< Luke 23 >

1 The whole company of them rose up and brought him before Pilate.
Καὶ ἀναστὰν ἅπαν τὸ πλῆθος αὐτῶν ἤγαγον αὐτὸν ἐπὶ τὸν Πιλᾶτον.
2 They began to accuse him, saying, "We found this man subverting our nation, forbidding paying taxes to Caesar, and saying that he himself is the Christ, a king."
ἤρξαντο δὲ κατηγορεῖν αὐτοῦ λέγοντες· Τοῦτον εὕραμεν διαστρέφοντα τὸ ἔθνος ⸀ἡμῶνκαὶ κωλύοντα ⸂φόρους Καίσαρι διδόναι ⸀καὶλέγοντα ⸀αὑτὸνχριστὸν βασιλέα εἶναι.
3 Pilate asked him, "Are you the King of the Jews?" He answered him, "You say so."
ὁ δὲ Πιλᾶτος ⸀ἠρώτησεναὐτὸν λέγων· Σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων; ὁ δὲ ἀποκριθεὶς αὐτῷ ἔφη· Σὺ λέγεις.
4 Pilate said to the chief priests and the crowds, "I find no basis for a charge against this man."
ὁ δὲ Πιλᾶτος εἶπεν πρὸς τοὺς ἀρχιερεῖς καὶ τοὺς ὄχλους· Οὐδὲν εὑρίσκω αἴτιον ἐν τῷ ἀνθρώπῳ τούτῳ.
5 But they insisted, saying, "He stirs up the people, teaching throughout all Judea, beginning from Galilee even to this place."
οἱ δὲ ἐπίσχυον λέγοντες ὅτι Ἀνασείει τὸν λαὸν διδάσκων καθʼ ὅλης τῆς Ἰουδαίας, ⸀καὶἀρξάμενος ἀπὸ τῆς Γαλιλαίας ἕως ὧδε.
6 But when Pilate heard it, he asked if the man was a Galilean.
Πιλᾶτος δὲ ⸀ἀκούσαςἐπηρώτησεν εἰ ὁ ἄνθρωπος Γαλιλαῖός ἐστιν,
7 When he found out that he was in Herod's jurisdiction, he sent him to Herod, who was also in Jerusalem during those days.
καὶ ἐπιγνοὺς ὅτι ἐκ τῆς ἐξουσίας Ἡρῴδου ἐστὶν ἀνέπεμψεν αὐτὸν πρὸς Ἡρῴδην, ὄντα καὶ αὐτὸν ἐν Ἱεροσολύμοις ἐν ταύταις ταῖς ἡμέραις.
8 Now when Herod saw Jesus, he was exceedingly glad, for he had wanted to see him for a long time, because he had heard about him. He hoped to see some miracle done by him.
ὁ δὲ Ἡρῴδης ἰδὼν τὸν Ἰησοῦν ἐχάρη λίαν, ἦν γὰρ ⸂ἐξ ἱκανῶν χρόνων θέλων ἰδεῖν αὐτὸν διὰ τὸ ⸀ἀκούεινπερὶ αὐτοῦ, καὶ ἤλπιζέν τι σημεῖον ἰδεῖν ὑπʼ αὐτοῦ γινόμενον.
9 He questioned him with many words, but he gave no answers.
ἐπηρώτα δὲ αὐτὸν ἐν λόγοις ἱκανοῖς· αὐτὸς δὲ οὐδὲν ἀπεκρίνατο αὐτῷ.
10 The chief priests and the scribes stood, vehemently accusing him.
εἱστήκεισαν δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς εὐτόνως κατηγοροῦντες αὐτοῦ.
11 Herod with his soldiers treated him with contempt and mocked him. Dressing him in luxurious clothing, they sent him back to Pilate.
ἐξουθενήσας δὲ αὐτὸν ⸀καὶὁ Ἡρῴδης σὺν τοῖς στρατεύμασιν αὐτοῦ καὶ ἐμπαίξας ⸀περιβαλὼνἐσθῆτα λαμπρὰν ἀνέπεμψεν αὐτὸν τῷ Πιλάτῳ.
12 Herod and Pilate became friends with each other that very day, for before that they were enemies with each other.
ἐγένοντο δὲ φίλοι ὅ τε ⸂Ἡρῴδης καὶ ὁ Πιλᾶτος ἐν αὐτῇ τῇ ἡμέρᾳ μετʼ ἀλλήλων· προϋπῆρχον γὰρ ἐν ἔχθρᾳ ὄντες πρὸς ⸀αὑτούς
13 Pilate called together the chief priests and the rulers and the people,
Πιλᾶτος δὲ συγκαλεσάμενος τοὺς ἀρχιερεῖς καὶ τοὺς ἄρχοντας καὶ τὸν λαὸν
14 and said to them, "You brought this man to me as one that subverts the people, and see, I have examined him before you, and found no basis for a charge against this man concerning those things of which you accuse him.
