< Matthew 28 >
1 Now after the Sabbath, as it began to dawn on the first day of the week, Mary Magdalene and the other Mary came to see the tomb.
Ὀψὲ δὲ Σαββάτων, τῇ ἐπιφωσκούσῃ εἰς μίαν σαββάτων, ἦλθεν Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία, θεωρῆσαι τὸν τάφον.
2 And look, there was a great earthquake, for an angel of the Lord descended from the sky, and came and rolled away the stone, and sat on it.
Καὶ ἰδοὺ, σεισμὸς ἐγένετο μέγας· ἄγγελος γὰρ ˚Κυρίου καταβὰς ἐξ οὐρανοῦ καὶ προσελθὼν, ἀπεκύλισεν τὸν λίθον καὶ ἐκάθητο ἐπάνω αὐτοῦ.
3 His appearance was like lightning, and his clothing white as snow.
Ἦν δὲ ἡ εἰδέα αὐτοῦ ὡς ἀστραπὴ, καὶ τὸ ἔνδυμα αὐτοῦ λευκὸν ὡς χιών.
4 For fear of him, the guards shook, and became like dead men.
Ἀπὸ δὲ τοῦ φόβου αὐτοῦ, ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγενήθησαν ὡς νεκροί.
5 The angel answered the women, "Do not be afraid, for I know that you seek Jesus, who has been crucified.
Ἀποκριθεὶς δὲ ὁ ἄγγελος εἶπεν ταῖς γυναιξίν, “Μὴ φοβεῖσθε ὑμεῖς, οἶδα γὰρ ὅτι ˚Ἰησοῦν, τὸν ἐσταυρωμένον, ζητεῖτε.
6 He is not here, for he has risen, just like he said. Come, see the place where he was lying.
Οὐκ ἔστιν ὧδε, ἠγέρθη γὰρ καθὼς εἶπεν. Δεῦτε ἴδετε τὸν τόπον ὅπου ἔκειτο.
7 Go quickly and tell his disciples, 'He has risen from the dead, and look, he goes before you into Galilee; there you will see him.' See, I have told you."
Καὶ ταχὺ πορευθεῖσαι, εἴπατε τοῖς μαθηταῖς αὐτοῦ ὅτι ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ ἰδοὺ, προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν, ἐκεῖ αὐτὸν ὄψεσθε. Ἰδοὺ, εἶπον ὑμῖν.”
8 They departed quickly from the tomb, frightened yet with great joy, and ran to bring his disciples word.
Καὶ ἀπελθοῦσαι ταχὺ ἀπὸ τοῦ μνημείου, μετὰ φόβου καὶ χαρᾶς μεγάλης, ἔδραμον ἀπαγγεῖλαι τοῖς μαθηταῖς αὐτοῦ.
9 And look, Jesus met them, saying, "Rejoice!" And they came and took hold of his feet, and worshiped him.
Καὶ ἰδοὺ, ˚Ἰησοῦς ὑπήντησεν αὐταῖς λέγων, “Χαίρετε!” Αἱ δὲ προσελθοῦσαι, ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ.
10 Then Jesus said to them, "Do not be afraid. Go tell my brothers that they should go into Galilee, and there they will see me."
Τότε λέγει αὐταῖς ὁ ˚Ἰησοῦς, “Μὴ φοβεῖσθε. Ὑπάγετε ἀπαγγείλατε τοῖς ἀδελφοῖς μου ἵνα ἀπέλθωσιν εἰς τὴν Γαλιλαίαν, καὶ ἐκεῖ με ὄψονται.”
11 Now while they were going, look, some of the guards came into the city, and told the chief priests all the things that had happened.
Πορευομένων δὲ αὐτῶν, ἰδού, τινες τῆς κουστωδίας ἐλθόντες εἰς τὴν πόλιν, ἀπήγγειλαν τοῖς ἀρχιερεῦσιν ἅπαντα τὰ γενόμενα.
12 When they were assembled with the elders, and had taken counsel, they gave a large amount of silver to the soldiers,
Καὶ συναχθέντες μετὰ τῶν πρεσβυτέρων, συμβούλιόν τε λαβόντες, ἀργύρια ἱκανὰ ἔδωκαν τοῖς στρατιώταις
13 saying, "Say that his disciples came by night, and stole him away while we slept.
λέγοντες, “Εἴπατε ὅτι, ‘Οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν, ἡμῶν κοιμωμένων.’
14 If this comes to the governor's ears, we will persuade him and make you free of worry."
Καὶ ἐὰν ἀκουσθῇ τοῦτο ἐπὶ τοῦ ἡγεμόνος, ἡμεῖς πείσομεν καὶ ὑμᾶς ἀμερίμνους ποιήσομεν.”
15 So they took the money and did as they were told. This saying was spread abroad among the Jewish people, and continues until this day.
Οἱ δὲ λαβόντες ἀργύρια ἐποίησαν ὡς ἐδιδάχθησαν. Καὶ διεφημίσθη ὁ λόγος οὗτος παρὰ Ἰουδαίοις μέχρι τῆς σήμερον
16 But the eleven disciples went into Galilee, to the mountain where Jesus had sent them.
Οἱ δὲ ἕνδεκα μαθηταὶ ἐπορεύθησαν εἰς τὴν Γαλιλαίαν, εἰς τὸ ὄρος οὗ ἐτάξατο αὐτοῖς ὁ ˚Ἰησοῦς.
17 When they saw him, they bowed down to him, but some doubted.
Καὶ ἰδόντες αὐτὸν προσεκύνησαν, οἱ δὲ ἐδίστασαν.
18 Jesus came to them and spoke to them, saying, "All authority has been given to me in heaven and on earth.
Καὶ προσελθὼν, ὁ ˚Ἰησοῦς ἐλάλησεν αὐτοῖς λέγων, “Ἐδόθη μοι πᾶσα ἐξουσία ἐν οὐρανῷ καὶ ἐπὶ γῆς.
19 Therefore go, and make disciples of all nations, baptizing them in the name of the Father and of the Son and of the Holy Spirit,
Πορευθέντες οὖν, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες αὐτοὺς εἰς τὸ ὄνομα τοῦ Πατρὸς, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου ˚Πνεύματος,
20 teaching them to obey all things that I commanded you. And look, I am with you every day, even to the end of the age." (aiōn )
διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν. Καὶ ἰδοὺ, ἐγὼ μεθʼ ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας τοῦ αἰῶνος.” (aiōn )