόνους τῆς ἀγνοίας ὑπεριδὼν ὁ θεὸς τὰ νῦν ⸀παραγγέλλειτοῖς ἀνθρώποις ⸀πάνταςπανταχοῦ μετανοεῖν,
31 because he has appointed a day in which he will judge the world in righteousness by the man whom he has ordained; of which he has given assurance to everyone by raising him from the dead."
⸀καθότιἔστησεν ἡμέραν ἐν ᾗ μέλλει κρίνειν τὴν οἰκουμένην ἐν δικαιοσύνῃ ἐν ἀνδρὶ ᾧ ὥρισεν, πίστιν παρασχὼν πᾶσιν ἀναστήσας αὐτὸν ἐκ νεκρῶν.
32 Now when they heard of the resurrection of the dead, some mocked; but others said, "We want to hear you again concerning this."
Ἀκούσαντες δὲ ἀνάστασιν νεκρῶν οἱ μὲν ἐχλεύαζον οἱ δὲ εἶπαν Ἀκουσόμεθά σου ⸂περὶ τούτου καὶ πάλιν.
33 Thus Paul went out from among them.
⸀οὕτωςὁ Παῦλος ἐξῆλθεν ἐκ μέσου αὐτῶν·
34 But some people joined with him, and believed, among whom also was Dionysius the Areopagite, and a woman named Damaris, and others with them.
τινὲς δὲ ἄνδρες κολληθέντες αὐτῷ ἐπίστευσαν, ἐν οἷς καὶ Διονύσιος ὁ Ἀρεοπαγίτης καὶ γυνὴ ὀνόματι Δάμαρις καὶ ἕτεροι σὺν αὐτοῖς.