εἶπεν πρὸς αὐτούς· Προσηνέγκατέ μοι τὸν ἄνθρωπον τοῦτον ὡς ἀποστρέφοντα τὸν λαόν, καὶ ἰδοὺ ἐγὼ ἐνώπιον ὑμῶν ἀνακρίνας ⸀οὐθὲνεὗρον ἐν τῷ ἀνθρώπῳ τούτῳ αἴτιον ὧν κατηγορεῖτε κατʼ αὐτοῦ.
15 Neither has Herod, for he sent him back to us, and see, nothing worthy of death has been done by him.
ἀλλʼ οὐδὲ Ἡρῴδης, ⸂ἀνέπεμψεν γὰρ αὐτὸν πρὸς ἡμᾶς· καὶ ἰδοὺ οὐδὲν ἄξιον θανάτου ἐστὶν πεπραγμένον αὐτῷ·
16 I will therefore chastise him and release him."
παιδεύσας οὖν αὐτὸν ⸀ἀπολύσω
17 (Now he had to release one prisoner to them at the feast.)
18 But they all shouted out together, saying, "Away with this man. Release to us Barabbas"
⸀Ἀνέκραγονδὲ παμπληθεὶ λέγοντες· Αἶρε τοῦτον, ἀπόλυσον δὲ ἡμῖν ⸀τὸνΒαραββᾶν·
19 (one who was thrown into prison for a certain revolt in the city, and for murder.)
ὅστις ἦν διὰ στάσιν τινὰ γενομένην ἐν τῇ πόλει καὶ φόνον ⸂βληθεὶς ἐν τῇ φυλακῇ.
20 Then Pilate spoke to them again, wanting to release Jesus,
πάλιν ⸀δὲὁ Πιλᾶτος ⸀προσεφώνησεν, θέλων ἀπολῦσαι τὸν Ἰησοῦν.
21 but they shouted, saying, "Crucify. Crucify him."
οἱ δὲ ἐπεφώνουν λέγοντες· ⸂Σταύρου σταύρου αὐτόν.
22 He said to them the third time, "Why? What evil has this man done? I have found no capital crime in him. I will therefore chastise him and release him."
ὁ δὲ τρίτον εἶπεν πρὸς αὐτούς· Τί γὰρ κακὸν ἐποίησεν οὗτος; οὐδὲν αἴτιον θανάτου εὗρον ἐν αὐτῷ· παιδεύσας οὖν αὐτὸν ἀπολύσω.
23 But they were urgent with loud voices, asking that he might be crucified. And their voices, and those of the chief priests, prevailed.
οἱ δὲ ἐπέκειντο φωναῖς μεγάλαις αἰτούμενοι αὐτὸν σταυρωθῆναι, καὶ κατίσχυον αἱ φωναὶ ⸀αὐτῶν
24 Pilate decreed that what they asked for should be done.
⸀καὶΠιλᾶτος ἐπέκρινεν γενέσθαι τὸ αἴτημα αὐτῶν·
25 He released him who had been thrown into prison for insurrection and murder, for whom they asked, but he delivered Jesus up to their will.
ἀπέλυσεν δὲ τὸν διὰ στάσιν καὶ φόνον βεβλημένον ⸀εἰςφυλακὴν ὃν ᾐτοῦντο, τὸν δὲ Ἰησοῦν παρέδωκεν τῷ θελήματι αὐτῶν.
26 When they led him away, they grabbed one Simon of Cyrene, coming from the country, and placed on him the cross, to carry it after Jesus.
Καὶ ὡς ἀπήγαγον αὐτόν, ἐπιλαβόμενοι ⸂Σίμωνά τινα Κυρηναῖον ἐρχόμενον ἀπʼ ἀγροῦ ἐπέθηκαν αὐτῷ τὸν σταυρὸν φέρειν ὄπισθεν τοῦ Ἰησοῦ.
27 A large crowd of the people followed him, including women who also mourned and lamented him.
Ἠκολούθει δὲ αὐτῷ πολὺ πλῆθος τοῦ λαοῦ καὶ γυναικῶν ⸀αἳἐκόπτοντο καὶ ἐθρήνουν αὐτόν.
28 But Jesus, turning to them, said, "Daughters of Jerusalem, do not weep for me, but weep for yourselves and for your children.
στραφεὶς δὲ πρὸς αὐτὰς ⸀ὁἸησοῦς εἶπεν· Θυγατέρες Ἰερουσαλήμ, μὴ κλαίετε ἐπʼ ἐμέ· πλὴν ἐφʼ ἑαυτὰς κλαίετε καὶ ἐπὶ τὰ τέκνα ὑμῶν,
29 For look, the days are coming in which they will say, 'Blessed are the barren, the wombs that never bore, and the breasts that never nursed.'
ὅτι ἰδοὺ ἔρχονται ἡμέραι ἐν αἷς ἐροῦσιν Μακάριαι αἱστεῖραι καὶ ⸀αἱ κοιλίαι αἳ οὐκ ἐγέννησαν καὶ μαστοὶ οἳ οὐκ ⸀ἔθρεψαν
30 Then they will begin to say to the mountains, 'Fall on us,' and to the hills, 'Cover us.'
τότε ἄρξονται λέγειν τοῖς ὄρεσιν· Πέσετε ἐφʼ ἡμᾶς, καὶ τοῖς βουνοῖς· Καλύψατε ἡμᾶς·
31 For if they do these things in the green tree, what will be done in the dry?"
ὅτι εἰ ἐν ⸀τῷὑγρῷ ξύλῳ ταῦτα ποιοῦσιν, ἐν τῷ ξηρῷ τί γένηται;
32 There were also others, two criminals, led with him to be put to death.
Ἤγοντο δὲ καὶ ἕτεροι ⸂κακοῦργοι δύο σὺν αὐτῷ ἀναιρεθῆναι.
33 When they came to the place that is called The Skull, they crucified him there with the criminals, one on the right and the other on the left.
καὶ ὅτε ⸀ἦλθονἐπὶ τὸν τόπον τὸν καλούμενον Κρανίον, ἐκεῖ ἐσταύρωσαν αὐτὸν καὶ τοὺς κακούργους, ὃν μὲν ἐκ δεξιῶν ὃν δὲ ἐξ ἀριστερῶν.
34 And Jesus said, "Father, forgive them, for they do not know what they are doing." Dividing his garments among them, they cast lots.
⸂ὁ δὲ Ἰησοῦς ἔλεγεν· Πάτερ, ἄφες αὐτοῖς, οὐ γὰρ οἴδασιν τί ποιοῦσιν⸃ διαμεριζόμενοι δὲ τὰ ἱμάτια αὐτοῦ ἔβαλον ⸀κλήρους
35 The people stood watching. The rulers also scoffed at him, saying, "He saved others. Let him save himself, if this is the Christ of God, his Chosen One."
καὶ εἱστήκει ὁ λαὸς θεωρῶν. ἐξεμυκτήριζον δὲ καὶ οἱ ⸀ἄρχοντεςλέγοντες· Ἄλλους ἔσωσεν, σωσάτω ἑαυτόν, εἰ οὗτός ἐστιν ὁ χριστὸς ⸂τοῦ θεοῦ, ὁ⸃ ἐκλεκτός.
36 The soldiers also mocked him, coming to him and offering him vinegar,
⸀ἐνέπαιξανδὲ αὐτῷ καὶ οἱ στρατιῶται προσερχόμενοι, ⸀ὄξοςπροσφέροντες αὐτῷ
37 and saying, "If you are the King of the Jews, save yourself."
καὶ λέγοντες· Εἰ σὺ εἶ ὁ βασιλεὺς τῶν Ἰουδαίων, σῶσον σεαυτόν.
38 An inscription was also written above him: "THIS IS THE KING OF THE JEWS."
ἦν δὲ καὶ ⸀ἐπιγραφὴἐπʼ ⸀αὐτῷ Ὁ βασιλεὺς τῶν Ἰουδαίων ⸀οὗτος
39 One of the criminals who hung there insulted him, saying, "Are you not the Christ? Save yourself and us."
Εἷς δὲ τῶν κρεμασθέντων κακούργων ἐβλασφήμει αὐτόν ⸀λέγων ⸀Οὐχὶσὺ εἶ ὁ χριστός; σῶσον σεαυτὸν καὶ ἡμᾶς.
40 But the other answered, and rebuking him said, "Do you not even fear God, seeing you are under the same condemnation?
ἀποκριθεὶς δὲ ὁ ἕτερος ⸂ἐπιτιμῶν αὐτῷ ἔφη· Οὐδὲ φοβῇ σὺ τὸν θεόν, ὅτι ἐν τῷ αὐτῷ κρίματι εἶ;
41 And we indeed justly, for we receive the due reward for our deeds; but this man has done nothing wrong."
καὶ ἡμεῖς μὲν δικαίως, ἄξια γὰρ ὧν ἐπράξαμεν ἀπολαμβάνομεν· οὗτος δὲ οὐδὲν ἄτοπον ἔπραξεν.
42 And he said, "Jesus, remember me when you come into your kingdom."
καὶ ⸀ἔλεγεν Ἰησοῦ, μνήσθητί ⸀μουὅταν ἔλθῃς ⸂ἐν τῇ βασιλείᾳ σου.
43 And he said to him, "Assuredly I tell you, today you will be with me in Paradise."
καὶ εἶπεν ⸀αὐτῷ Ἀμήν ⸂σοι λέγω σήμερον μετʼ ἐμοῦ ἔσῃ ἐν τῷ παραδείσῳ.
44 And it was now about noon, and darkness came over the whole land until three in the afternoon,
⸂Καὶ ἦν ⸀ἤδηὡσεὶ ὥρα ἕκτη καὶ σκότος ἐγένετο ἐφʼ ὅλην τὴν γῆν ἕως ὥρας ἐνάτης
45 for the sun's light failed. And the veil of the temple was torn in two.
⸂τοῦ ἡλίου ἐκλιπόντος, ἐσχίσθη ⸀δὲτὸ καταπέτασμα τοῦ ναοῦ μέσον.
46 And Jesus, crying with a loud voice, said, "Father, into your hands I commit my spirit." Having said this, he breathed his last.
καὶ φωνήσας φωνῇ μεγάλῃ ὁ Ἰησοῦς εἶπεν· Πάτερ, εἰς χεῖράς σου ⸀παρατίθεμαιτὸ πνεῦμά μου. ⸂τοῦτο δὲ εἰπὼν ἐξέπνευσεν.
47 When the centurion saw what was done, he glorified God, saying, "Certainly this was a righteous man."
Ἰδὼν δὲ ὁ ἑκατοντάρχης τὸ γενόμενον ⸀ἐδόξαζεντὸν θεὸν λέγων· Ὄντως ὁ ἄνθρωπος οὗτος δίκαιος ἦν.
48 All the crowds that came together to see this, when they saw the things that were done, returned home beating their breasts.
καὶ πάντες οἱ συμπαραγενόμενοι ὄχλοι ἐπὶ τὴν θεωρίαν ταύτην, ⸀θεωρήσαντεςτὰ γενόμενα, ⸀τύπτοντεςτὰ στήθη ὑπέστρεφον.
49 All his acquaintances, and the women who followed with him from Galilee, stood at a distance, watching these things.
εἱστήκεισαν δὲ πάντες οἱ γνωστοὶ ⸀αὐτῷ⸀μακρόθεν καὶ γυναῖκες αἱ ⸀συνακολουθοῦσαιαὐτῷ ἀπὸ τῆς Γαλιλαίας, ὁρῶσαι ταῦτα.
50 And look, a man named Joseph, who was a member of the council, a good and righteous man
Καὶ ἰδοὺ ἀνὴρὀνόματι Ἰωσὴφ βουλευτὴς ὑπάρχων, ⸀ἀνὴρ ἀγαθὸς καὶ δίκαιος—
51 (he had not consented to their counsel and deed), from Arimathea, a city of the Judeans, who was also waiting for the kingdom of God:
οὗτος οὐκ ἦν συγκατατεθειμένος τῇ βουλῇ καὶ τῇ πράξει αὐτῶν— ἀπὸ Ἁριμαθαίας πόλεως τῶν Ἰουδαίων, ὃς ⸀προσεδέχετοτὴν βασιλείαν τοῦ θεοῦ,
52 this man went to Pilate, and asked for the body of Jesus.
οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ,
53 He took it down, and wrapped it in a linen cloth, and placed him in a tomb that was cut in stone, where no one had ever been placed.
καὶ ⸀καθελὼνἐνετύλιξεν αὐτὸ σινδόνι, καὶ ἔθηκεν ⸀αὐτὸνἐν μνήματι λαξευτῷ οὗ οὐκ ἦν ⸂οὐδεὶς οὔπω κείμενος.
54 It was the day of the Preparation, and the Sabbath was drawing near.
καὶ ἡμέρα ἦν ⸂παρασκευῆς, καὶ⸃ σάββατον ἐπέφωσκεν.
55 The women, who had come with him out of Galilee, followed after, and saw the tomb, and how his body was placed.
κατακολουθήσασαι δὲ ⸀αἱγυναῖκες, αἵτινες ἦσαν συνεληλυθυῖαι ⸂ἐκ τῆς Γαλιλαίας αὐτῷ, ἐθεάσαντο τὸ μνημεῖον καὶ ὡς ἐτέθη τὸ σῶμα αὐτοῦ,
56 They returned, and prepared spices and ointments. On the Sabbath they rested according to the commandment.
ὑποστρέψασαι δὲ ἡτοίμασαν ἀρώματα καὶ μύρα. Καὶ τὸ μὲν σάββατον ἡσύχασαν κατὰ τὴν ἐντολήν,

< Luke 23 >